I. POLITICA
Ἄριστος [......5-6 characters......] ἕτερος δὲ ἀδίκως ὑπήχθη ΔΙΑ[......4-5 characters......] καὶ πονηροῦ ἀνδρός· ἀδίκως ΚΑ[......6-7 characters......] καινοτομίᾳ οὐ τῇ(a1) τυχούσῃ καθυποβάλλεται καὶ εἴπερ(a2) εἰς τὰς ἀκοὰς ἔλθῃ τὰς σάς, μὴ παρασιωπήσῃς ἀλλὰ προστῆθι τούτου καὶ χεῖρα ὄρεξον βοηθὸν καὶ ἀνάστειλον ταχύτατα τὸ κακόν, πρῶτον μὲν δυσωπῶν τὸν δικάζοντα εἶτα τὸν ἕλκοντα. καὶ πολλάκις τούτους ἀντιβολῶν εἰ ἀνιάτως ἴδῃς νοσοῦντας καὶ ἀκαμπεῖς πρὸς τὴν αἴτησιν, εἰ δύνασαι, κραύγασον, ἔλεγξον ἐπὶ πάντων. οἶδα ὅτι τινὲς τῶν ἀπείρων καὶ ἀμαθῶν καταγνώσονταί σου καὶ καταμωκήσονται ἀπρεπῶς καὶ περιττολόγον(a3) ἀποκαλέσονται, τί σοι μέλει(a4) τῆς εἰς αὐτὸν(a5) ἀδικίας, φάσκοντες, σοῦ μηδὲν ἀδίκημα ὑφισταμένου(a6) παρ' ἡμῶν(a7); ἀλλὰ μὴ ἀποστῇς τῆς ἀγαθῆς ταύτης καὶ εὐσεβοῦς πράξεως καὶ τὸν ἀδίκως ἑλκόμενον ἐάσῃς(a8) ὑπ'αὐτῶν ταλανίζεσθαι διὰ τοὺς τούτων ὀνειδισμοὺς καὶ τὰ σκώμματα. ἐπίσταμαι γὰρ ἀκριβῶς ὡς καὶ οὗτοί σε αἰδεσθήσονται, ὁλοψύχως ὁρῶντές σε τοῦ δικαίου ἀντεχόμενον καὶ τὴν ἀδικίαν ἐκκόπτοντα. εἰ δὲ ἀπειλοῦσι, μὴ δειλιάσῃς, ἀλλὰθάρσει ὅτι ὁ Θεὸς βοηθήσει(a9) καὶ τὴν ὁλόψυχόν σου σπουδὴν ἐκπληρώσει, τάχιον ταύτην ἀποδεχόμενος, μόνον ἀνωτέρα τύφου καὶ κενοδοξίας ὑπαρχέτω σοι ἡ σπουδὴ καὶ αἰσχροκερδείας ἐκτός.Καὶ μὴ λογίσῃ <εἰς> σεαυτὸν(a1) ὡς οὐκ ἀναγκαῖον ταράττεσθαι καὶ διώκειν ἑαυτὸν(a2) καὶ παρεμβάλλειν ταῖς ἀλλοτρίαις ὀχλήσεσι, πεποιηκότος σε τοῦ Θεοῦ ἱκανὸν εἰς τὸ λέγειν καὶ ἄλλῳ ὑπερασπίζεσθαι· μήτε μὴν ἐξουθενήσῃς τὸ τῆς ἄνωθεν δεξίας χάρισμα καὶ ἀνωφελὲς δείξῃς καὶ ἀνενέργητον. ὁ πλούσιος γάρ, οὗ τὴν πολιτείαν ὁ εὐαγγελιστὴς καὶ τὸν πλοῦτον ἀνακηρύττει(a1) τρανότατα οὐδὲν τὸν Λάζαρον ἔβλαψεν, ἀλλὰ ἀντιλαβέσθαι τούτου δυνάμενος τοῦτο οὐ πράξε(a2). καὶ τῷ Πιλάτῳ δὲ οὐδὲν ἄλλο τῆς καταδίκης γέγονε πρόξενον ἢ τὸ δύνασθαι ἀθῳῶσαι τὸν Κύριον καὶ μὴ τοῦτο πεποιηκέναι. ὡς καὶ αὐτὸς ἐμαρτύρησε πρὸς μὲν τὸν Χριστὸν εἰπὼν ὅτι ἐξουσίαν ἔχω ἀπολῦσαί σε, πρὸς δὲ τοὺς Ἰουδαίους τό· οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν τῷ ἀνθρώπῳ τούτῳ(a). διὸ καὶ παρὰ τοῦ Δεσπότοῦ ἀκήκοε τό· οὐδεμίαν ἐξουσίαν εἶχες κατ'ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν· πλὴν ὁ παραδιδούς με σοι μείζονα ἁμαρτίαν ἔχει. καὶ τὸν μὲν Ἰούδαν ἐποίησεν ἐξάρχοντα τοῦ κακοῦ, τὸν δὲ Πιλάτον, δεύτερον. διὰ τί ὁ Πιλάτος βαρέως κατεδικάσθη; διότι δυνάμενος ἀπολῦσαι τὸν Κύριον τοῦτο οὐκ ἐποίησεν, εἰ τάχα καὶ οἰκονομία ἦν τὸ γινόμενον. πρόσεχε οὖν καὶ σὺ μὴ τὰ αὐτὰ πάθῃς, ἀλλ', εἰ δύνασαι, βοήθησον.Εἰ δὲ πλῆθός ἐστιν τὸ κατηγοροῦν, σὺ δὲ ἔχεις ἐξουσίαν τοῦ κρίνειν, ἀκριβολόγησον· καὶ εἰ μὲν εὑρήσεις δίκαια λέγον(a1) τὸ πλῆθος, δὸς ἀπόφασιν μετὰ φιλανθρωπίας, εἰ δὲ ἐξ ἐπιβουλῆς τὸ πλῆθος ἐκινήθη κατὰ τοῦ ἀνθρώπου εἴτε καὶ ἀπὸ φθόνου, σοφῶς ὑπελθὼν ἔξελε τὸν κατηγορηθέντα καὶ ἔσῃ στόμα Θεοῦ καὶ ἄνθρωπος(a2) αὐτοῦ.Καὶ φοβήθητι τὸν Θεὸν μᾶλλον ἢ τοὺς ἀνθρώπους· αἰδεσθήσονται γάρ σε μᾶλλον οἱ ἀθυροστομοῦντες. πλὴν ἡ παρρησία σου(a1) μὴ ἔστω ἀπονενοημένη, ἀλλὰ μετὰ ταπεινώσεως καὶ ἀγάπης Θεοῦ. καὶ εἰς πάντα ἀντιλαβοῦ τοῦ ἐνδεοῦς· ὁ γὰρ πλούσιος θεός ἐστιν τοῦ πτωχοῦ διὰ τὸ εὐεργετεῖν αὐτόν. ὅθεν καὶ οἱ Βουλγαρίοι τὸν πλούσιον(a2) βογάτον λέγουσιν, ὅπερδηλοῖ θεοειδῆ. εἰ δὲ τῶν μέσων(a3) εἶ καὶ οὐ δύνασαι παρρησιασθῆναι οὐδὲ μεταδοῦναι ὧν χρῄζει, ὃ δύνασαι ποίησον· δὸς τὸ κατὰ δύναμιν, βοήθησον ἐν τοῖς πειρασμοῖς, παραμύθησαι. εἰ δὲ τῶν κάτω παντελῶς εἶ, ὅπερ ἀπεύχομαι, σπλαγχνίσθητι, συνάλγησον, δάκρυσον, σκυθρώπασον, καὶ ὁ Θεὸς ταῦτα ὡς μεγάλα δέξεται καὶ τὸν μισθὸν ἀντιδώσει σοι(a4). μὴ ἀφόρα δὲ εἰς ἀντιδόσεις ἀνθρωπίνας ἀλλ'εἰς τὸν Θεόν. καὶ εἰ ἐλύπησέ σε τις, καὶ εὑρὼν αὐτὸν εἰς κίνδυνον ἀδίκως πάσχοντα ὄρεξον αὐτῷ(a5) χεῖρα· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. τότε γὰρ μᾶλλον Θεῷ καὶ ἀνθρώποις ἀρέσεις.Εἰ δὲ δουλεύεις βασιλεῖ, πρόσεχε καὶ τὴν διαβολήν σου ἀκριβῶς καὶ τὴν πτῶσίν σου πρὸ ὀφθαλμῶν σου καθεκάστην ἔχε. οὐκ οἶδας γὰρ τί ὀπίσω σου τεκταίνουσιν. καὶ εἰ μὲν πρῶτος ἄνθρωπος εἶ τοῦ βασιλέως, ταπείνου σεαυτὸν καὶ μὴ παρρησιάζῃ· ἡ γὰρ δόξα καὶ ἡ παρρησία ἐπιφθόνους ποιεῖ. εἰ δὲ καὶ καιρὸς ἀπαιτῇ παρρησιασθῆναι, ἡρέμα τοῦτο ποίησον καὶ μετὰ πρᾳότητος.Μὴ φθονήσῃς μηδὲ μνησικακήσῃς τινί· ὁδοὶ(a) γὰρ μνησικάκων εἰς θάνατον. Ἀλλ'ἐάν τις λαλῇ κατὰ σοῦ, κατιδίαν αὐτὸν προσκαλεσάμενος εἰπὲ αὐτῷ μετὰ ἤθους χρηστοῦ· ἀδελφέ, τί σε ἐλύπησα καὶ καταλαλεῖς μου; ἐὰν ἠδικηθῇς τι παρ'ἐμοῦ, εἰπὲ καὶ διορθοῦμαι τοῦτο. καὶ εἰ μὲν(a2) ἠδίκησας αὐτόν, ποίησον διόρθωσιν· εἰ δ'οὐδὲν ἠδίκησας αὐτόν, ἐντραπήσεται τὴν σὴν ταπεινοφροσύνην καὶ παύσεται. εἰ δὲ θέλεις μετ'ἐξουσίας ἀπειλήσασθαι αὐτῷ, σεαυτὸν βλάψεις. ἀναισχυντήσει γὰρ μᾶλλον τότε καὶ ἐνεδρεύσει σοι καὶ ὡς οὐ προσδοκεῖς βλάψει σε.Εἰ δὲ θέλῃς μεσιτεῦσαι ὑπὲρ φίλου σου, σοφῶς καὶ μετ'ἐπιστήμης τοῦτο ποίησον, φανερῶς δὲ σπανίως, ἵνα μή σου καταγνώσῃ τίς τε(a) καὶ ὑπολάβῃ διὰ δῶρά σε τοῦτο ποιεῖν, καὶ βλάψεις καὶ σεαυτὸν καὶ τὸν μεσιτευόμενον.Μὴ πλανηθῇς διὰ δῶρα ἢ δι'ἀγάπην ποιῆσαι σιγίλλιον βασιλικὸν ἢ πιττάκιον(a) κατὰ ἀπόφασιν καὶ μὴ ἐνδεχόμενον, καὶ οὐ μόνον ἐκπέσεις τῆς δόξης σου ἀλλὰ καὶ δημευθήσῃ.Παραιτοῦ δὲ τὸ ὁμιλεῖν μετὰ ἀτάκτων καὶ πρόσεχε ὁπόταν μετὰ τῶν συντρόφων(a1) σου ὁμιλεῖς ἢ μετὰ ἄλλου τινός. καὶ εἴπερ ἐμπέσῃ λόγος διὰ τὸν βασιλέα, ἢ τὴν δέσποιναν(a2), τὸ σύνολον μηδὲ ἀποκριθῇς, ἀλλ'ὑποχώρησον. πολλοὺς γὰρ εἰς τοῦτο κινδυνεύσαντας εἶδον. λαλεῖ γὰρ ὁ ἄφρων ὡς παίζων εἴτε μετὰ πανουργίας καὶ στραφεὶς καταψεύσεταί σου ὡς σὺ ταῦτα εἶπες. εἰ δὲ κἀκεῖνος ἐν ἁπλότητι ὡμίλησεν, ἄλλος τις πανοῦργος δραμὼν ἀναγγελεῖ(a3) ταῦτα, καὶ εὐθυνθήσῃ διότι ἐκεῖσε παρευρέθης. καὶ τοῦ μὲν λέγοντος καταφρονήσουσιν, τὴν δὲ αἰτίαν ἐπὶ σὲ ἀναθήσουσι. πρόσεχε, τέκνον, τὰ εὐκαταφρόνητά σοι δοκοῦντα. ταῦτα μεγάλων κινδύνων εἰσὶ(a4) πρόξενα. πολλοὺς γὰρ εἶδον κινδυνεύσαντας ἐν τούτοις.Εἰ δὲ καὶ ὁ βασιλεὺς τὰ πάντα εἴς σε ἀναθήσει(a1) καὶ διὰ στόματός σου διοικεῖται τὰ τῆς ἐξουσίας αὐτοῦ, μὴ ὑψηλοφρονήσῃς μηδὲ καταφρονήσῃς αὐτοῦ. οἱ γὰρ ἄνθρωποι γλίχονται φθάσαι εἰς τοιοῦτον μέτρον, φθάσαντες δέ τινες εἴτε ἐξ ἄκρας ἀρετῆς εἴτε ἀπὸ σπουδῆς εἴτε κατὰ συγχώρησιν(a2) Θεοῦ, ἔσχατον δὲ(a3) ἀμελήσαντες καὶ εἰς τῦφον ἐμπεσόντες ἀπόλλυνται. σὺ δὲ εἰ ἐξ ἄκρας ἀρετῆς εἶτε ἀπὸ σπουδῆς εἴτε κατὰ συγχώρησιν Θεοῦ φθάσῃς, ὅπερ ἀπεύχομαι(a4), εἰς μέγα μέτρον, μὴ καταφρονήσῃς μηδὲ ἐπαρθῇς, ἵνα μὴ κατενεχθῇς πτῶμα χαλεπώτατον, ἀλλὰ καὶ εἰ κατὰ συγχώρησιν Θεοῦ προκόψεις, σπούδασον διὰ ταπεινοφροσύνης καὶ σπουδῆς μεταποιῆσαι τοῦ ἐλεήμονος Θεοῦ τὴν ῥοπήν.Μὴ ἄπληστος εἶ εἰς τὸ λαβεῖν ἀλλὰ πᾶσιν ἴσος γενοῦ καὶ μηδένα ἐχθράνῃς διὰ δῶρα καὶ περιπέσῃς(a1). ἀρκεῖ(a2) γάρ σοι τὰ ἀπὸ προαιρέσεως διδόμενα.Τὰ συμπόσια παραιτοῦ· πολλή γὰρ ἐν αὐτοῖς 4.27 καὶ φλυαρία(a2) συμβαίνει. οἶδα γὰρ ὅτι ἐὰν φυλάξεις τοῦτο καταμωκήσονταί σου ὡς ἀκοινωνήτου καὶ φειδωλοῦ. καὶ συμφέρει σοι τοῦτο ἢ ἀπελθεῖν εἰς συμπόσιον ἢ ποιῆσαι αὐτὸ(a3) καὶ εἴτε εἰς βασιλέα διαβληθῆναί σε ὡς τὸ συμπόσιον(a4) κατ'αὐτοῦ γέγονεν εἶτε λόγον(a5) ἀφροσύνης φθέγξασθαί σε καὶ παρὰ τῶν δαιτυμόνων μεμφθῆναί σε.Πρόσεχε οὖν καὶ ἔχε ἀκρίβειαν εἰς τὰ τῆς πόλεως πράγματα ὑπερβάλλουσαν, ἵνα μηδέν σε λανθάνῃ, ἀλλ'ἔχε(a1) κατασκόπους πάντῃ(a2) καὶ πανταχοῦ εἰς πάντα τὰ συστήματα, ἵν'ὁπόταν μελετηθῇ τι, μάθῃς τοῦτο. ὡσαύτως καὶ τὰ ἐν ταῖς ἄκραις καὶ ἐν ταῖς μέσαις ἐπαρχίαις μὴ δή(a3) σε διαλανθάνῃ. μὴ προσπαθῇς τὸν ὕπνον μηδὲ τὴν ἀνάπαυσιν τῶν ἐρχομένων(a4) ἀπὸ τῶν ἔξω. ἐρώτα κατιδίαν· εἰσὶ γάρ τινες μὴ ἔχοντες παρρησίαν ἐκ φύσεως, ἔχοντες δὲ λαλῆσαί τι μέγα καὶ μὴ τολμῶντες.Εἰ δὲ δουλεύεις βασιλεῖ καὶ εἶ τῶν κάτω, πάσῃ φυλακῇ τήρησόν σου τὸ στόμα καὶ ὑποτάγηθι τοῖς μείζοσι καὶ γίνου τῇ προαιρέσει ἔσχατος πάντων καὶ ὑψώσῃ σε ὁ Θεός. μὴ γίνου σκληρὸς καὶ ἀκαμπὴς καὶ τοῖς μείζοσι μὴ ὑποτασσόμενος, ἀπέρχου δὲ καὶ πρὸς αὐτούς, πλὴν μὴ ἐνδελεχῶς· ἡ γὰρ συνήθεια εὐκαταφρονήτους(a) ποιεῖν εἴωθενΕἰ δὲ δουλεύεις ἄρχοντι, δούλευσον αὐτῷ οὐχ ὡς(a1) ἄρχοντι ἢ ἀνθρώπῳ, ἀλλ'ὡς βασιλεῖ καὶ ὡς Θεῷ. καὶ εἰ ἔστιν ἄγνωστος καὶ ἀνίκανος, σὺ δὲ περισσεύεις(a2) ἔν τε γνώσει καὶ σοφίᾳ καὶ ἐπιτηδειότητι, μὴ καταφρονήσῃς αὐτοῦ καὶ ἀχρειώσει σε(a3) σε. καὶ μὴ εἴπῃς ὡς, οὐ τολμᾷ μοι κακόν τι ποιῆσαι. πολλοὺς γὰρ εἶδον οὕτως ἀχρειωθέντας. Καὶ ἴσως να εἴπῃς ὅτι ἄφρων ἐστὶ καὶ οὐ γνώσεται ὃ ἂν ποιήσω. ὁ Νῶε μεθυσθεὶς ἀπὸ τοῦ οἴνου ἔκειτο ἀναισθητῶν· πλὴν ἔγνω τί ἐποίησε Σὴμ καὶ Ἰάφεθ(a) καὶ πῶς αὐτοῦ κατεγέλασε Χὰμ καὶ ἀμφοτέροις κατὰ ἀξίαν ἀπένειμεν. μὴ δολιεύσῃς αὐτὸν εἴτε ἐν γραφῇ εἴτε ἐν σφραγίδι ἢ ἐν χρυσῷ ἢ ἐν ἄλλῳ τινί. καὶ εἰ τοῦτο ποιήσεις καὶ φανερωθήσεται, πάντως καταγέλαστος ὑπὸ πάντων ἔσῃ. καὶ τὰ μέλλοντα ὡς ἐνεστῶτα(a) λογίζου καὶ οὐ διαμάρτῃς(a6). ἐὰν ποιήσει(a7) σφάλμα τι ἀνῆκον εἰς τὸ δημόσιον μὴ ἐκφαυλίσῃς αὐτό(a8), μηδὲ ἐὰν λυπήσει σε, ἀλλὰ φύλαξον αὐτοῦ τὸ μυστήριον φυλακῇ πάσῃ. εἰ δὲ δημοσιεύσεις αὐτό, ἔκτοτε πάντες φεύξονται ἀπὸ σοῦ ὡς ἀπὸ ὄφεως.Τὴν(a) δέσποινάν σου ὡς μετὰ ἀληθείας κυρίαν σου καὶ μητέρα σου καὶ ἀδελφήν σου, οὕτως σέβου. καὶ ἐὰν θελήσῃ παῖξαι μετὰ σοῦ, σὺ ἀπόστηθι, ἀποπήδησον. κάτω νεύων ὁμιλεῖ πρὸς αὐτὴν.Καὶ εἰ μὲν ὠφελῇ(a1) σε ὁ κύριός σου ἢ ἀποδέχηται(a2) εἶναι μετ'αὐτοῦ, ἔσῃ μετ'αὐτοῦ. εἰ δ'οὐκ ἔσται σοι εἰς ἀποδοχήν, ὑποχώρησον ἐξ αὐτοῦ μετ'εἰρήνης. καὶ εἰ ἠδίκησέ σε, μὴ ἐγκαλῇ αὐτῷ ἀλλὰ ἄφες καὶ ὁ Χριστός ἀντιλάβοιτό σου.Εἰ δὲ κριτὴς εἶ θεματικός, μὴ εἰς λῆψιν δώρων ὄμμα καὶ χεῖρας ὀρέξῃς. ὁ γὰρ πρὸς δῶρα κεχηνὼς εἰς σκότος(a1) ἀγνωσίας περιπατεῖ εἰ καὶ πολυμαθής ἐστι καὶ πάσης φρονήσεως καὶ γνώσεως ἀνάπλεος. ἀρκοῦ δὲ μᾶλλον οἷς ἀπὸ τύπου ἔχεις. μὴ γὰρ ἀπέστειλάν σε σωρεύειν χρήματα ἀλλὰ δικαιοῦν τοὺς ἀδικουμένους. μηδενὶ(a2) διὰ φιλανθρωπίαν ἐν κρίσει προσπαθήσῃς(a3), ἀλλ'εἰ ἔστι σοι πάνυ φίλος τις <καὶ> μέλλῃ καταδικασθῆναι, παραίτησαι τὴν τοιαύτην ὑπόθεσιν καὶ μὴ κρίνῃς ἀδίκως. ἔσχατον μὲν γὰρ σὺ αἰσχυνθήσῃ, ὁ δὲ φίλος σου παρὰ τῶν πολιτικῶν δικαστῶν καταδικασθήσεται. ἐὰν ἀποβλέπῃς εἰς τὸ λαβεῖν, οἱ μὴ διδόντες σοι δῶρα οὐκ ἀγαθοὶ τοῖς ὀφθαλμοῖς σου φανήσονται κἂν λίαν εἰσὶ(a4) χρηστοί, οἱ δὲ διδόντες σοι(a5) ἀγαθοὶ φανήσονται καὶ τὸ πνεῦμά σου ἀναπαυθήσεται(a6) ἐπ'αὐτοῖς κἂν ἀνδροφόνοι εἶεν. ἔθος γὰρ τοῖς νοσφιζομένοις δῶρα τυποῦν ἐν τῇ ἑαυτῶν ψυχῇ ὅτι· ἀπὸ τοῦδεῖνος μέλλω λαβεῖν δώρων τάδε. καὶ εἰ μὲν λάβοι πάλιν ἀποβλέπει καὶ δεύτερον καὶ τρίτον λαβεῖν, εἰ δ'οὐ λάβῃ, ὡς ἰδίου πράγματος στερηθεὶς(a7) χολανθήσεται καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής(a). ἄκουσον γὰρ τί ὁ Ἀμβακούμ(a9) βοᾷ πρὸς Κύριον· ἐξεναντίας μου, φησίν, γέγονε κρίσις καὶ ὁ κριτὴς ἔλαβε δῶρα, καὶ διὰ τοῦτο διεσκέδασται νόμος καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον· ἕνεκα τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον.Εἰ δὲ προσέλθοι σοί(a1) τις χωρὶς δίκης χαριζόμενός σοι δῶρα καὶ λέγων· λάβε ταῦτα, ἐγὼ ἀγαπῶν σε δίδωμί σοι αὐτά, μὴ λάβῃς ταῦτα. εἰ γὰρ καὶ τότε οὐκ αἰτεῖταί(a2) σε τι, ἀλλὰ μετὰ τὸ λαβεῖν σε ταῦτα εἴπῃ σοι ποιῆσαι αὐτῷ παράνομον χαρτίον. καὶ εἰ(a3) μὲν ποιήσεις αὐτό, ἔχεις καὶ ἀπὸ τοῦ Θεοῦ καταδικασθῆναι καὶ ἀπὸ τοῦ βασιλέως καὶ ἀπὸ τῶν πολιτικῶν δικαστῶν· εἰ δ'οὐ ποιήσεις αὐτὸ(a4), ἀντιστρέψεις τὰ δοθέντα σοι μετ'αἰσχύνης, ἐγκληθεὶς(a5) παρ'αὐτοῦ.Ἐὰν ἔλθῃ ἐπήρεια(a1) εἰς τὸ θέμα καὶ ἔχῃς σὺ πρόσταξιν ταύτην διανύσαι, μὴ ποιήσῃς τὴν τοῦ κοινοῦ ζημίαν σὸν κέρδος. οὐ γὰρ διὰ τὸ κερδῆσαί σε αὐτὴ ἐπηνέχθη(a2). ἀρκεῖ γὰρ τοῖς ἐπηρεαζομένοις ἡ τοῦ κακοῦ ἀπότισις.Ἐὰν συμβῇ(a1) φόνος μὴ πάθῃ ἄλλος ἀντ'ἄλλου ἀλλ'ἐκεῖνος μόνος ὁ τοῦτο(a2) τολμήσας. εἶδον γὰρ ἐγὼ πολλοὺς ἀναιτίους ὑπαχθέντας τῇ δίκῃ, τοὺς δὲ(a3) αἰτίους ἀθῳωθέντας διὰ δόσινχρημάτων. καὶ ἐμνήσθην Δίωνος(a4) τοῦ Ῥωμαίου εἰρηκότος ὅτι καὶ οἱ πάνυ(a5) ἀξιόπιστοι τῶν ἀνθρώπων καὶ λόγοις ἐπιτηδείοις καὶ χρήμασι καταδουλοῦνται.Οἱ νοτάριοί σου καὶ οἱ λοιποὶ οἱ ἐξυπηρετοῦντές σοι φοβείσθωσάν σε(a1)· καὶ εἰ φοβοῦνταί σε(a2) οὐκ ἔσονται ἀδικηταί. καὶ μὴ φοβῇ σὺ(a3) μᾶλλον αὐτούς. πόθεν δὲ τοῦτο συμβαίνει; ἐκ τοῦ εἶναί σε ἀδικητήν. εἰ μὴ γάρ ἦς ἀδικητὴς καὶ εἶχον κατὰ σοῦ ἀπογραφὰς οἱ ἄνθρωποί σου, οὐκ ἂν ἐφοβοῦ αὐτούς. οἱ γὰρ μετὰ δικαιοσύνης βιοῦντες πάντοθεν κατωχύρωνται. πλὴν μὴ θελήσῃς ἀπηνῶς οὕτως καὶ ἀκαίρως ἐκφοβεῖν τοὺς ἀνθρώπους σου καὶ τοὺς λοιποὺς τοὺς ὑπὸ τὴν χεῖράν σου· ἐγκοτήσουσι γάρ σοι. εἰ γὰρ καὶ γεγόνασιν ὑποχείριοί σου, ἀλλὰ ἄνθρωποί εἰσιν ὡς καὶ σύ. καὶ ἴσως ὡς χρῄζει(a4) νῦν ὁ ὑποχείριός σου ἀντιλήψεως σῆς, φέρει σε τὸ φέρον ἵνα σὺ δεηθῇς αὐτοῦ χεῖρα ὀρέξαι σοι. εἶδον γὰρ τοῦτο ἐγὼ καὶ ἐθαύμασα τοῦ βίου τὸ ἄστατον .Οἱ νοτάριοί σου ὁπόταν κατὰ τινος τῶν θεματικῶν(a1) λέγωσι, μὴ αὐτίκα συναπαχθεὶς(a2) τοῖς λόγοις αὐτῶν καὶ θυμωθεὶς ἀμύνῃς αὐτόν. ἔθος γὰρ τοῖς ὑποχειρίοις ἵνα εἰ μὲν λάβωσί τι παρὰ τινος ἐπαινῶσιν αὐτὸν πρὸς τὸν κύριον αὐτῶν καὶ μεγαλύνωσιν αὐτὸν κἂν ἀνδροφόνος ἐστὶ καὶ τυμβωρύχος. εἰ δ'οὐ λάβωσί τι ἀπό τινος, εἰ καὶ τῶν χρησίμων καὶ εὐγενῶν ἐστί, ὀργίζονται ὡς ἀδικηθέντες παρ'αὐτοῦ(a3) καὶ ἀπελθόντες πρὸς τὸν κύριον αὐτῶν(a4) παροξύνουσιν αὐτὸν(a5) κατ'αὐτοῦ λέγοντες· ὕβρισέ σε ὁ δεῖνα καὶ οὐδὲ ἔχει(a6) σε κεφαλὴν αὐτοῦ,ἀλλὰ ἀντ'οὐδενός σε ἔχει. μᾶλλον δὲ καὶ ἂν διὰ τὰς ἀταξίας τοῦ νοταρίου σου γέγονέ τις ταραχή, ὑποστρέψας πρός σε αὐτός, φησίν, ταύτην κατεσκεύασεν, εἰ καὶ σιωπὴν ὑπεκρίνατο· ἀλλ'εἰ μὴ σωφρονισθῇ ὁ τοιοῦτος ἵνα καὶ ἄλλοι δι'αὐτοῦ παιδευθῶσιν, δουλεία ἐκεῖ οὐ γίνεται. καὶ ἄλλα μυρία συρράψας ἐξάπτει σε τὸν κύριον αὐτοῦ κατὰ τοῦ μηδὲν ἠδικηκότος. καὶ ὁρμήσαντός σου πρὸς ἄμυναν, εἴτε ἡ χώρα λυπηθεῖσα κατὰ τῆς ἀδικωτάτης αὐτοῦ πράξεως ἐπανίσταται αὐτῷ, καὶ τότε μετ'αἰσχύνης ποιεῖ ἀπολογίας προβαλλόμενος ἄγνοιαν, εἴτε μὴν κρατήσαντός(a7) σου τὸν ἀθῷον καὶ τοῦτον κακώσαντος, παρωξύνθη(a8) ὁ ἐτάζων καρδίας καὶ νεφρούς. διαγινωσκομένου δὲ τοῦ δράματος(a9) παρὰ τῶν μειζόνων καταγνώσονταί σου πάντες. εἰ δὲ τὴν αἰτίαν ἐπὶ τὸν ὑποχείριόν(a10) σου θήσεις ἀκούσεις παρ'αὐτῶν τό· σὺ(a11) αὐτοῦ ἦρχες οὐκ αὐτὸς σοῦ.Καὶ πρόσεχε τούτοις, ἀγωνίζου δὲ μᾶλλον ἵνα καὶ ἡ κρίσις σου λελογισμένη ἐστὶ καὶ ἡ ἀπόφασίς σου(a1) νόμιμος καὶ μετὰ συνέσεως. καὶ εἰ κατ'ἐπήρειαν ἐγκληθήσῃ(a2), ἀναγινωσκομένων τῶν ἡμερησίων σου σχεδαρίων παρὰ τῶν πολιτικῶν δικαστῶν ὡς θεολογίαν ταῦτα 8.15ἀλαζόνες(a1), ὡσαύτως καὶ οἱ δυσειδεῖς. Σὺ δὲ τοῖς πᾶσιν ἴσος γενοῦ καὶ οὐ διαμάρτῃς(a2) τοῦ ὀρθοῦ σκοποῦ. μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ καὶ μὴ βδελύξῃ ἄνθρωπον ἐν ὁράσει αὐτοῦ. μικρὰ ἐν πετεινοῖς ἡ μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς φησὶν ὁ Σιράχ. ἄλλοι δὲ περίγοργοι φαινόμενοι εἰσὶ τὴν τελείαν νωθροί, λόγους χαριζόμενοι καὶ οὐκ ἔργα· ὧν χρὴ πιστεύειν <οὐ τοῖς> λόγοις, ἀλλὰ τοῖς ἔργοις.Εἰ δὲ νοτάριος εἶ, μὴ διὰ τῆς λειξούρας(a) σου ἀχρειωθῇ ὁ κύριός σου, ἀλλὰ μᾶλλον ἀγωνίσθητι ἵνα διὰ τῆς πράξεώς σου καὶ τῆς ἐνεργείας σου ἐπαινεθῇ. πρὸς γὰρ τιμὴν αὐτοῦ καὶ ἀνάπαυσιν προσελάβετό σε καὶ οὐ πρὸς ἀρὰν καὶ αἰσχύνην.Εἰ μὲν γὰρ γραμματικὸς εἶ ἢ φιλόσοφος σπούδασον ἵνα καὶ διὰ τοῦ σχήματος καὶ τῶν ῥημάτων καὶ διὰ τῆς ἐνεργείας καὶ αὐτῶν τῶν πραγμάτων δείξεις τὴν ἐπιστήμην σου καὶ ὅτι ἡ μελέτη καὶ ἡ σχολή σου οὐκ εἰς κενὸν γέγονεν. ἔσο δὲ(a) οἰκονομικὸς καὶ πολιτικός. οὐ λέγω δὲ πολιτικὸς οἷον μῖμος καὶ παιγνιώτης, ἀλλὰ πολιτικὸς λέγω διδάξαι δυνάμενος πόλιν ὁλόκληρον ἀγαθοεργεῖν καὶ ἀναστεῖλαι ἐξ αὐτῆς κακόν, ἵνα οὐ μόνον οἱ ὁρῶντές σε ἀγάπην καὶ τιμὴν ἔχωσι πρός σε, ἀλλὰ καὶ οἱ ἀκούοντες τὴν ἀρετήν σου καὶ τὴν σύνεσίν σου. καὶ σπούδασον τὴν γνῶσίν σου φανερὰν πᾶσιν ποιῆσαι δι'ἔργων.
II. STRATEGICA
Εἰ δὲ στρατηγὸς εἶ καὶ ἐνεπιστεύθῃς λαὸν (στρατηγὸν δὲ φημί τὸν ὑπερέχοντα καὶ ἐξάρχοντα τοῦ φοσάτου), ἀγρύπνησον καὶ τὰς νύκτας καὶ τὰς ἡμέρας καὶ ἔστω σοι μέριμνα ὅπως στήσεις 9.06 κατὰ τοῦ ἔθνους.Καὶ εἰ μὲν εἶ ἐν πολεμίᾳ, ἔστωσάν σοι πολλοὶ καὶ πιστοὶ καὶ ἐνεργεῖς οἱ κατάσκοποι οὓς χονσαρίους οἴδαμεν καλεῖν. δι'αὐτῶν γὰρ ὀφείλεις μανθάνειν τήν τε τοῦ ἐχθροῦ δύναμιν καὶ τὴνπανουργίαν αὐτοῦ. ἄνευ γὰρ κατασκόπων ἀδύνατον ποιῆσαι δουλείαν. εἰ δὲ καὶ(a1) χωρίς αὐτῶν ἐνεργήσει τις ἀλλὰ σπανίως καὶ ἐκ τῶν ἀπροσδοκήτων. οἱ δὲ κατάσκοποί σου μὴ γνωρίζωσιν ἀλλήλους. ἴσως γὰρ κρατεῖταί τις ἐξ αὐτῶν καὶ φανεροῖ καὶ τοὺς λοιπούς. ἔστωσάν σοι δὲ καὶ ἄλλοι χονσάριοι(a2), οἱ λεγόμενοι συνοδικοί(a3). συνοδικοὶ δέ εἰσιν(a4) οἵτινες καὶ ὀκτὼ καὶ ἐννέα(a5) καὶ δέκα καὶ πλείονες ἀποστέλλονται παρὰ σοῦ εἰς τὸ κρατῆσαι γλῶσσαν. δῶρα δὲ μὴ ἐγκρατεύῃ διδόναι αὐτοῖς, μᾶλλον δὲ ὁπόταν ποιήσωσι δουλείαν. καὶ ὁμίλει μετ'αὐτῶν πολλά, περιεργάζου δὲ αὐτοὺς ἐν ταῖς ὁμιλίαις, ποῖος ἔχει ἁπλοῦν φρόνημα καὶ ποῖος ποικίλον(a6), ποῖος(a7) ψεύδεται καὶ ποῖος ἀληθεύει. χρὴ δὲ γινώσκειν ποῖος ἐξ αὐτῶν ἐστί γοργὸς(a8) ἢ ἀργός, ἢ τολμηρὸς ἢ δειλός. πλὴν μὴ γινώσκωσι τὴν βουλήν σου μήτε οἱ κατάσκοποι μήτε ἄλλος τις. τοῦτο δὲ ἐπιτήδευε ἵνα καθεκάστην μανθάνῃς ποῦ κεῖται ὁ ἐχθρός σου καὶ πῶς κεῖται καὶ τί πράττει καὶ τί προσδοκεῖ καὶ πόσον λαὸν ἔχει καὶ τί βούλεται καὶ πῶς ἀπολύει(a9) τοὺς κουρσάτορας αὐτοῦ κἄν τε καὶ μή, κἄν τε πανοῦργός ἐστι κἄν τε ἁπλοῦς. καὶ εἰ μὲν ἁπλοῦς ἐστί, μὴ καταφρονήσῃς αὐτοῦ τὸ σύνολον καὶ χειρώσεταί σε, ἀλλ'ὡς πανοῦργον(a10) καὶ ἐπιτηδευτὴν αὐτὸν τροπώσασθαι σπούδαζε. ἄλλως δὲ οὐ δύνασαι μανθάνειν περὶ τῶν πολεμίων εἰ μὴ ἐὰν(a11) πολλοὺς κατασκόπους ἔχῃς.Καὶ μαθὼν ἀκριβῶς τὰ κατ'αὐτούς, τότε ἂν δύνασαι ἀντιτάξασθαι αὐτοῖς, πολέμησον, ἀλλὰ μὴ ἀσκόπως καὶ ἀπολέσῃς τὸν λαόν σου. ἀγωνίζου δὲ ἵνα μετὰ τρόπων καὶ μηχανῶν καὶ ἐνέδρων ταπεινώσῃς τὸν ἐχθρόν σου, καὶ ἔσχατον πάντων, εἴπερ ἐστίν ἀπαραίτητον, πολέμησον. καὶ μὴ πρότερον πολεμήσῃς πρὶν ἂν ἐκπειράσεις καὶ λάβῃς αὐτοῦ πεῖραν. εἰ γὰρ πρὸ τοῦ πεῖραν λαβεῖν σε τοῦ πολεμίου πολεμήσῃς αὐτῷ οὐ γινώσκεις πῶς ἔχεις πολεμῆσαι· καὶ ἐὰν τραπῇς, ἔκτοτε εἰσέρχεται δειλία εἰς τὸν λαὸν καὶ τοῦ λοιποῦ μετὰ δειλίας καὶ φόβου πορεύσῃ. εἰ δὲ καὶ ἔστι σοι ἡμέρα ἐπιτηδεία καὶ πρὸ τοῦ λαβεῖν αὐτοῦ πεῖραν, πολέμησον. πλὴν τοῦτο σπανίως γίνεται.Ἀγωνίζου δὲ φυλάττειν τὸν λαόν σου, πλὴν(a1) μὴ τῇ ἀφορμῇ ταύτῃ εἰς δειλίαν ἐμπέσῃς(a2), ἀλλὰ τολμηρὸς ἔσο καὶ ἄσκυλτος, καὶ μηδὲ δι'ὅλου τολμηρὸς, καὶ περιπέσῃς μηδὲ δι'ὅλου δειλός. καὶ εἰ δειλὸς εἶ, προφασίζῃ λέγων· ἐγὼ τοῦτο ἀγωνίζομαι ἵνα φυλάσσω τὸν λαόν μου. ἐρῶ γάρ σοι· ἐὰν(a3) ἤθελες φυλάσσειν τὸν λαόν σου, τί ἐξήρχου εἰς πολεμίαν; διὰ τοῦτο γὰρ εἴτε τὸ ἔθνος ἦλθε κατὰ σοῦ εἴτε σὺ κατ'αὐτοῦ, ἵνα ἀγωνίσῃ στῆσαι τρόπαιον· τρόπαιον δὲ ἄλλως οὐ συνίσταται εἰ μὴ διὰ μηχανῆς ἢ πολέμου καθολικοῦ. οὐ λέγω σοι δὲ ἵνα μὴ φυλάσσῃς τὸν λαόν σου, οὐδὲ ἐπιτάττω σοι κατατολμᾶν τῶν(a4) ἀδυνάτων, ἀλλὰ λέγω σοι· πάντα μετὰ συνέσεως καὶ προσοχῆς καὶ σπουδῆς ποίει(a5), ἵνα μὴ εἴτε διὰ τῆς τόλμης εἴτε διὰ τῆς νομιζομένης σοι φυλακῆς μεμπτέος ἔσῃ. τοίνυν μήτε δειλὸς εἶ μήτε ἀνδρεῖος δι'ὅλου, ἀλλὰ τὰ πλείονά σου ἔστωσαν τολμηρά, τὰ δὲ νομιζόμενά σοι δειλὰ(a6) ἔστωσαν σοφὰ καὶ ὑποῦλα μετὰ πανουργίας. ἐν τούτοις γὰρ φοβερὸς ἔσῃ τοῖς ὑπεναντίοις.Ἤθελόν σοι δὲ δηλῶσαι καὶ πῶς ὀφείλεις παρατάξασθαι ἐν ἡμέρᾳ πολέμου, ἀλλ'ἱκανῶς οἱ ἀρχαιότεροι ἐξέθεντο καὶ τούτοις ἀρκεσθήσῃ. ὡς γὰρ νοεῖς τὸ ἔθνος, οὕτως ποίει καὶ τὴν παράταξιν. εἰσὶ γὰρ ἔθνη οἳ(a1) μονοφάλαγγον τὴν παράταξιν ποιοῦσιν ἕτεροι δὲ διφάλαγγον(a2), ἄλλοι δὲ σποράδην, ἄλλοθεν ἄλλος ἐρχόμενοι κύκλῳ. παρὰ πάσας δὲ τὰς παρατάξεις ἡ ῥωμαϊκή ἐστι κρείττων καὶ ἀσφαλεστέρα.Ἰστέον δὲ ὅτι πᾶσα μηχανὴ(a1) τῶν ἐθνῶν τὸ ἔνεδρόν ἐστι. καὶ χρή σε ταῦτα παραφυλάττεσθαι· πολλοὶ γὰρ δι'αὐτῶν ἑάλωσαν(a2). ἀλλὰ καὶ σὺ ποίει ἔνεδρα(a3) εἰς τόπους ἐπιτηδείους καὶ ἀπροόπτους, καὶ εὐοδοῦντός σε τοῦ Θεοῦ ἀνδραγαθήσεις.Πρόσεχε τοὺς αὐτομολοῦντας καὶ προσφεύγοντάς σοι(a1). πολλοὶ γὰρ ἐξ ἐπιβουλῆς τῶν ἐναντίων καὶ μετὰ δόλου αὐτομολοῦσιν εἰς τὸ ἀπατῆσαι καὶ ἐνθεῖναί σε εἰς χεῖρας τῶν ἐχθρῶν σου, καὶ ἔσχατον καὶ αὐτοὶ φεύξονται. εἰσί δὲ καὶ ἕτεροι προσπεφευγότες ἢ διὰ τὸ εὐεργετηθῆναι παρὰ σοῦ εἴτε λυπηθέντες παρὰ τοῦ ἔθνους αὐτῶν καὶ οὐκ ἐνδέχεται ἵνα ἀπιστῇς πᾶσι. πλὴν μηδὲ πιστεύῃς ἀλλὰ τοὺς αὐτομολοῦντας πρός σε, εἴ τινες εἶεν, δέχου μετὰ χαρᾶς καὶ εὐεργέτει καὶ τὴν πρόνοιαν αὐτῶν(a2) ποίει ἀγαθὴν καὶ δαψιλῆ. ἔχε δὲ(a3) αὐτοὺς εὐόπτους καὶ φυλαττέσθωσαν, πλὴν ἀσυγνώστως(a4), ἕως ἂν ἐξετάσεις κατιδίαν τὰ περὶ αὐτῶν, μὴ γινωσκόντων ἐκείνων ὅτι ἐρευνᾷς καὶ σκανδαλισθῶσιν. μετὰ δὲ τὸ(a5) πληροφορηθῆναι σε ὡς ἐνἀληθείᾳ καὶ ὁλοψύχως σοι προσῆλθον, ἔστωσάν σοι οἰκεῖοι.Τὴν κατοῦναν σου ὡς(a1) εὐρυχώρους(a2) τόπους ἵστα καὶ ἐμφανεῖς, ἐὰν ἔχῃς λαὸν· εἰ δὲ ὀλιγοστὸς εἶ, μᾶλλον εἰς ἀφανεῖς καὶ ὀχυροὺς(a3) τόπους, ἵνα μὴ κατοπτεύσαντές σε καὶ ἐκ τοῦ αἰφνιδίου κυκλώσαντες χειρώσονταί σε. κρεῖττον γὰρ ἐστιν εἰ μὴ γινώσκούν(a4) σου τὴν δύναμιν μηδὲ πῶς κεῖται ὁ λαός σου. εἰ δὲ ἔχεις δύναμιν μεγάλην, ὡς προείρηται, εἰς ἐμφανεῖς τόπους καὶ ἔξω τῆς ὕλης ἁπλίκευε. τοὺς δὲ γλινοειδεῖς τόπους καὶ ἔχοντας ὀσμὴν ἀπόφυγε διὰ τὰς ἀρρωστίας. οἱ δὲ ἀρχαῖοι εἶπον ἵνα μὴ ποιῇ ὁ στρατὸς ἡμέρας πολλὰς εἰς ἕνα τόπον·γίνεται γὰρ ὀσμὴ καὶ ἐξ αὐτῆς ἀρρωστίαι. μᾶλλον δὲ εἰς πολεμίαν, ἵνα μὴ κατασκοπεύηται παρὰ τοῦ ἔθνους· ἐν χωρίοις δὲ τοιούτοις αὐλίζεσθαι, ἔνθα καὶ τοῖς ἀνθρώποις καὶ τοῖς ζῴοις ἔσται ἀνάπαυσις, οἷον παρὰ τὰς ὄχθας τῶν ποταμῶν, παρὰ πηγὰς καὶ κρήνας. καὶ καλῶς εἶπον. ἐγὼ δὲ καὶ τοῦτό σοι λέγω· ὡς ὁ τόπος σε παραδέξεται, μόνον τὸ ἀσφαλὲς τοῦ στρατοῦ ποίησον. Προφυλακὰς πάντοθεν στῆσον καὶ πλησίον καὶ μήκοθεν, οὐ μόνον ὅθεν προσδοκεῖς τὴν ἔφοδον τοῦ ἐχθροῦ, ἀλλὰ καὶ ὅθεν οὐ προσδοκεῖς, ἵνα μὴ ὕστερον λέγῃς(a5) ὅτι ἀπὸ τοῦ μέρους(a6) αὐτοῦ οὐ προσεδόκουν ἔφοδον. ἐγὼ γὰρ εἰς τὸ ἀπροσδόκητόν σε καταδικάζω κεφαλικὴν ὑποστῆναι τιμωρίαν. ἐρῶ γάρ σοι· ἐχθρὸν εἶχες καὶ κακὸν πῶς οὐ προσεδόκεις;Μετὰ πάντων ὁμίλει καὶ πρόσεχε ἑκάστου λόγον(a1) καὶ εἰ καὶ ὁ εἰπών σοι ἀγαθὸν καὶ σοφὸν(a2) εὐτελής ἐστι, μὴ ἀποπέμψῃ τοῦτον. ἴσως γἀρ θέλει ὁ Θεὸς δοξάσαι αὐτὸν καὶ ἐνέπνευσεν αὐτῷ λόγον εἰπεῖν σοφὸν καὶ μὴ καταφρονήσῃς αὐτοῦ διὰ τὴν εὐτέλειαν.Τὴν βουλήν σου μηδεὶς γινώσκῃ, ἐὰν ἱκανὸς <εἶ>· εἰ(a1) δ'οὐκ ἐξικανεῖς μόνος βουλεύσασθαι ἔστωσάν σοι οἱ σύμβουλοί σου ὀλίγοι. πλὴν ἱκανοὶ ἔστωσαν <καὶ> πιστοί, ἵνα μὴ ἀντ'ἄλλα(a2)σοι βουλεύσονται. πολλοὶ γὰρ ἀπὸ κακῶν συμβούλων ἐδυστύχησαν, ἄλλα ἀντ'ἄλλων ἀκηκοότες.Ἐὰν σε παραβιβάζῃ(a1) ὁ ἐχθρὸς ἡμέραν ἐξ ἡμέρας εἴτε εἰρηνεῦσαι εἴτε πάκτα δοῦναι ὑπισχνούμενος, ἔσο γινώσκων ὅτι ποθὲν(a2) βοήθειαν προσδοκεῖ(a3) εἴτε βούλεται σοφίσασθαί σε. ἐάν σοι ἀποστείλῃ ὁ ἐξεναντίας ξένια καὶ δῶρα, εἰ θέλεις, λάβε ταῦτα· πλὴν γίνωσκε ὅτι οὐκ ἀγαπῶν σε τοῦτο ποιεῖ, ἀλλὰ βουλόμενος δι'αὐτῶν ἀγοράσαι τὸ αἷμά σου. μὴ καταφρονῇς τῶν ἐναντίων ὡς ἐθνικῶν, ἐπεὶ λογικοί εἰσιν ὡς καὶ σύ, καὶ φυσικὴ σοφία ὑπάρχει ἐν αὐτοῖς καὶ πανουργία.σὺ δὲ ἀκούσας τι τῶν ἀδοκήτων εἴτε καὶ ἰδὼν μὴ δειλιάσῃς, ἀλλὰ μᾶλλον στῆθι γενναίως, παραθαρσύνων τοὺς ὑπὸ σέ. ἰδόντες γάρ σε ὁ λαός σου ἄσκυλτον ἀναθαρσήσουσιν συνεχούσης(a1) αὐτοὺς δειλίας καὶ φόβου, καὶ εἰ οὐ φυρθῇς(a2), σώσῃς τὸν λαόν σου. ἐὰν δὲ σὺ δειλιάσῃς, τίς ὁ παραμυθούμενος καὶ θαρσοποιῶν τὸν λαόν; ἦ πάντως(a3) καὶ τὸν λαὸν καὶ σεαυτὸν προσαπολέσεις. πληροφορήθητι γὰρ ὅτι ὁ δειλιάσας οὐδὲ φυγεῖν δύναται κατὰ τὸν ψαλμῳδόν· φησὶν γάρ· ἀπώλετο φυγεῖν ἀπ'ἐμοῦ. μὴ τὴν <σήν> σωτηρίαν μεριμνήσῃς μόνον ἀλλὰ πρῶτον τοῦ λαοῦ σου καὶ τότε τὴν σὴν καὶ ὁ Θεὸς ἰδὼν <ὃτι> οὐ φροντίζεις σοῦ(a4) μόνου, ἀλλὰ τῶν πολλῶν, βοηθήσει σοι(a5) διὰ τὴν τῶν πολλῶν σωτηρίαν. τί γάρ σοι ὄφελος ἐὰν φύγῃς καὶ ἀπολέσῃς τὸν λαόν; πολλοὶ γὰρ μηδὲν εἰδότες ἔφυγον καὶ ἀπώλεσαν τὸ φοσάτον. καὶ σὺ μὲν τὸ πᾶν εἰς τὸν Θεὸν ἀνάθου καὶ δυσώπει αὐτὸν ὁλοψύχως καὶ ἐν τῇ ἰδίᾳ γῇ καὶ ἐν τῇ ἀλλοτρίᾳ, νυκτὸς καὶ ἡμέρας, καὶ διαφυλάξῃ σε καὶ βοηθήσει σοι(a6) κατὰ τῶν ἐναντίων. πλὴν καὶ σὺ(a7) τὸ καθ'ἑαυτὸν ποίει καὶ ἀγωνίζου καὶ μὴ καταπέσῃς. ἐπὰν δέ τι κατορθώσεις, Θεοῦ πάντως ἔσται δώρημα· χωρὶς γὰρ Θεοῦ ἀδύνατον ἐστι στρουθίον(a8) θηρεῦσαι.Ἐὰν μάθῃς ἀκριβῶς ὅτι ἔστι φρόνιμος ὁ ἀρχηγὸς τοῦ ἔθνους πρὸς ὃν ἔχεις τὸν πόλεμον, φύλαττε(a1) τὰ ἐπιτηδεύματα αὐτοῦ. πᾶσαν γὰρ μηχανὴν καὶ πονηρίαν σοφίσεται εἰς τὸ χειρώσασθαί σε. καὶ μηχανῶ καὶ σὺ τὰ δέοντα καὶ οὐ μόνα ἃ(a2) ἀπὸ τῶν ἀρχαίων ἔμαθες καὶ ἀκήκοας, ἀλλὰ καὶ ἄλλα νέα σοφίσου ἃ ἐφευρεῖν ἐστί δυνατὸν τῇ φύσει. καὶ μὴ εἴπῃς(a3) ὅτι οὐκ ἀπελείφθη παρὰ τοῖς ἀρχαίοις. ἐρῶ γάρ σοι ὅτι ἡ ἀνθρωπινή φύσις ἔμφυτον ἔχει τὴν πανουργίαν καὶ τὴν σοφίαν, καὶ ὡς ἐφεῦρον οἱ ἀρχαῖοι ἐκεῖνοι(a4) τὰς μηχανάς, εὑρέ(a5) καὶ σὺ σὸν εὕρεμα καὶ στῆσον τρόπαιον. πάντως γὰρ καὶ ἐκεῖνοι(a6) ἄνθρωποι ἦσαν ὡς καὶ σύ. εἰ δέ ἐστιν ἄφρων ὁ ἐξεναντίας, διπλῶς αὐτὸν φοβοῦ. αὐτὸς γὰρ μᾶλλον ῥιψοκίνδυνος ἐπέλθῃ σοι εἴτε ἐν νυκτὶ εἴτε ἐν ἡμέρᾳ ἐκ τοῦ αἰφνιδίου ἢ ἄλλο τι ποιήσει ὅπερ ἐστὶν ἀλλότριον ἀνθρώπων νοῦν(a7) ἐχόντων. ὅθεν χρὴ ἐξασφαλίσασθαι σεαυτὸν πάσῃ φυλακῇ καὶ μήτε καταφρονεῖν τῶν ἁπλουστέρων μήτε πτοεῖσθαι τοὺς πανούργους.Ἐὰν ἀποστείλῃ τινὰς πρός σε ὁ ἐναντίος ὡς δῆθεν μετὰ γραμμάτων, ἔσο γινώσκων(a1) ὅτι τοῦ κατασκοπεῦσαι σε ἕνεκα ἦλθον(a2). καὶ ἐὰν εἶ ὀλιγοστός, ἐπιτήδευε ἵνα φαίνῃ πολλὴνδύναμιν ἔχων. ἄλλως δὲ τοῦτο οὐ δύνασαι ποιῆσαι εἰ μὴ ἐὰν εἶ ἀπλικευμένος εἰς ὑλωδεστέρους τόπους. οὕτως γὰρ οὐ δύνανταί σε ἀποκαθαρίσαι(a3) πόσον λαὸν ἔχεις, τῶν σῶν ἄλλοθεν ἄλλος(a4) ἐπερχομένων. Ἐὰν θέλῃς κατασχεῖν τοὺς πρέσβεις ἡμέρας τινάς, ἀς(a5) ἁπλικεύσωσιν εἰς χαμηλότερον τόπον καὶ μετὰ πιστοῦ καὶ ἱκανοῦ ἀνθρώπου σου, ἵνα μὴ κατασκοπεύσωσι τὸν λαὸν σου. μηδὲ περιπατῶσιν ὅπου βούλονται μηδὲ προσομιλῶσί τινι, ἕως ἂν σὺ(a6) προστάξεις. εἰ δὲ καὶ ἔστι σοί τι σπουδαῖον, μὴ εἰσέλθωσιν εἰς τὴν κατοῦναν, ἀλλὰ προφασίσου εἴτε εἰς θήραν(a7) εἴτε εἰς ἄλλο τι ἐξελθεῖν καὶ ἐκεῖσε συντυχὼν αὐτοῖς καὶ ἀναγνοὺς τὰ γράμματα καὶ δοὺς(a8) αὐτοῖς χαρίσματα χρηστὰ(a9) ἀντίγραψον(a10) καὶ ἀπόστειλον αὐτούς(a11). ἀποδέξονται γὰρ μᾶλλον τὰ δῶρά σου καὶ ἀπελθόντες εἰς τὸ ἔθνος αὐτῶν μεγαλύνουσί σε. ἰστέον γὰρ ὅτι οἱ ἀποστελλόμενοι πρέσβεις δεινοί εἰσι καὶ πονηροί, εἰ καὶ τὸ ἁπλοῦν ὑποκρίνονται.Ἐρρέθη(a1) δὲ τοῖς ἀρχαιοτέροις ὅτι τὸν στρατηγὸν χρὴ εἶναι φοβερόν, ἕτεροι δὲ καὶ ἀγαπᾶσθαι ὑπὸ τοῦ λαοῦ αὐτοῦ εἶπον· ἐγὼ δὲ οὐκ ἀπέλαβον τοῦτο, διότι οὐκ ἔδωκαν ἀπόφασιν πῶς ἢ ποίῳ τρόπῳ. πλὴν ἐγὼ φαίην ὅτι ὁ στρατηγὸς ἐὰν θέλῃ εἶναι ποθεινὸς τοῖς πᾶσιν, ἀπὸ δαρμοῦ ἢ ποινῶν ἢ χαρισμάτων καὶ δώρων οὐ δύναται γενέσθαι, ἀλλ'ἔστω δίκαιος εἰς ἄκρον καὶ ἀνώτερος παντὸς δώρου καὶ λήμματος, βλέπων καὶ κρίνων ὀρθῶς καὶ ἔχων πάντας ὀρθῶς καὶ ἴσως, μὴ τὸν(a2) μὲν προτιμῶν διὰ δῶρα ἢ πιττακοσίας(a3) προξενοῦντα αὐτῷ κέρδος αἰσχρόν, ἢ φοβούμενος αὐτὸν ὡς δημοηγέρτην καὶ γλωσσώδη, τοῦ δὲ ὡς μὴ διδόντος αὐτῷ δῶρα ἢ ὡς πρᾴου καὶ ἡσύχου καταφρονῶν, ἀλλὰ(a4) τὸν ποιοῦντα(a5) δουλείας. καὶ μὴ εἰς ἄλλου δουλείας ἄλλος εὐεργετηθῇ, ὁ δὲ τὸ αἷμα αὐτοῦ δοὺς μείνῃ κενός. καὶ εἰ ταῦτα φυλάξεις, καὶ φοβερὸς παρὰ πάντων καὶ ἀγαπώμενος ἔσῃ.Τοὺς δὲ πταίσαντας(a1) κόλαζε ἀλλὰ μὴ πάντας(a2) μηδὲ ἀντάξια τοῦ πταίσματος, ἀλλὰ φιλανθρώπως(a3).Γίνωσκε(a9) γὰρ ὅτι ὁ διδούς σοι ξένια ἐπὶ τοῦτό(a10) σοι δίδωσιν αὐτά, ἐπὶ τὸ ἀγοράσαι(a11) δι'αὐτῶν τὴν δόξαν σου, ἄγειν σε βουλόμενος ὅπου καὶ βούλεται, εἴτε εἰς ἄμυναν ἀνθρώπων ἀθῴων οὓς αὐτὸς(a12) ἐξεναντίας ἔχει, εἴτε εἰς ἄλλο τι. καὶ τότε οὐ μετ'οἰκείων ὀφθαλμῶν θεάσῃ(a13), μεθυσθεὶς(a14) γὰρ δώροις, ἀλλ'ἵν'ἄλλως(a15) διακρίνῃς τὰ πράγματα, προφασιζόμενος προφάσεις ἐν ἀνομίαις. πολλοὺς γὰρ εἶδον ἐγὼ διὰ δῶρα καὶ εἰς θάνατον καταδικασθέντας. καὶ μὴ εἴπῃς ὅτι ἐγὼ ἐὰν καὶ δῶρα(a16) λάβω, ἀλλὰ τοῦ ὀρθοῦ σκοποῦ οὐκ ἐκπέσω. ἄκουσον γὰρ τί σοι ὁ Δαβὶδ λέγει· μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, ὧν ἐν χερσὶν αἱ ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. λάβε κατὰ νοῦν τί ἔπαθεν ὁ μέγας Κωνσταντῖνος, πῶς ἀναιτίως κατεδίκασε τοὺς τρεῖς ἄνδρας ἀποκεφαλισθῆναι πεισθεὶς τῷ ἐπάρχῳ.Ἐὰν δυνηθῇς εὐεργετῆσαί τινα καὶ μετὰ τὸ εὐεργετηθῆναι αὐτὸν προσφέρῃ(a1) σοι δῶρα μὴ ἀπαιτούμενος παρὰ σοῦ μηδὲ ὀνειδιζόμενος, ἀλλ'ἑκουσίως καὶ μετ'εὐχαριστίας πολλῆς, λάβε ταῦτα. μὴ λαβὼν γὰρ ταῦτα λυπήσεις αὐτόν. εἰ δέ εἰσι πολλὰ, μὴ λάβῃς ὅλα, ἀλλὰ τὰ ἡμίση αὐτῶν(a2), τὰ δὲ λοιπὰ στρέψον αὐτῷ εἰπὼν πρὸς αὐτόν· ἐγὼ διὰ τὸ μὴ(a3) λυπηθῆναί σε ἔλαβον ταῦτα, ἐπεὶ οὐδὲ τὸ σύνολον ἤθελον λαβεῖν. τότε οὖν καὶ ἐκεῖνος τοῦτο ἀποδέξεται καὶ οἱ ἀκούοντές σου. πρὸ δὲ τοῦ(a4) ποιῆσαί σε ἀνθρώπῳ ἀγαθὸν μήτε λάβῃς τι μήτε συμφωνήσῃς λαβεῖν μήτε ὅλως καταδέξῃ τοιαύτην συντυχίαν. καὶ εἰ τοῦτο φυλάξῃς, καὶ παρὰ ἀνθρώπων μεγαλυνθήσῃ καὶ παρὰ τοῦ Θεοῦ λήψῃ ἑκατονταπλασίονα καὶ ῥυσθήσῃ ἐν καιρῷ πονηρῷ ἀπὸ θανατηφόρου κινδύνου.Κατὰ δὲ τῶν πταισάντων αἱ μὲν ἀπειλαί(a) σου ἔστωσαν πολλαί, αἱ δὲ κολάσεις σου ὀλίγαι. διακριτικὸς γενοῦ πᾶσι καὶ οὐκ ἀποστήσεται ὁ Κύριος ἀπὸ σοῦ.Οἱ τὰ περὶ τοῦ στρατηγοῦ γράψαντες προσέταξαν ἵνα ἐὰν τραπῇ φοσάτον, μὴ ἐξέλθῃ εἰς πόλεμον ἕως τριῶν χρόνων, καὶ καλῶς ὥρισαν(a1), ἵνα καὶ ἡ δειλία ἀπὸ τῶν καρδιῶν αὐτῶν ἐξέλθῃ καὶ ὥσπερ εἰς λήθην τῆς τροπῆς(a2) ἔλθωσιν. ἐγὼ δέ σοι λέγω(a3) ὅτι ἐὰν τραπῇς, ὅπερ ἀπεύχομαι(a4), εἰ δυνηθῇς αὐτῇ τῇ ὥρᾳ ἤγουν τῇ ἡμέρᾳ τῆς τροπῆς σου περισωρεῦσαι κἂν τὸ τέταρτον τοῦ λαοῦ σου, μὴ δειλιάσῃς ὡς οἱ λαγωκάρδιοι, ἀλλὰ λαβὼν οὓς ἐσώρευσας ἐπίθες τῷ πολεμίῳ, ἀλλὰ μὴ ἀπέμπροσθεν, ἀλλὰ πρότερον ὄπισθεν εἴτε ἀπὸ πλαγίου, αἰφνίδιον(a5) καὶ ἐκ τοῦ ἀπροσδοκήτου, εἴτε τῇ αὐτῇ ἡμέρᾳ τῆς τροπῆς εἴτε τῇ νυκτί· καὶ πέπεισμαι(a6) ἀκριβῶς ὅτι Θεοῦ εὐδοκοῦντος ὀλέσῃς καὶ τὴν τελείαν αὐτὸν ἀφανίσεις. ἐκεῖνος γάρ, ἀφ'οὗ σε τρέψει, ἀμεριμνίαν ἕξει τελείαν μὴ προσδοκῶν τοῦτο, ἀλλὰ νομίζων καταλῦσαί σε. καὶ ἐξάπαντος οὕτως ποίησον, οὐκ(a7) ἀστοχήσεις. ἀμεριμνήσας καὶ γὰρ(a8) αὐτὸς εὐχείρωτός σοι ἐσεῖται(a9).Προλαβόντες δὲ εἴπομεν ὅτι ἐὰν εἶ τοιοῦτος ἵνα μὴ χρῄζῃς ἄλλου βουλῆς ποίει ἀσυγνώστως(a1) πάντα. ὁ γὰρ στρατηγὸς ὁ μὴ δεόμενος ἑτέρου βουλῆς ἰσοστάσιός ἐστι τοῦ στρατοῦ παντός· οἷος(a2) ἦν Πύρρος ὁ Ἠπειρώτης(a3) καὶ Ἀνίβαλ ὁ Καρχηδόνιος(a4), εἰ καὶ μετὰ τὰς θαυμαστὰς ἐκείνας στρατηγίας κακὸν αὐτοὺς διεδέξατο τέλος(a5), ἀλλ'οὐκ ἀπὸ σφάλματος ἰδίου, ἀλλὰ τοῦ Θεοῦ, ὡς οἶμαι, τοῦτο εὐδοκήσαντος. τὰς δὲ τοῦ μικροῦ Σκιπίωνος ἐξ εὐβουλίας γενομένας ἀνδραγαθίας(a6) τίς οὐ θαυμάσει, καὶ τοῦ Βουλησαρίου(a7) τοὺς(a8) ἀγῶνας καὶ ἄλλων πολλῶν, οὓς οἱ φιλόπονοι(a9) οἴδασιν; εἰ δὲ θέλεις βουλεύσασθαί τινας, ἔστωσάν(a10) σοι ὀλίγοι(a11) καὶ πιστοί, πλὴν ἔστωσαν οἱ μὲν ἀνδρεῖοι οἱ δὲ δειλοί, καὶ σύγκρινον ἀμφοτέρων τὰς βουλὰς καὶ ποίησον ἐξ ἀμφοτέρων βουλὴν ἰδίαν.Καὶ ἀγωνίζου ἵνα πάντας ὑπερέχῃς εἴς τε βουλήν, εἰς ἀνδρείαν, εἰς φρόνησιν, εἰς σύνεσιν καὶ εἰς ἀρετήν. καὶ μὴ φοβηθῇς τὸν θάνατον, ὑπὲρ τῆς πατρίδος καὶ τοῦ βασιλέως τοῦτον μέλλων λαβεῖν. φοβήθητι δὲ μᾶλλον τὸ(a1) αἰσχρῶς καὶ ἐπιψόγως(a2) ζῆν. πλὴν μὴ ἐπιρρίπτῃς(a3) σεαυτὸν ἀσκόπως καὶ ἀβουλήτως εἰς κινδύνους. τοῦτο γάρ ἐστιν τὸ ψεκτόν(a4).Ἐπεὶ δὲ οἱ θαυμαστοὶ ἄνδρες ἐκεῖνοι οἱ περὶ μηχανημάτων στρατηγικῶν συγγραψάμενοι ἐμηχανήσαντο(a1) κριοὺς καὶ μηχανικὰ(a2) καὶ ἄλλα(a3) πολλὰ ὄργανα ἐν οἷς εἷλον πόλεις(a4), λέγω σοι κἀγὼ μηχανήσασθαι μηχανήν τινα ἐξ αὐτῶν, εἰ δὲ δύνασαι, καὶ καινόν τι ἐπινοήσασθαι. τοῦτο(a5) γὰρ μᾶλλον ἐπαίνου ἐστὶν ἄξιον.Χρὴ δὲ γινώσκειν σε τίνες εἰσὶν ἐν ἑκάστῃ παραταγῇ ἀνδρειότεροι καὶ ἀοκνότεροι, ἵνα ἐπὰν ἐν χρείᾳ γενήσῃ εἴτε τοῦ διῶξαι εἴτε τοῦ ἐπιθέσθαι τοῖς πολεμίοις, ἔχῃς αὐτοὺς παρασκευασμένους καὶ ὁπόταν λαλήσεις, ἕτοιμοι ὦσιν εἰς τὸ ἀπελθεῖν καὶ πληρῶσαι τὴν πρόσταξίν σου. ὁ δὲ λοιπὸς λαὸς ἔστωσαν ἄσκυλτοι μετὰ σοῦ, ἵνα εἰ συμβῇ αὐτοῖς τι τῶν ἀδοκήτων, ἀνακάμψωσι πρός σε. θαρρούντων γὰρ εἴς σε καὶ ἡ φυγὴ αὐτῶν ἄφυρτος ἔσται.Σκόπει δὲ να(a1) μηδὲ τοῦτό σε διαλανθάνῃ, ὅτι παραδεικνύουσιν οἱ ἐναντίοι φλάμουλα πολλὰ ὡς δῆθεν παραταγῶν, ἐκτὸς δὲ πυρὰς πολλάς, οὐχ ὅσοι εἰσὶν(a2) ἐκεῖνοι ἀλλὰ δεκαπλασίους, ἐκ τούτου εἰς δειλίαν καὶ ἔκπληξίν σε ἐνθεῖναι σοφιζόμενοι καὶ τὸν λαόν σου, ὡς δῆθεν πλῆθος πολὺ(a3) καὶ ἄπειρον ὄντες. πολλάκις γὰρ οἱ ἐναντίοι ὀλιγοστοὶ ὄντες καὶ ταῦτα μηχανησάμενοι καὶ τοὺς ἐναντίους ἐκπλήξαντες τραπῆναι ἐποίησαν(a4).(a1) Ἐὰν πρέσβεις στείλῃ πρός σε ὁ ἐξεναντίας τὰ πρὸς εἰρήνην πρεσβεύων, μὴ ἀποστρέψῃς αὐτοὺς μετ'αἰσχύνης καὶ ὀργισθῇ κατὰ σοῦ(a2) ὁ τὴν εἰρήνην θεσπίσας. καὶ εἰ ἔστιν ἡ καινοτομία σου χρυσὸς ὥστε ἅπαξ δοθῆναι, καινοτομήθητι καὶ καταδέξου ζημίαν μᾶλλον ἢ σφαγὰς καὶ ἐπιδρομάς. συλλογίσθητι γὰρ τὰς καινοτομίας τῆς χώρας σου τὰς ἐκ τῶν ἐναντίων καὶ τὰς ἀπὸ τοῦ ἡμετέρου στρατοῦ καὶ τῆς νίκης καὶ ἥττης τὸ ἄδηλον καὶ τοῦ στρατοῦ(a3) τὴν κάκωσιν καὶ εὑρήσεις πολλὴν καὶ ἄπειρον οὖσαν τὴν ἀπὸ τῆς μάχης ζημίαν.Εἰ δὲ καὶ χώραν ζητεῖ δοθῆναι αὐτῷ ὁ ἐξεναντίας ἀπὸ τῆς χώρας σου, μὴ κατανεύσῃς, εἰ μὴ στοιχήσει(a1) ὑποχείριος καὶ ὑπόφορός σοι εἶναι, καὶ τοῦτο κατὰ ἀνάγκην μεγάλην ποίησον. ἐξ αὐτῆς γὰρ τῆς(a2) αἰτίας πολλὰ σκάνδαλα καὶ ταραχαὶ τοῖς Ῥωμαίοις συνέβησαν <ὡς>(a3) καὶ Ἰσμαηλῖται(a4) Αἰγύπτου καὶ Παλαιστίνης(a5) ἐπὶ Ἡρακλείου. καὶ τί τὰ προσφάτως συμβάντα(a6)καταλιπὼν(a7) ἐπὶ τὰ ἀρχαῖα ἀνέδραμον; οἱ γὰρ Πατζινάκοι οὕτως εἰσῆλθον εἰς Ῥωμανίαν, καὶ οἶδα ὡς πάντες γινώσκουσι πόσα ἐλεεινά(a8) καὶ θρήνων(a9) ἄξια ἐξ αὐτῶν συνέβησαν. πόθεν δὲ ταῦτα συμβαίνειν εἴωθεν; οἶδα γὰρ ὅτι περισσοτέρως ἐξ ἀπειρίας τῶν ἀκριτῶν. ἀπειρίαν γὰρ ἐχόντων τῆς στρατηγικῆς(a10) γνώσεως καὶ σοφίας καὶ μὴ συλλογιζομένων τί ἐκ τούτου καὶ τί ἐξ ἐκείνου(a11) συμβαίνειν εἴωθεν, ἀλλὰ ἀπείρως τὰ πράγματα διιθυνόντων καὶ τοῖς βασιλεῦσι τὰ πρὸς χάριν ἐπιστελλόντων καὶ λεγόντων, οὐ μόνον τοιαῦτα, ἀλλὰ καὶ ἄλλα χείρονα συμβαίνουσι(a12). ὅθεν ἐνταῦθα μεμπτέοι εἰσὶ καὶ κολάσεως ἄξιοι· εἰ δὲ καὶ τὰς ἐξ ἀνθρώπων τιμωρίας φύγωσι, τὴν τοῦ Θεοῦ δικαιοκρισίαν οὐκ ἐκφεύξονται.Ἐὰν δέ ἐστιν ὁ ἐχθρὸς ἔνδον ὀχυρώματος καὶ οὐκ ἐξέρχεται καὶ οὐ γινώσκεις τὴν δύναμιν αὐτοῦ, ἀπ'ἐμοῦ μάθε ὅτι ὀλιγοστός ἐστι καὶ οὐκ ἔχει δύναμιν. πλὴν μὴ παρὰ τοῦτο αὐτοῦ καταφρονήσῃς, ἀλλ'ἐὰν ἔχῃς δύναμιν μὴ ἐάσῃς αὐτὸν καθέζεσθαι ἀλλὰ ἀπόστειλον(a1) χονσαρίους εὑρεῖν ὁδὸν τοῦ εἰσελθεῖν λαὸν κατ'αὐτοῦ. καὶ μὴ εἴπῃς μήτε μὴν πιστεύσῃς τοῖς λέγουσί σοι(a2) μὴ εἶναι ὁδόν. πῶς γὰρ δύναται φυλάσσειν διάστημα πολύ; ἔχει γὰρ πάντως(a3) τὸ ὀχύρωμα(a4) αὐτοῦ τέλος. καὶ ἐπειδὰν εὕρῃς ὁδόν, σὺ μὲν μὴ σκυλθῇς, ἀλλὰ μεῖνον ἐκεῖσε ἐξεναντίας αὐτοῦ, ἀπόστειλον δὲ λαὸν τοῦ εἰσελθεῖν ὅθεν εὗρες τὴν ὁδόν. ἐχέτωσαν δὲ ἄνδρα ἱκανὸν τὸν ἄγοντα αὐτούς. ποιησάτωσαν δὲ πυρσὸν εἰσελθόντες, εἴπερ ἐν νυκτὶ εἰσῆλθον εἰ δὲ ἐν ἡμέρα, καπνόν. καὶ πρόσεχε ἵνα ὁπόταν ζαλισθέντας καὶ ταρασσομένους αὐτοὺς ἴδῃς, ἐπέλθῃς καὶ σὺ κατ'αὐτῶν. τούτῳ(a5) γὰρ τῷ τρόπῳ ὁ πορφυρογέννητος(a6) κῦρ Βασίλειος ὁ βασιλεὺς ἐχειρώσατο ιδ´ χιλιάδας Βουλγαρίους(a7) εἰς τὸ δέμα(a8) τῶν Ζαγορίων ἐξάρχοντος αὐτῶν τοῦ στρατηγικωτάτου Σαμουήλ.Ἐπαινετὸν δέ ἐστιν ἵνα εἰς πᾶσαν χώραν εἰς ἣν ἂν τραπῇς, ἐὰν εὑρήσεις ἀδικίας εἴτε παρὰ τοῦ δημοσίου εἴτε παρὰ τῶν πρακτόρων ἐπιγεγενημένας ἐκκόπτῃς αὐτάς, μάλιστα δὲ εἰς τὰς ἄκρας. εἰ δὲ ἀδυνάτως ἔχεις κόψαι ταύτας, γράφε τῷ βασιλεῖ ἀνενδοιάστως. πολλαί γὰρ χῶραι ἐκ ταύτης τῆς αἰτίας ἀπώλοντο καὶ οὐκ ὀλίγοι ηὐτομόλησαν εἰς ἔθνη καὶ ἐξήγαγον αὐτὰ κατὰ τῶν Ῥωμαίων. οἷον γέγονεν ἐν ταῖς ἡμέραις τοῦ εὐσεβεστάτου βασιλέως τοῦ Μονομάχου. ἀπελθὼν γὰρ εἰς Ἰβηρίαν(a1) καὶ Μεσοποταμίαν τῇ προστάξει αὐτοῦ ὁ Σερβλίας ἀναγράψασθαι καὶ ἐπιθεῖναι τέλη ἃ οὐδέποτε εἶδον(a2) εἰς τὴν χώραν αὐτῶν οἱ ἐκεῖσε ἄνθρωποι (ὃ καὶ ἐποίησεν, ἦν γὰρ δεινότατος(a3) εἰς πάντα), αὐτομολῆσαι τούτους πανοικεὶ παρεσκεύασε πρὸς τὸν βασιλέα τῶν Περσῶν. οἳ καὶ ἐξαγαγόντες αὐτὸν πανστρατεὶ(a4) κατὰ τῆς Ῥωμανίας μυρίων κακῶν καὶ συμφορῶν ταύτην ἐνέπλησαν.Ἐὰν εἶ κατεστολιασμένος εἰς τὸ θέμα σου, μὴ εἶ ἀμεριμνημένος(a1), ἀλλ'ἔσο πάντοτε ἕτοιμος. οὐκ οἶδας(a2) γὰρ πότε ἐν χρείᾳ σου γενήσονται. μὴ ἀγάπα τὸν προξενοῦντά σοι τὰ ἐκ τῆς ἀδικίας νομίσματα, μηδὲ καταφρονήσῃς τῶν ἐντοπίων, εἰ καὶ τῶν ἀσήμων ὦσι(a3), ἀλλὰ ἀγάπα καὶ ἐλέα πάντας. καὶ σὺ μετὰ πάντων ὁμίλει, καὶ οὐ μή σε λανθάνουσιν(a4) οἱ ἄνθρωποί σου ἀδικοῦντες· καὶ ὅτε διαδέχῃ, οὐ μὴ ὑποχωρήσεις(a5) κρυφίως ἀλλὰ πάντες καὶ προπέμψουσί σε καὶ λυπηθήσονται ἐπὶ τῇ διαδοχῇ σου καὶ εἰς πολλοὺς χρόνους ἔναυλον ἕξουσιν τὴν ἀρετήν σου. εἰ δὲ εἰς αἰσχρὰ κέρδη ἀποβλέπῃς, οὐδὲ τὰ ἀπὸ δικαίων πόρων κερδήσεις καὶ ἐγκληθεὶς ἀχρειωθήσῃ, καὶ οἱ θεματικοὶ ἑορτὴν ἐξαίσιον ἐτησίως ποιοῦσι τὴν ἡμέραν τῆς διαδοχῆς(a6) σου καί σὺ λαθραίως ὑποχωρήσεις.Δημοσιακὴν δὲ δουλείαν ἔχουσαν ἀπαίτησιν μηδόλως ἐγχειρισθῇς· οὐ δύνασαι γὰρ Θεῷ δουλεύειν καὶ Μαμωνᾶ(a) στρατηγὸς γὰρ καὶ καλαμαρᾶς ἀπαιτητὴς οὐ δύνασαι εἶναι.Τοὺς κόλακας καὶ τοὺς πρὸς χάριν ὁμιλοῦντάς σοι(a) φεῦγε ὡς φεύγει τις ἀπὸ ὄφεως. ἀλλὰ μηδὲ σὺ πρὸς χάριν γράφῃς ἢ λέγῃς τινί. ἴσως γὰρ προσάπαξ ἀποδεχθήσῃ· ἀλλὰ πάντα ἃ λέγεις ἐν ἀληθείᾳ λέγε, καὶ εἰ ἔστι σκληρόν, πρῶτον μὲν οὐκ ἀποδέξονταί σε, ἔσχατον δὲ καὶ πάνυ σε ἐπαινέσουσι.Ὅταν δὲ σχολάσεις καὶ οὐκ ἀσχολῇ εἰς στρατηγικὰς δουλείας, ἀναγίνωσκε στρατηγικὰς βίβλους(a1), καὶ ἱστορίας καὶ τὰς τῆς ἐκκλησίας βίβλους. καὶ μὴ εἴπῃς· τίς ὠφέλεια στρατιώτῃ ἀπὸτῶν δογμάτων καὶ τῶν ἐκκλησιαστικῶν βίβλων; πάνυ γὰρ ὠφεληθήσῃ· καὶ εἰ ἀκριβῶς προσέχεις, οὐ μόνον δόγματα καὶ ψυχωφελῆ διηγήματα καρπώσῃ ἐκ τούτων, ἀλλὰ καὶ γνωμικὰ καὶ ἠθικὰ καὶ στρατηγικά· σχεδὸν γὰρ πᾶσα ἡ παλαιὰ στρατηγικά εἰσιν. ἀλλὰ καὶ γνωμικὰ καὶ(a2) ἐν τῇ καινῇ οὐκ ὀλίγα καρπώσεται ὁ σπουδαῖος. ἐγὼ γὰρ τοιοῦτον ἐφίεμαι εἶναί σε(a3), ἵνα θαυμάζωσί σε πάντες εἴς τε(a4) τὴν ἀνδρείαν σου καὶ εἰς τὴν εὐβουλίαν(a5) σου καὶ εἰς τὴν γνῶσιν καὶ εὐγλωττίαν(a6) σου. καὶ εἰ ταῦτα ἀσπάσῃ καὶ φυλάξεις, μακάριος ἔσῃ. ἐγὼ γὰρ συνέταξά σοι ταῦτα μὴ ὄντα εἰς ἄλλο στρατηγικὸν μηδὲ εἰς ἄλλο βιβλίον· ἐξ οἰκείου γάρ μου συλλογισμοῦ καὶ ἐξ ἀληθινῆς πείρας ταῦτα συνέταξα. ὠφελήσουσι γάρ σε πάνυ. μέτελθε δὲ καὶ τὰς τῶν ἀρχαίων στρατηγίας· καὶ ταῦτα μὲν ἐκεῖσε οὐχ εὑρήσεις, ἕτερα δὲ τούτων κρείττονα καὶ θαυμαστὰ καὶ πλήρη(a7) σοφίας εὑρήσεις.Ἐάν σοι ἐπέλθῃ δουλεία εἴτε στρατηγικὴ εἴτε ἰδιωτικὴ(a1) εἴτε ἀντιγράψαι εἴτε στρατοῦ ἐπιμελήσασθαι εἴτε εἰς ἀγρὸν ἐξελθεῖν εἴτε ὠνήσασθαί τι εἴτε τι ἕτερον καὶ ἐνδέχεται(a2), ποίησον αὐτὸ(a3) καὶ μὴ ἀναβάλῃ. εἰ δὲ ὀκνήσεις, οὐ λυσιτελές σοι ἔσται. προστεθήσονται γὰρ σοι καὶ ἕτεραι(a4) δουλεῖαι καὶ οὐ δυνήσῃ πληρῶσαι πάσας καὶ καταλίπῃς τὰς πλείονας ἄκων καὶ μὴ βουλόμενος. εἰ δὲ ποιήσεις αὐτὰς ἐν σπουδῇ, ἀσυντάκτως αὐτὰς ποιήσεις καὶ οὐ κατάλογον.Τοὺς ψόγους παραφυλάττου· εἰ δὲ ποιεῖς ἀγαθόν, ψέγουσί σε δὲ ἀνόητοι, ἐν τούτῳ μὴ ἐνδοιάσῃς· ἀγαθόν σοί ἐστι ψεχθῆναι ὑπό πολλῶν ἀφρόνων, ἢ ὑπό ἑνὸς σοφοῦ καὶ πολυπείρου.Ἔσο πρᾷος καὶ ἐπιεικὴς(a1) καὶ ταπεινός, μὴ τῇ προφάσει δὲ τῆς ταπεινώσεως καταπεφρονημένος, ἄλλ'ἔσω μὲν ἔχε ταπείνωσιν, ἔξωθεν δὲ τοῖς ὁρῶσί σε δείκνυε σεαυτὸν ἔνδοξον καὶ ὑψηλόν, καὶ ἐπιτήδευε ἐν πᾶσι τὸ πάντας ὑπερέχειν ἐν τε ὁμιλίᾳ καὶ στολῇ καὶ βαδίσματι καὶ ἔργοις. καὶ ταῦτα μὲν ὅταν εἶ ἐν ταξιδίῳ καὶ ἐν πολεμίᾳ(a2)· ὢν δὲ εἰρηνικῶς καὶ ἐν ἀδείᾳ, ἔχε ταπείνωσιν διηνεκῶς καὶ λιτότητα.Μὴ παρορᾷς ἀδικίας. φησὶ δέ τις σοφός· κόλαζε κρίνων, ἀλλὰ μὴ θυμούμενος. εἰ γὰρ τὰς ἀδικίας παραβλέπεις, παραβλέπεταί(a170) σε σε ὁ μόνος δίκαιος.Αἰσχρὸν δὲ λόγον οὐ μόνον μὴ λέγειν, ἀλλὰ μηδὲ ἀκούειν καταδέχου.Μὴ θέλε εἶναι πολιτικός· οὐ γὰρ δύνασαι στρατηγὸς καὶ μῖμος τυγχάνειν. εἰ δὲ καί τινες οὕτως στρατηγοῦσιν ἀλλ'οὐ κατάλογον, παραξίαν δέ. ὁ γὰρ ἀτάκτως(a1) ὁμιλῶν καὶ γελῶν ὡς ἄτακτος καταφρονεῖται καὶ ψέγεται. ὁ γὰρ στρατηγὸς τύπος καὶ ὑπογραμμὸς ὀφείλει εἶναι πᾶσιν· ἀφρονευσαμένου γάρ τινος τῶν ἀνωνύμων οὐδ'εἰ ἔσφαλέ τις(a2) ἐπίσταται διὰ τὴν εὐτέλειαν(a3) αὐτοῦ, πταίσας δὲ σὺ ὁ στρατηγὸς τὸ φαυλότατον καὶ οὐδαμινώτατον οὐκ ἔλαθες ἀλλ'εὐθὺς(a4) ἐν ταῖς πάντων ἀκοαῖς ἐξεχύθη. εἴπω γάρ σοι τοιοῦτόν τι. Βασίλειος ὁΠεδιαδίτης(a5) κατεπάνω Σικελίας(a6) ὢν καὶ εὐκαιρέσας(a7) ἡμέρας τινὰς ἔπαιξε(a8) τὴν τάβλαν, οὐκ ἔλαθε δὲ τὸν βασιλέα, ἀλλ'ἔγραψεν αὐτῷ οὕτως(a9)· ὡς ἀνέμαθεν ἡ βασιλεία μου, κατώρθωσας τὴν τάβλαν. καὶ οὐκ ἐμνήσθησαν αἱ πολλαὶ αὐτοῦ δουλεῖαι ἀλλὰ τὸ οὐδαμινὸν ἐλάττωμα.Τοὺς στρατιώτας σου ἀνάγκαζε πρὸ(a1) πάντων ἔχειν(a2) ἵππους καλοὺς(a3) καὶ τὰ ἄρματα αὐτῶν ἀνελλιπῆ(a4) καὶ ἐστιλβωμένα, σελοχάλινα δὲ καὶ πέδιλα ἐπιτήδεια. πληροφορήθητι γὰρ ὅτι εἰ ἔχει ἵππον καὶ στολὴν καὶ ἄρματα καλὰ(a5) ὁ στρατιώτης, εἰ μέν ἐστιν ἀνδρεῖος, γίνεται διπλοῦς, εἰ δέ ἐστι δειλός(a6), πληροφορήθητι ὅτι θαρσοποιεῖται καὶ μερικῶς ἐνεργεῖ. εἰ δέ ἐστιν ἄτζαλος, ἔχων σέλαν μεγάλην, πέδιλα(a7) ἀνεπιτήδεια, ἵππον οὐκ ἀγαθόν, ἔσο γινώσκων ὅτι οὐ κἂν ἀνδρεῖός(a8) ἐστιν ἀλλ'ἢ(a9) τὴν σωτηρίαν ἑαυτῷ διὰ φυγῆς πρὸ καιροῦ σοφίζεται.Μανθανέτωσαν δὲ οἱ ὑπὸ τὴν ἐξουσίαν σου σωφρονεῖν ζηλοῦντες τὸν βίον σου· ὅπλα γὰρ πολέμου δικαιοσύνη.Ἐὰν εἶεν εἰς ἄκραν ἐκ(a1) τῶν ὑπηκόων τινὲς <οἳ>(a2) διά τινα αἰτίαν ἀναισχυντήσωσιν, εἰ μέν ἐστιν ἀναγκαῖον, σπούδασον τοῦτο καταπαῦσαι διὰ συνέσεως· εἰ δὲ καὶ μετὰ θυμοῦ καὶ ἀπηνείας βουληθῇς τοῦτο στῆσαι, μᾶλλον ἀναισχυντοτέρους αὐτοὺς ποιήσεις καὶ χαώσεις καὶ τὴν χώραν καὶ ἀχρειωθῇς καὶ σύ. ἀλλὰ τὰ μὲν μετ'ἐπιεικείας μετέρχου, τὰ δὲ ἀγνοεῖν προσποιοῦ(a3), ἵνα μὴ γνώσωσιν ὅτι διὰ φροντίδος κέκτησαι τοῦτο. νοήσαντες γὰρ εἴτε φοβηθῶσι καὶ εἰς ἀποστασίαν χωρήσωσιν, εἴτε κενοδοξήσαντες καταφρονήσουσί σου. εἰ δὲ οὐ δέχεται θεραπείαν οὕτως, τότε ἐξανάγκης(a4) μετὰ δυνατῆς χειρός, ἀλλὰ σκόπει μὴ ἀστοχήσας κινδυνεύσῃς. τέως δὲ τοῦτο μετὰ ταραχῆς ἀπέχου. Ἐὰν ἐξέλθῃ τὸ ἔθνος κατὰ τῆς χώρας σου καὶ μάθῃς ἀκριβῶς μὴ δύνασθαί σε κατὰ πρόσωπον αὐτοῦ(a5) στῆναι, μὴ αἰσχυνθῇς ἀποστῆναι ὀπίσω(a6), ἀλλ'ἀπόστηθι(a7) ἀπ'αὐτοῦ καὶ ἀκολούθει αὐτῷ, εἴτε ὄπισθεν(a8) εἴτε εἰς τὸ πλάγιον(a9). καὶ ἐὰν εἶ σωζόμενος σύ, ἁπλωθῆναι αὐτὸ(a1013) ὡς θέλει οὐ τολμᾷ οὔτε μὴν τὴν χώραν σου κουρσεύσει, ἀλλὰ συντεταγμένον(a11) ἔσται· καὶ εἰ δοκιμάσει κουρσεῦσαι, σὺ(a12)εὑρήσεις αὐτὸ(a1013) ἐσκορπισμένον· καὶ εἰ οὐκ ὀκνήσεις, κλασματίσεις αὐτό(a14)· καὶ εἰ οὐ κλασματίσεις, ἀλλ'οὖν οὐδὲ ἁπλωθήσεται ὡς θέλει. καὶ οὕτως(a15) ποιῶν φυλάττεις καὶ τὴν χώραν σου καὶ τὸν στρατόν σου σῶον. εἰ δὲ αὐθαδῶς πολεμήσεις αὐτῷ, ἀπολέσεις μὲν τὸν λαόν σου, ἐξαλείψει δὲ καὶ τὴν χώραν ἀφόβως τὸ ἔθνος καὶ ἔχεις εὐθύνην(a16) μὴ στρατηγήσαςκαλῶς.Ἐὰν δὲ ἐπέλθῃς(a1) πολεμῆσαι ἔθνος ἢ κάστρον, πρῶτον κατουνεύσας(a2) καὶ ἀπλικεύσας κατάστησον τὸν λαόν σου εἰς τὴν κατοῦναν, ἕκαστον εἰς τὴν τάξιν αὐτοῦ. ἀλλὰ μὴ πλησίον πολλὰ ἀπλικεύσῃς, ἵνα μὴ κατασκοπεύῃ παρ'αὐτῶν. καταστήσας δὲ τὸν στρατόν σου καὶ ἀναπαυθείς, τότε, εἰ θέλεις, χώρησον πρὸς πόλεμον κατὰ τοῦ ἔθνους τυχὸν ἢ τοῦ κάστρου. ἂκουσον γὰρ τί ἔπαθον οἱ ταύτην τὴν τάξιν μὴ φυλάξαντες.Θεσσαλονίκη(a1) πόλις ἐστὶν πολυ<άνθρωπος><· ἐπελθὼν δὲ ὁ> <Ἀλουσι>ανὸς(a2) μετὰ πλήθους πολλοῦ Βουλγάρων εἰς τὸ πολεμῆσαι αὐτήν, οὐκ ἔπηξε πρῶτον τὴν σκηνὴν αὐτοῦ ἐν τόπῳ ἐπιτηδείῳ κατουνεύσας τὸν στρατὸν αὐτοῦ, ἀλλ'ὡς ἤρχετο μετὰ τοῦ τούλδου προσπελάσας τοῖς τείχεσιν ἤρξατο πολεμεῖν. ὁ δὲ λαὸς αὐτοῦ ἦν ἀπὸ τοῦ κόπου καὶ τῆς ταλαιπωρίας κεκμηκώς· ὁ γὰρ ἀπὸ τῆς ὁδοιπορίας κάματος ἐκλύειν οἶδε(a3) καὶ ὀκνηροὺς ποιεῖν καὶ τοὺς ῥώμῃ καὶ ἀλκῇ σώματος ὑπερέχοντας. μὴ κατουνεύσαντος(a4) δέ, ὡς εἴρηται, ἐζαλίζοντο(a5)ἔνθεν κἀκεῖθεν, ὁ μὲν ὕδωρ πιεῖν θέλων, ὁ δὲ τὸν ἵππον αὐτοῦ ἀναπαῦσαι, ὁ δὲ ἑαυτὸν κεκμηκότα ἀνακτήσασθαι. θεασάμενοι οὖν αὐτοὺς(a6) οἱ ἔνδον τοῦ κάστρου οὕτως ἀτάκτως πλανωμένους ἐκπηδήσαντες αἴφνης ἐπέθεντο αὐτοῖς καὶ αὐτίκα ἔτρεψαν(a7) τοὺς Βουλγάρους τροπὴν μεγάλην. καὶ οἱ μὲν αὐτῶν ἐσφάγησαν, ἄλλοι δὲ ἀπέθανον ὑπὸ τῆς δίψης καὶ τοῦ καύματος, οἱ δὲ λοιποὶ ὡς πρόβατα ἐλαυνόμενοι ἐν μάνδρᾳ ἐζωγρήθησαν. ὁ δὲ Ἀλουσιανὸς ὁ θαυμαστὸς ἐκεῖνος στρατιώτης μόνος ἀπέδρασεν, ἀποβαλόμενος(a8) καὶ τὸν θώρακα αὐτοῦ. πρόσεχε οὖν τούτοις.Ἐξελθόντων τῶν Πατζινάκων κατὰ συγχώρησιν Θεοῦ καὶ ἐπιβάντων τοῖς ὁρίοις τῶν Ῥωμαίων ἀπεστάλη Κωνσταντῖνος(a1) ὁ ῥαίκτωρ παρὰ τοῦ εὐσεβεστάτου βασιλέως τῶν ̣Ῥωμαίων τοῦ Μονομάχου μετὰ στρατοῦ καὶ δυνάμεως πολλῆς πολεμῆσαι τοὺς Πατζινάκους. ὃς ἀπελθὼν καὶ θαρρήσας(a2) εἰς τὸν ἄπειρον ἐκεῖνον(a3) στρατὸν οὐκ ἐκατούνευσεν οὐδὲ ἔπηξεν τὸν παπυλεῶνα(a4) αὐτοῦ καὶ διανέπαυσεν τὸν στρατὸν κεκμηκότα, ἀλλ'ὥρμησεν εὐθὺς κατ'αὐτῶν(a5) εἰς πόλεμον. οἱ δὲ Πατζινάκοι ἐκπηδήσαντες ἐξ ἀναπαύσεως γαυριῶντες(a6)παρετάξαντο(a7) κατ'αὐτῶν· 23.03 γὰρ ἡ τρυφὴ καὶ ἀνάπαυσις θαρσαλεωτέρους ποιεῖν καὶ τοὺς ἄγαν ἀτυχεῖς. οἱ δὲ Ῥωμαῖοι καὶ οἱ ἵπποι(a9) αὐτῶν ἀγανακτήσαντες πῆ μὲν ἀπὸ τοῦ κόπου τῆς ὁδοιπορίας πῆ δὲ ἀπὸ τοῦ καύματος καὶ τῆς δίψης οὐδὲ μικρὰν προσβολὴν αὐτῶν ἠδυνήθησαν ὑποστῆναι, ἀλλ'εὐθὺς(a10) εἰς φυγὴν ἐτράπησαν, καὶ γέγονε φόνος μέγας. ἐκεῖσε γὰρ ἔπεσαν οἱ ῥωμαλεώτατοι καὶ ἀλκιμώτατοι τῶν Ῥωμαίων· ἀπώλοντο(a11) γὰρ μυριάδες πολλαὶ καὶ σχεδὸν πᾶσα ἡ τῶν Ῥωμαίων χώρα ἐπλήσθη θρήνων(a12).Ἐὰν ἐπέρχεται(a1) ἔθνος καὶ ἔστιν ἀπαραίτητος ὁ πόλεμος, εἰ μὲν εἱσιν(a2) οἱ ἐναντίοι ἐν σπάνει χορτασμάτων καὶ νομῆς <καὶ> ἐνδείᾳ(a3) τῶν ἀναγκαίων, σὺ δὲ εἶ ἐν ἀφθονίᾳ πάντων, ἀναβάλλου τὸν πόλεμον ὑπουλευόμενος τὸ ἔθνος καὶ παραβιβάζων αὐτὸ(a4) ἡμέραν ἐξ ἡμέρας. ἀπόστειλε(a5) δὲ καὶ τῷ ἐξάρχοντι αὐτῶν δῶρα κατακοιμίζων αὐτοῦ τὴν θρασύτητα. ἰχθὺν γὰρ δέλεαρ ζωγρεῖ, τοὺς δὲ πλείστους τῶν ἀνθρώπων λῆψις δώρων καὶ χρυσοῦ χλωρότης. παραβιβάζοντός σου γὰρ αὐτοὺς(a6) ταλαιπωρήσουσιν οἱ ἵπποι(a7) αὐτῶν ἀπὸ τῆς σπάνεως(a8) τῶν χορτασμάτων καὶ τῆς νομῆς καὶ ἁπλῶς πάντων τῶν ἀναγκαίων καὶ αὐτὸ τὸ ἔθνος κακοπαθοῦν ἀδυνατήσει. ὁπόταν δὲ μάθῃς ταλαιπωρῆσαι τούτους, τότε ἐπίθες αὐτοῖς καὶ εὖ οἶδα ὅτι σύν Θεῷ συντρίψεις αὐτούς. Ὡσαύτως παραβίβαζε καὶ ὁπόταν σοι λαοῦ ἐπιβολὴ(a9) ἐπέρχεται εἰς βοήθειάν σου· πλὴν ἔσο ἀπὸ τοῦ τόπου ἐξησφαλισμένος, εἰ δύνασαι. ὅτε δὲ παραβιβάζεις φύλαττε(a10) καὶ νυκτὸς καὶ ἡμέρας, ὅση σοι δύναμις(a11), ἵνα μὴ ἐπιπεσόντες σοι ἐξαίφνης οἱ ἐναντίοι διαφθείρωσί σε. εἰ δὲ οὐκ ἔχεις ἀφθονίαν πάντων οὐδὲ προσδοκεῖς(a12) λαὸν <ἐκ> <τῶν> σῶν <εἰς> ἐπιβολὴν(a13), ἀλλὰ καὶ τοῖς ἀνθρώποις καὶ τοῖς ζῴοις σου ἐν σπάνει εἰσὶ τὰ ἀναγκαῖα, μὴ ἀναβάλῃ τὸ σύνολον, ἀλλὰ πλησιάσας αὐτοῖς ἐν χώρᾳ ἐπιτηδείᾳ διανάπαυσον τὸν λαόν σου δύο ἢ τρεῖς ἡμέρας, <εἰ> ἔχεις ἄδειαν καὶ τότε ἀπάρας κρότησον πόλεμον. μὴ ἀργήσῃς καὶ ἐπιλιπόντων σοι τῶν ἀναγκαίων ἀπολέμητος τραπήσεται ὁ λαός σου. βραδύνοντος γὰρ καὶ ἐν σπάνει(a14) ὄντος τῶν ἀναγκαίων δειλιάσουσι καὶ ὑποχωρήσουσιν. ἀλλὰ εἴπω δή σοι τι τοιοῦτον συμβάν.Ὁ μοναχὸς Βασίλειος καὶ προνοητὴς Βουλγάρων ἀπεστάλη παρὰ τοῦ ἀοιδίμου βασιλέως τοῦ Μονομάχου πολεμῆσαι τοὺς Πατζινάκας. ἀπελθὼν οὖν καὶ πλησιάσας αὐτοῖς, ἔχων καὶ τὸν ἀκόλουθον Μιχαὴλ σύνεργον αὐτῷ· στρατὸς δέ ἦν ἀμφοτέρων πολύς· ἀπελθόντες ὡς εἴρηται καὶ πλησιάσαντες αὐτοῖς, ἐξ ἀπειρίας(a1) οὐκ ἠθέλησαν πολεμῆσαι αὐτοὺς αὐτίκα ἀλλ'ἐπαρεβίβαζον(a2) ἡμέραν ἐξ ἡμέρας. ἐπιλιπούσης δὲ τῆς τροφῆς τῷ στρατῷ καὶ τοῖς ζῴοις(a3), οἱ ἐναντίοι γαυριῶντες(a4) ἀπὸ τῆς σπατάλης(a5) ἤρχοντο πλησίον τοῦ φοσάτου ἀλαλάζοντες(a6) καὶ πάλιν ὑποχωροῦσιν(a7)· οἱ δὲ Ῥωμαῖοι τὸ μὲν ἀπὸ τῆς σπανέως(a8) τῶν ἀναγκαίων ταλαιπωρήσαντες τὸ δὲ καὶ δειλιάσαντες ἐκ τοῦ ὁρᾶν αὐτοὺς καθεκάστην καὶ ἐνωτίζεσθαι τοὺς τούτων ἀλαλαγμούς(a9), ἐτράπησαν μόνοι χωρὶς πολέμου. νυκτὸς γὰρ ἐπιβάντες τοῖς ἵπποις ἔφυγον. ἀλλ'οὐ διέφυγον τὰς χεῖρας τῶν ὑπεναντίων καὶ γέγονεν ἑκούσιος(a10) καὶ ἐξ ἀπειρίας κατάλυσις τοῦ στρατοῦ. τοῖς γὰρ κόπῳ <καὶ> καμάτῳ ταλαιπωροῦσι καὶ ἐνδείᾳ εἰ καὶ πολέμου προσδοκία ἐπίκειται, ἄχθος καὶ θόρυβον ταῖς ψυχαῖς ἐμποιεῖ καὶ ἀμαχητὶ τὴν τροπὴν ἐργάζεται.Φεῦγε, στρατηγέ, τὰς ἡδονάς, ἵνα μὴ περιπέσεις ὡς ὄρνεον εἰς παγίδαΕἰ δὲ ἀκρίτης εἶ, ἔχεις δὲ τοπάρχην γείτονα, εἰ μὲν εἰρηνικῶς ἐστὶ μετὰ σοῦ, εἰρήνευε καὶ σὺ μετ'αὐτοῦ· πλὴν μὴ πιστεύσῃς αὐτῷ. ἐνὸν(a1) μὴ βλάπτε, τὴν δὲ χώραν σου φύλαττε καλῶς. εἰ δὲ μὴ βλαπτόμενος παρ'αὐτοῦ ἐπιχειρήσεις(a2) βλάψαι αὐτόν, πρῶτον μὲν διεγείρεις αὐτόν τε καὶ τοὺς λοιποὺς τοπάρχας κατὰ σοῦ καὶ ποιεῖς πάντας ἀποστῆναι Ῥωμαίων καὶ δολιεύεσθαι αὐτούς, ἔπειτα δὲ φοβούμενοι τὴν δολιότητά σου ὑπερασπιοῦσιν(a3) αὐτοῦ καὶ εἴτε λαθραίως εἴτε(a4) φανερῶς ἐπιθέντες σοι χειρώσονταί σε(a5). εἰ δ'οὐ δυνηθῶσιν, ἀλλ'οὖν βλάψουσι καὶ σὲ καὶ τὴν χώραν τοῦ βασιλέως τὰ μέγιστα. καὶ ἔκτοτε εἰ καὶ ἀγάπην θέλεις ποιῆσαι οὐκ ἀληθεύσουσι πρὸς σε(a6). εἰ δὲ ὁ πλησίον σου τοπάρχης ἐπιχειρήσει σε βλάπτειν, μὴ θρασυνθῇς κατ'αὐτοῦ, ἀλλ'ὑπουλεύσου αὐτὸν(a7) καὶ ὑποκρίθητι εἰρήνην καὶ ἁπλότητα. φύλαττε δὲ τὴν χώραν σου καὶ ποίησον φίλους, εἰ δύνασαι, ἐκ τῆς χώρας αὐτοῦ, ὅπως δι'αὐτῶν μανθάνῃς(a8)τὰς βουλὰς αὐτοῦ, καὶ ἀπόστελλε(a9) αὐτοῖς δῶρα κατιδίαν. ἀπόστελλε δὲ καὶ τῷ τοπάρχῳ(a10) δῶρα φανερῶς ὑπουλευόμενος αὐτόν. καταχαυνώσαντος γὰρ σοῦ 25.07 διά τε τῶν δώρων καὶ τῆς ὑποκριτικῆς ἀγάπης ἀμεριμνήσει(a12). καὶ τότε ἐπισωρεύσας σὺ τὸν λαόν σου λεληθότα(a13) καὶ μετὰ σπουδῆς, ἔπελθε αὐτῷ τε καὶ τῷ λαῷ αὐτοῦ αἰφνίδιον καὶ οὐκ ἀστοχήσεις· ἐξαλείψεις καὶ ἀφανίσεις αὐτόν. καὶ σὺ μὲν ἐπαινεθήσῃ παρὰ πάντων ἐχθρῶν τε καὶ φίλων ὡς μὴ γενόμενος αἴτιος τῆς ἐνάρξεως(a14) αὐτοῦ, τροπωσάμενος δὲ ἄριστα τὸν ἐνάρξαντα, καὶ παρὰ βασιλέως τιμὰς καὶ εὐεργεσίας λήψῃ(a15) ὡς στρατηγήσας καλῶς. ἐκεῖνος δὲ εἰ καὶ δυνηθῇ ἀποδρᾶσαι, ἀπρόσωπος καὶ ἀπαρρησίαστος ἔσειται(a16) εἰς τοὺς γειτνιῶντας αὐτῷ τοπάρχας καὶ συγγενεῖς(a17), ὡς αἴτιος γενόμενος τοῦ κακοῦ. ἐροῦσι γὰρ αὐτῷ ὡς· ἄξια πέπονθας. μὴ πολεμούμενος γὰρ τί δουλείαν εἶχες βλάπτειν ξένην χώραν καὶ μὴ βλάπτοντάς σε ἐχθραίνειν καὶ διεγείρειν κατὰ σοῦ; καὶ οὐδὲ βοηθήσουσιν αὐτῷ ἀλλὰ μᾶλλον αἰδεσθήσονται καὶ φοβηθήσονται σὲ ὡς ἀληθῆ στρατηγόν.Πλὴν ὁπόταν εἰσέλθῃς καὶ κουρσεύσῃς τὴν χώραν αὐτοῦ, εἰ μὲν εἰσι κλησοῦραι ὅθεν εἰσῆλθες, μὴ ὑποστρέψῃς τὴν αὐτὴν ὁδόν. ἐκεῖνοι γὰρ γινώσκοντες τὴν δυσκολίαν τῶν κλησουρῶν προκαταλάβωσιν αὐτὰς καὶ ὑποστρέφοντός σου κλασματίσουσι σε. ὁποῖον ἐποίησεν ὁ Τριβούνιος ὁ Σέρβος τῷ κατεπάνω Δυρραχίου(a1) Μιχαὴλ τῷ τοῦ λογοθέτου υἱῷ εἰς Διοκλείαν καὶ ἀπώλεσε τὸν λαὸν αὐτοῦ, ἐπέκεινα τῶν τεσσαράκοντα χιλιαδῶν ὄντα. εἰσελθὼν γὰρ ὁ δηλωθεὶς κατεπάνω εἰς Διοκλείαν(a2) ἐκούρσευσεν, ὑποστρέψας δὲ εὗρε κατεχομένας τὰς κλησούρας ὅθεν εἰσῆλθε, καὶ ἑάλω. καὶ εἰ τάχα εἶχεν ἄλλην(a3) ὁδὸν εἰς τὸ ἐξελθεῖν ἀσκύλτως, ἀλλὰ ἀπὸ κακοβουλίας, μᾶλλον δὲ ἀπειρίας(a4) ἑάλω(a5). σὺ δὲ ἔχε κατασκόπους καὶ τοποθέτας(a6) ἐντρεχεῖς καὶ πρὸ τοῦ εἰσελθεῖν σε κατασκοπευσάτωσαν τὰς ὁδούς· καὶ ἀφ'οὗ εἰσέλθῃς καί κουρσεύσεις(a7) ἔξελθε δι'ἄλλης(a8) ὁδοῦ καὶ ἕξεις τὸ ἀφρόντιστον. εἰ δὲ καὶ οὐκ ἔστιν ἄλλη ὁδός, εἴσελθε ἐξαίφνης ἀμήνυτος καὶ κουρσεύσας ὑπόστρεψον τάχιον ὅθεν εἰσῆλθες. εἰ δ'οὖν, ὁπόταν εἰσέλθῃς κουρσεῦσαι, ἔασον λαὸν ἵνα κρατήσωσι τὰς κλησούρας καὶ τὰς κορυφὰς τῶν ὁρέων καὶ ἄνδρας γενναίους καὶ ἐντρεχεῖς τοὺς ἐξάρχοντας αὐτῶν, καὶ κουρσεύσας ὑποστρέψεις μετὰ τῆς τοῦ Θεοῦ βοηθείας ἔχων τὸ ἀφρόντιστον, χαίρων καὶ εὐφραινόμενος.Φύλαττε, ἀκρίτα, τὰ κάστρα καὶ τὴν ἐμπιστευθεῖσαν χώραν, καὶ τοῖς πλησίον σου τοπάρχαις μὴ ἐμπιστεύου(a1), εἰ καὶ πάνυ ὁμολογοῦσιν εἶναι φίλοι σου(a2).εἴπω σοί τι τοιοῦτον συμβάν.Κάστρον ἐστὶν εἰς τὰ μέρη τῆς Μεγάλης Ἀρμενίας· ἔστι δὲ εἰς ὑψηλὸν τόπον ἔχον ἐπάνω πεδίον ἱκανόν, ἀρκοῦν καὶ περισσεῦον(a3) τοῖς οἰκοῦσιν εἰς τὸ κάστρον εἰς τὴν σπόριμον γῆν καὶ εἰς τὴν νομὴν τῶν κτηνῶν αὐτῶν καὶ εἰς πᾶσαν αὐτῶν χρείαν(a4), πάντοθεν κρημνοῖς καὶ φάραγξι βαθείαις κατησφαλισμένον, μὴ δεχόμενόν ποθεν(a5) παρά τινος πολεμηθῆναι. οὐδὲ γάρ ἐστί τινι δυνατὸν ἀνελθεῖν ἐκεῖσε εἰ μὴ διὰ στενῆς ὁδοῦ μιᾶς καὶ τότε εἰσελθεῖν πρῶτον διὰ τῆς πύλης τοῦ κάστρου καὶ τοῦτο μετὰ δυσκολίας πολλῆς(a6). τούτου οὖν τοῦ ὀχυρώματος οὐδὲν ἦν ἀσφαλέστερον. ἐπεθύμει δὲ ὁ τοῦ Τιβίου(a7) τοπάρχης καὶ πάππος μου ἐγκρατὴς(a8) αὐτοῦ γένεσθαι. τί οὖν σοφίζεται; ποιεῖ φίλον διὰ δώρων πολλῶν τὸν στρατηγὸν τοῦ τοιούτου κάστρου, δηλώσας αὐτῷ ἵνα οὗ ἂν χρῄζῃ θαρρῶν ἀποστέλλῃ καὶ λαμβάνῃ ἀπ'αὐτοῦ. τούτοις οὖν καταθελχθεὶς ὁ στρατηγὸς ἔτυχεν ἐν χρείᾳ γενέσθαι σίτου, εἶτα δηλοῖ αὐτῷ. ὁ δὲ μετὰ χαρᾶς εἶπεν· ὅσον κελεύεις. ἀποστέλλει(a9) αὐτῷ ζῷα χίλια φέροντα σῖτον καὶ τοῖς δυσὶν ὄνοις ἠκολούθει(a10) ἄνθρωπος ὡς δῆθεν ἐπιμελούμενος αὐτῶν. ἦν συλλογισάμενος γὰρ ὁ στρατηγὸς ὅτι· παρ'αὐτοῦ τοῦ ἐχθροῦ τῆς Ῥωμανίας ἐὰν σιταρχισθῇ(a11) τὸ κάστρον μου, τίνος ἄξιός εἰμι; εἶτα καταλαβόντος τοῦ σίτου ἀνοίγει μετὰ χαρᾶς τὰς πύλας τοῦ εἰσελθεῖν καὶ τὰ ζῷα καὶ τοὺς ἐπακολουθοῦντας αὐτοῖς. οἱ δὲ ὡπλισμένοι ὄντες πρὸς μάχην καὶ κεκρυμμένας(a12) ἔχοντες τὰς ῥομφαίας αὐτῶν ὁπηνίκα εἰσήλθον ἐσπάσαντο τὰς πύλας τοῦ κάστρου. καὶκτείνουσι μὲν τοὺς κονταράτους, γίνονται δὲ ἐγκρατεῖς τοῦ κάστρου. καὶ γίνεται ἡ φιλία συμφορᾶς πρόξενος καὶ μνήμης ἀξία. χρὴ οὖν σε φυλάττεσθαι ἀπὸ τῶν φίλων μᾶλλον ἢ τῶν ἐχθρῶν. εἰ γὰρ οὐκ ἐπίστευσεν ὁ στρατηγὸς τοῖς νομιζομένοις αὐτοῦ φίλοις, ἀλλ'ἔξω τῆς πύλης προσέταξεν ἀποφορτῶσαι τὸν σῖτον, ἐκέρδανεν ἂν αὐτῶν(a13) καὶ εἰς κενὸν(a14) ἡ πανουργία αὐτῶν κατέληγεν καὶ ὁ στρατηγὸς εἶχεν τὸ ἀφρόντιστον.Εἴπω δέ σοι καὶ ἕτερον σόφισμα ἐθνικοῦ. ὁ Κατακαλὼν(a1) ὁ Κλαζομενίτης(a2) στρατηγὸς ἦν Ῥαουσίου. ἤθελε δὲ στῆσαι τρόπαιον ὁ στρατηγὸς διὰ φιλίας πλαστῆς. ἦν δὲ εἰς τὰ κάστρα Δαλματίας εἰς τὴν Ζένταν καὶ εἰς τὴν Στάμνον τοπάρχης Βοϊσθλάβος ὁ Διοκλητιανός. ἠβούλετο δὲ κρατῆσαι αὐτόν. καὶ τί ποιεῖ; συμφιλιάζεται αὐτῷ ἀποστέλλων πρὸς αὐτὸν δῶρα πυκνότερον, ἀπατῆσαι αὐτὸν ἐν τούτοις βουλόμενος. ὁ δέ, εἰ καὶ ἐθνικὸς ἦν, ἀλλὰ τὴν φυσικὴν καὶ τὴν ἀπὸ πείρας <σοφίαν> εἶχε, καὶ τὰ μὲν δῶρα ἐλάμβανεν, ὑπεκρίνατο δὲ καὶ δοῦλος εἶναι τοῦ βασιλέως, ὡς δῆθεν(a3) διὰ τῆς καλοκαγαθίας καὶ τῶν χαρισμάτων τοῦ στρατηγοῦ. ἔχοντος δὲ καὶ τοῦ τοπάρχου παῖδα ἀρτιγενῆ(a4), ἐμήνυεν ὁ στρατηγὸς δέξασθαι τοῦτον ἀπὸ τοῦ ἁγίου βαπτίσματος. τοῦ δὲ μετὰ χαρᾶς εἰπόντος καὶ εἰ κελεύεις καὶ ἔλθῃς εἰς τὴν οἰκίαν μου, ὁ στρατηγὸς οὐκ ἠθέλησεν. ἐτύπωσαν οὖν ἀμφότεροι ἵνα ἐν μέσῳ τοῦ θέματος τοῦ στρατηγοῦ καὶ τῆς χώρας τοῦ τοπάρχου ποιήσουσι τὴν συντεκνίαν. εἶχε δὲ δρόμωνας παρασκευασμένους εἰς τὴν θάλασσαν ὁ στρατηγὸς (παρὰ θάλασσαν γὰρ ἦν ὁ τόπος), ἵνα ὁπόταν νεύσῃ κρατήσαντες ῥίψωσιν αὐτὸν εἰς τὸν δρόμωνα. τὴν αὐτὴν δὲ βουλὴν εἶχε καὶ ὁ τόπαρχος(a5), καὶ εἶχεν ἄνδρας γενναίους παρασκευασμένους(a6) ἐν τῷ κρυπτῷ ἵνα ὁπόταν ποιήσῃ σημεῖον(a7) ὅπερ αὐτοῖς διετάξατο, ἐκπηδήσαντες κρατήσωσι τὸν στρατηγὸν καὶ τοὺς σὺν αὐτῷ· ὃ καὶ γέγονεν(a8). εἶτα ἡνώθησαν καὶ ἀσπασάμενοι ἐκαθέσθησαν. ἅμα οὖν τῷ καθεσθῆναι(a9) αὐτοὺς σημείου γενομένου ἐκύκλωσαν τὸν στρατηγὸν καὶ δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας ἄγουσιν αὐτὸν δέσμιον μετὰ καὶ τοῦ υἱοῦ αὐτοῦ καὶ τῶν σὺν αὐτῷ πάντων καὶ τοὺς δρόμωνας εἰς τὴν Στάμνον. καὶ οἷς βρόχοις καὶ δικτύοις ἠβούλετο ζωγρῆσαι ἐζωγρήθη, εἰς ὀνειδισμὸν Ῥωμαίων.Καὶ πρόσεχε ἵνα μὴ ἃ σοφίζῃ γένωνται τρόπαια ἑτέρων(a1)· ἡ γὰρ ἑτέρων πονηρία ἑτέρων(a2) γίνεται δόξα καὶ κέρδος. δεῖ οὖν σε λογισμένα πράττειν. ἐγὼ γὰρ οὐκ ἀρχαῖά σοι παρήγαγον ἀλλὰ ὅσα πρὸ μικροῦ τῶν ἡμερῶν ἡμῶν συνέβησαν. οἱ πλείονες γὰρ στρατηγοί ἀπὸ τῶν νομιζομένων φίλων ἐπαθον.Δημητριὰς πόλις ἐστὶ τῆς Ἑλλάδος(a1) παρὰ θάλασσαν, ἀπό τε τῆς θαλάσσης καὶ τῶν κύκλωθεν βαλτῶν ἐξησφαλισμένη. ἧς ἐγκρατὴς γέγονέν πως(a2) ὁ Δελιάνος. τοπάρχης δὲ ἦν οὗτος Βουλγάρων. ἐγκρατὴς δὲ αὐτῆς γεγονὼς(a3) ἀπέστειλεν ἐν αὐτῇ στρατιώτην(a4) ἀρχαῖον καὶ ἔμπειρον(a5) εἰς τὰ πολέμια (ὁ γὰρ(a6) στρατηγὸς τῇ τῶν Βουλγάρων διαλέκτῳ τζελνίκος λέγεται) Λυτοβόην τὸν Διαβολήτην(a7), δοὺς αὐτῷ καὶ λαὸν εἰς φυλακὴν τοῦ κάστρου. ὃς(a8) ἀπελθὼν ἀνοικοδόμησε(a9) τὰ τείχη ἠμελημένα ὄντα καὶ ἐποίησε(a10) μαγγανικὰ καὶ μηχανὰς ὅσας ἐνδέχεται ποιῆσαι στρατηγόν. ὀχυρώσας δὲ τὸ κάστρον ἀπεμερίμνησεν, μὴ φοβούμενος ἔξωθεν προσβολὴν μήτε ἔνδοθεν ὑφορώμενος ἐπιβουλὴν διὰ τὸ τοὺς ἐντοπίους εἶναι ἁπλουστάτους καὶ παντελῶς ἀπείρους καὶ διὰ τὸ καὶ ὅρκῳ αὐτοὺς ἐξασφαλίσασθαι. εἴωθεν γὰρ ἡ ἀμεριμνία προσφέρειν λύπας καὶ κινδύνους ἐξαπίνης. ἐπὶ τούτοις οὖν ἀμεριμνήσας ὁ στρατηγὸς καὶ μὴ ἔχων ὑπόνοιαν εἰς τοὺς ἔνδον, προσεῖχε τῇ τρυφῇ καὶ τῇ ἀνέσει. οἱ δὲ ἐντόπιοι(a11), εἰ καὶ ἄπειροι ἦσαν, ἀλλ'ἡ φύσις διδάσκαλός ἐστι πάσης μηχανῆς καὶ πανουργίας· ἀποστέλλουσι λάθρα πρὸς τὸν δοῦκα Θεσσαλονίκης(a12) ὅπως ἀποστέλλῃ τινά τοῦ παραλαβεῖν τὸ κάστρον καὶ τιμῆσαι αὐτούς. ὁ δὲ δοὺξ ἀποστέλλει τινὰ πανθεώτην Ζεπὲ καλούμενον μετὰ πλοίων(a13) καὶ λαοῦ. καταχθέντων οὖν τῶν πλοίων πλησίον(a14) τοῦ λιμένος ἐν ἀποκρύφῳ τόπῳ, μηνύεται τοῦτο τοῖς ἐντοπίοις(a15) λάθρα· καὶ δη ἀπελθόντες αὐτίκα ἐκράτησαν τὸν στρατηγὸν καὶ δεσμήσαντες αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ φύλακας παρέδωκαν τοῖς Ῥωμαίοις.Σέρβεια πόλις ἐστὶν ὀχυρὰ ἐν Βουλγαρίᾳ. ἐφύλαττε δὲ αὐτὴν(a1) στρατηγὸς Ῥωμαῖος ὀνόματι Μαγηρῖνος(a2) καὶ ταξιάρχαι δύο μετὰ τῶν χιλιαδῶν αὐτῶν. ὁ δὲ πρὸς(a3) μητρὸς πάππος μου Δημήτριος ὁ Πολεμάρχιος οὕτω καλούμενος ἦν ὑπερέχουσα κεφαλὴ εἰς τὸ μέρος ἐκεῖνο εἰς τὴν ἄκραν· ὃν μετὰ τὸ εἰρηνεῦσαι τὴν Βουλγαρίαν(a4) ἀνεβίβασεν ὁ μακαρίτης κύρις Βασίλειος ὁ πορφυρογέννητος εἰς τὸ τῶν πατρικίων ἀξίωμα πεποιηκὼς(a5) αὐτὸν καὶ μυστικόν. πολλὰ οὖν οὗτος κοπιάσας καὶ ἀγρυπνήσας ἐνιαυτὸν ὅλον εἰς τὸ ἑλεῖν αὐτὴν ἀπολέμητον οὖσανκρατῆσαι οὐκ ἴσχυσεν. ὅθεν καὶ εἰς κενὸν αὐτῷ γέγονεν ὁ τοσοῦτος κόπος . κρημνοῖς τε(a6) γὰρ καὶ φάραγξι(a7) φοβερωτάταις τὴν ἀσφαλείαν ἐκέκτητο. ἦν δὲ ὁ λοετρὸς(a8) κάτωθεν τοῦ κάστρου εἰς τὸν κρημνὸν, ἔνθα καὶ ἀπήρχετο ὁ στρατηγὸς καὶ οἱ ταξιάρχαι ὅτε ἠβούλοντο καὶ ἐλούοντο(a9). μηχανᾶται οὖν μηχανὴν τοιαύτην· ἐλθὼν νυκτὸς καὶ ἔστη(a10) ἄντικρυς τοῦ κάστρου μετὰ τοῦ λαοῦ αὐτοῦ (ὁ δὲ τόπος ἐστὶν ὑλώδης ἔχων θάμνους) καὶ προσέταξε τοῖς σὺν αὐτῷ πᾶσι βαστάζειν θάμνους μεγάλους, κρατεῖν δὲ αὐτὰς ἔμπροσθεν αὐτῶν καὶ σκιάζεινκαὶ ἀποκρύβειν(a11) τοὺς ἵππους καὶ τοὺς ἀναβάτας αὐτῶν, ὥστε φαίνεσθαι οὐκ ἀνθρώπους ἀλλὰ τοπικήν τινα ὕλην. εἶχε δὲ χονσαρίους δύο πλησίον τοῦ κάστρου εἰς τὴν ἀκρωρείαν, οἳἅμα τῷ κατελθεῖν τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχας καὶ ἄρξασθαι τοῦ λούεσθαι ἐποίησαν σημεῖον(a12) ὃ προσετάγησαν. οἱ δὲ καταπτερνίσαντες ἐκύκλωσαν τὸ λοετρὸν κρατήσαντες τοὺς ἐν αὐτῳ. ὁ γὰρ μὴ προσέχων, ἀλλὰ ἀφυλάκτως πορευόμενος πολλάκις καὶ συμφοραῖς περιπίπτει. κρατηθέντων οὖν αὐτῶν ἀναιμωτὶ τὸ κάστρον παρέλαβε(a13). πρόσεχε οὖν τούτοις.Καὶ ἐὰν φυλάττῃς κάστρον ἔχε(a1) ἀκριβείαν πολλὴν καὶ εἰς τοὺς ἔξω(a2) καὶ εἰς τοὺς ἔσω καὶ μηδὲ ἀνθρώπῳ σου πιστεύῃς καὶ ἀπολέσεις καὶ ἑαυτὸν καὶ τὸν λαόν. Βλέπε δὲ καὶ καθεκάστην τὰ τείχη καὶ ἔνδον καὶ ἔξω, ὡσαύτως καὶ τὰς πόρτας. τὰ δὲ τείχη τοῦ κάστρου ἔστωσαν ἐλεύθερα· μὴ ἔστω οἰκία(a3) σύγκολλα αὐτοῖς, ἀλλὰ καὶ εἰ ἔστι, κατάστρεψον αὐτήν, καὶ ἐκγύμνωσον τὰ τείχη καὶ ἔνδον καὶ ἔξω, ὡσαύτως καὶ τὰς <πόρτας> πάσας παντελῶς, ἵνα ἔχῃς ἄδειαν διέρχεσθαι καὶ βλέπειν αὐτά. εἰ δὲ ἀρχαῖος οἶκός ἐστι καὶ πολύτιμος σύγκολλα(a4) τοῦ τείχους, μὴσε πτοήσῃ ἡ καταστροφὴ αὐτοῦ, ἀλλὰ κατάλυσον αὐτόν. εἴπω γάρ σοι τοιοῦτόν τι.Ἡ Ἱδροῦντα πόλις ἐστὶ τῆς Ἰταλίας παρὰ θάλασσαν, πολυάνθρωπος καὶ πλουσία. ἐφύλαττε δὲ αὐτὴν Ἱδρουντιανὸς(a1) ὁ Μαλαπέτζης, ἔχων εἰς φυλακὴν τοῦ κάστρου Ῥώσους(a2) καὶ Βαράγγους κονταράτους τε καὶ πλοίμους. εἶχε δὲ ὁ αὐτὸς Μαλαπέτζης ἀνεψιὰν(a3), ἥτις(a4) εἶχε σύγκολλα(a5) τοῦ τείχους οἶκον. ὁ δὲ θεῖος αὐτῆς τὸ μὲν ὡς ἀρχαίου, τὸ δὲ καὶ ὡς πολυτίμου, πῆ δὲ καὶ ὡς τῆς ἀνεψιᾶς αὐτοῦ ὄντος ἐφείσατο(a6) αὐτοῦ καὶ οὐ κατέλυσεν αὐτόν, μὴ ἔχων ὑπόνοιαν ἐξ αὐτοῦ τὴν οἱανοῦν. οἱ δὲ Φράγγοι πολλὰ κοπιάσαντες εἰς τὸ παραλαβεῖν ἀπὸ πολέμου τὴν Ἱδροῦντα οὐκ ἠδυνήθησαν. τί οὖν σοφίζεται ὁ κόμης αὐτῶν; μηνύει τῇ ῥηθείσῃ(a7) ἀνεψιᾷ τοῦ Μαλαπέτζης ὅτι· εἰ ποιήσεις με εἰσελθεῖν διὰ τοῦ τείχους εἰς τὸ κάστρον, ἵνα σε λάβω γυναῖκα. καὶ ὀμνύει αὐτῇ, δοὺς αὐτῇ καὶ δῶρα πολλά. ἡ δὲ ὑπὸ τῆς ἐπιθυμίας ὑποσυρεῖσα κατένευσε καὶ ἐποίησε, καὶ διὰ νυκτὸς διὰ τοῦ τείχους ἀνεβίβασε μετὰ σχοινίου τινὰς τῶν Φράγγων(a8) τοὺς λογιωτάτους(a9) καὶ κριτοτέρους(a10), οἵτινες διὰ τῆς ἐπιούσης νυκτὸς τρυπήσαντες(a11) τὸ τεῖχος τοῦ κάστρου εἰσήγαγον Φράγγους λαὸν πολὺν(a12)καὶ πρὸ τοῦ διαφαῦσαι ἀλαλάξαντες ἐπῆλθον τοῖς(a13) ἐν τῇ πόλει. οἱ δὲ ἀπροσδοκήτως τοὺς ἐχθροὺς ἔνδον τοῦ κάστρου ἰδόντες ὥρμησαν εἰς φυγήν. τὸ γὰρ κακὸν αἰφνιδίως ἐπελθὸν καὶ τοὺς πάνυ ἀλκιμωτάτους(a14) καὶ λογικωτάτους ἀπόλλυσιν(a15). αὐτίκα γοῦν ὁ τοῦ κάστρου τὴν πρόνοιαν ποιούμενος Μαλαπέτζης φεύγων εἰσῆλθε μόνος εἰς πλοῖον καὶ σέσωσταισωτηρίαν ἐπίψογον καὶ μεταλύπης(a16) πρόξενον, τὴν δὲ γυναῖκα καὶ τὰ τέκνα κατέλιπε εἰς τὰς χεῖρας τῶν ἐχθρῶν. πρόσεχε οὖν τί αὐτῷ συνέβη ἐκ τοῦ μὴ ἔχειν ἀκρίβειαν.Ἐὰν φυλάττῃς κάστρον καὶ ἀκούσῃς ἔρχεσθαι πρός σε τὸν ἐχθρόν, εὐτρέπισον σεαυτὸν πρὸς τὸ δέξασθαι πόλεμον· οἰκονόμησον τὰ τείχη τὰ διερρωγότα, τοὺς πύργους τοὺς προμαχῶνας(a1) κατοχύρωσον, σώρευσον λίθους ἐπάνωθεν τῶν τειχέων, πλέξον λέσας, ποίησον χάντακας διπλοῦς καὶ τριπλοῦς καὶ βαθυτάτους καὶ πλατεῖς καὶ ἔξω τῶν χαντάκων λάκκους εἰς τὸ ὀλισθαίνειν τοὺς ἵππους, ἐπίστησον μαγγανικὰ(a2) τοῖς τείχεσι καὶ τζάγρας, ποίησον ἅρπαγας(a3) οὓς λύκους καλοῦσιν εἰς ἄμυναν τῶν κριῶν. καὶ εἰ προσβάλλουσί(a4) σοι μετὰ κριοῦ, δράξον αὐτὸν μετὰ τῶν ἁρπάγων. ἔχων ἑτοίμους βόας ἔνδον καὶ ἐπιδήσας αὐτοῖς τὸν λύκον σύρειν(a5) αὐτοὺς ἀνάγκασον· εἰ δ'οὐκ ἔστιν ἐπιτήδειον σύρειν, ἐπίδησον αὐτὸν εἰς ὀχυρὸν τόπον, ὥστε μὴ δύνασθαι ὀπισθοποδῆσαι.Εἰ δὲ θελήσει παρασκάψαι τὰ θεμέλια, σκάψον σὺ μᾶλλον ἔμπροσθεν καὶ σύγκολλα τῷ τείχει εἰς βάθη(a1) ὅθεν νοεῖς ὅτι μέλλει ὁ ἐχθρὸς ὑποδῦναι(a2) τοῖς θεμελίοις, καὶ ἔχε ἄνδραςγενναίους ηὐτρεπισμένους καὶ πρὸς μάχην ἑτοίμους, ἵνα ὁπόταν ὑπὸ γῆν ἐρχόμενος ὑποδύνῃ(a3) τοῖς θεμελίοις ἀνακύψῃ καὶ μὴ βουλόμενος ἐν ᾧ τόπῳ σὺ ἔσκαψας· ἀνακύψας δὲ καὶ ἀπὸ τοῦ ὀρύγματος ἀγανακτήσας κρατηθήσεται ὑπὸ τῶν σῶν. καὶ αὐτῷ σφαλερὸν τὸ μηχάνημα, σὺ δὲ ἕξεις τὸ ἀσφαλές. εἰ γὰρ ποιήσεις τοῦτο, ἕξεις ἄδειαν καὶ ἀπὸ τῶν προμαχώνων ῥίπτειν(a4) μεγίστους λίθους ἐπὶ τῷ σῷ ὀρύγματι, ἔνθα ἐκεῖνος ἀνακύψει, καὶ φονεύσεις αὐτόν.Εἰ δὲ ποιήσει χωματισμόν, ἔχε ὕλην ἡτοιμασμένην καὶ κτίσον ἔνδον πρὸς τὸ πάχος τοῦ τείχους(a1) καὶ ἕτερον τεῖχος, καὶ ποίησον αὐτὸ συγκεκολλημένον(a2) τῷ τείχει τοῦ κάστρου, ἐκεῖ μόνον(a3) ἄντικρυς τοῦ χωματισμοῦ καὶ ἰσάσας αὐτὸ μετὰ τοῦ περιπάτου καὶ ἑνώσας αὐτό, ὡς εἴρηται, μετὰ τοῦ παλαιοῦ τείχους, ποίησον ἀμφότερα τεῖχος ἕν, καὶ ὕψωσον αὐτὸ εἰς ὕψος πολύ. ὑψωμένου δὲ τοῦ χώματος ὑπερβαινέτω εἰς ὕψος οἰκοδομούμενον τὸ σὸν τεῖχος καὶ οὐ κατακυριεύσει σου ὁ χωματισμός, διὰ τὸ εἶναί σε εἰς ὑπερέχον ὕψος. διὰ τοῦτο δέ σοι λέγω ὅτι· κτίσον ἔνδον τοῦ τείχους καὶ ἕτερον καὶ ἕνωσον ἀμφότερα τὰ τείχη εἰς ἕν, διότι ἐὰν οὐκ ἔχει τὸ τεῖχος πάχος πολὺ καὶ ὑψώσεις αὐτό, καταπίπτει. τὸν δὲ παρὰ τοῦ ἐχθροῦ γινόμενον χωματισμὸν εἰ δύνασαι, καῦσον, ἐπεὶ οὐκ ἔστιν ἅπας ὁ χωματισμὸς χῶμα, ἀλλὰ καὶ ξύλα.Ἐὰν ἔλθῃ ὁ ἐχθρὸς μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως, μὴ ἐξέλθῃς ἔξω τοῦ κάστρου πολεμῆσαι αὐτῷ, ἀλλὰ φύλαττε καὶ πολέμησον αὐτῷ ἀπὸ τῶν προμαχώνων ἕως δύο καὶ τριῶν(a1)ἡμέρων. στοχασάμενος δὲ αὐτοῦ τὴν δύναμιν, τὴν ἐνέργειαν καὶ τὸν πόλεμον καὶ τὰς μηχανάς, τότε, εἰ δύνασαι(a2), ἐξαίφνης ἀκρωτηρίασαι(a3) αὐτόν. ἐξελθέτωσαν οἱ μὴ φυλάσσοντες τὰ τείχη, οἱ δὲ ἐπὶ τῶν τειχέων τὸ σύνολον μὴ κατιέτωσαν· ἀρκεῖ(a4) γάρ σοι καὶ τὸ φυλάττειν τὸ κάστρον.Εἴπω(a1) δέ σοι τι τοιοῦτον συμβάν. ὁ Βοϊάνος κάστρον ἐστὶ Βουλγαρικὸν ὀχυρόν. εἰσελθὼν δὲ ὁ βασιλεὺς κύρις Μιχαὴλ εἰς πόλεμον εἰς Βουλγαρίαν(a2) καὶ ἐπιβὰς τῇ Τριαδίτζῃ κατέλαβεν καὶ τον Βοϊάνον. ἦσαν ἐκεῖ ἄνδρες ὀνομαστοὶ καὶ πολεμισταὶ Βούλγαροι, ὁ δὲ ἐξάρχων αὐτῶν ἐκεῖσε ἦν ὁ Βότκος(a3) οὕτω καλούμενος. θαρρήσαντες δὲ εἰς τὴν ἀνδρείαν αὐτῶν ἐξέρχονται ἔξω τοῦ κάστρου πολεμῆσαι ὥσπερ αἰσχυνόμενοι ἔνδον εἶναι τοῦ κάστρου. συναφθέντος δὲ τοῦ πολέμου καὶ τῆς μάχης κραταιᾶς γενομένης τρέπονται οἱ ὀνομαστοὶ ἐκεῖνοι Βούλγαροι.θελόντων οὖν αὐτῶν εἰσελθεῖν τὴν πύλην τοῦ κάστρου συνῆλθον αὐτοῖς καὶ οἱ Ῥωμαῖοι καὶ ἑλόντες τὴν πόλιν ἐποίησαν φόνον μέγαν. πρόσεχε οὖν τούτοις.Εἴπω δέ σοι καὶ ἕτερον τοιοῦτον συμβάν. ἔστι κάστρον ὀνομαζόμενον Μόρεια, μέσον Φιλiππουπόλεως(a1) καὶ Τριαδίτζης, κατείχετο δὲ ὑπὸ τῶν Βουλγάρων(a2). ὁπλισθεὶς δὲ πρὸς μάχην ὁ πορφυρογέννητος βασιλεὺς κῦρ Βασίλειος καὶ καταλαβὼν τὴν Μορείαν ἐπιστήσας μαγγανικὰ ἐσφενδοβόλει βιαίως, εἶτα ποιεῖ χωματισμόν. ὡς οὖν ὕψωσεν ὁ χωματισμός, μηχανῶνται οἱ ἔνδον τοῦ κάστρου μηχάνημα μνήμης ἄξιον. νεωτέρους γὰρ γενναίους δώροις(a3) δεξιωσάμενοι ἀπέστειλαν(a4)· οἱ δὲ ὑπεισελθόντες ἔνδον τοῦ χωματισμοῦ διὰ τῶν ἔσωθεν(a5) ξύλων καὶ εἰς τὸ πρόσω χωρήσαντες ἔχοντες δᾷδας καὶ ῥητίνην καὶ πυρεκβόλους ἅπτουσιν ἔνδον καὶ ἐξέρχονται. καὶ ἡ μὲν φλὸξ ἔξω οὐχ ὡρᾶτο(a6), διὰ τὸ εἶναι εἰς βάθος(a7) ἔνδον τῶν χωμάτων καὶ τῶν ξύλων, περιλαβοῦσα δὲ διὰ πάσης τῆς νυκτὸς τὰ ἐν τῷ χωματισμῷ πάντα πρὸς ὄρθρον ἐξαίφνης πρὸς ὕψος ἐρριπίσθη καὶ ἀπώλετο ὁ χωματισμός. ὁ δὲ βασιλεὺς λυπηθεὶς ἀνεχώρησε, καὶ ἔμειναν οἱ τοῦ κάστρου ἀχείρωτοι καὶ ἀήττητοι.Ἦν τις(a1) πόλις ἐν Ἑλλάδι πολυάνθρωπος. ἀγωνισάμενος οὖν πολλὰ Συμεὼν ὁ ἄρχων, Βουλγάρων ὁ τότε τύραννος εἰς τὸ ταύτην χειρώσασθαι, εἰς κενὸν αὐτῷ γέγονεν ὁ κόπος . σοφίζεται οὖν ποιῆσαι ἀγάπην μετὰ τῶν πολιτῶν <τοῦ> κάστρου(a2), ὡς δῆθεν ἀποστέλλων(a3) παρ'αὐτοῦ μήνυμα φέροντας(a4). ἦσαν δὲ οἱ ἀποστελλόμενοι δεινοὶ εἰς τὸ στοχάσασθαι ἀλκιμώτατοί τε καὶ ῥωμαλεώτατοι. οἵτινες στοχαζόμενοι εἶδον τὰς πύλας τῆς πόλεως μετεώρους ἐχούσας τὰς στρόφιγγας καὶ τὰς πύλας ἀφεστηκυίας τῆς γῆς. κατανοήσαντες δὲ τοῦτο ἐλάλησαν εἰς τὰ ὦτα τοῦ τυράννου. ὁ δὲ ἐπιλεξάμενος ἄνδρας πέντε γενναίους ἀπέστειλεν εἰσελθεῖν εἰς τὸ κάστρο(a5) προφάσει δουλείας. ἦν δὲ παραγγείλας αὐτοῖς(a6) βαστάζειν πελέκεις εἰς τὰς ζώνας αὐτῶν ὄπισθεν, ὁπηνίκα δὲ τῇ(a7) πύλῃ προσβάλλουσι τοὺς μὲν τὴν πύλην φυλάττοντας διαχειρώσασθαι, τὰς δὲ στρόφιγγας τῶν πυλῶν ἀποκόψαι. ὃ δὴ καὶ ἐποίησαν. ἀποκοπέντων γὰρ τῶν στροφίγγων(a8) κατηνέχθησαν εἰς γῆν αἱ πύλαι. αὖθις(a9) οὖν ποιήσαντες σημεῖον ὃ ἐνετείλατο αὐτοῖς, καταλαβεῖν πεποιήκασι τάχιστα καὶ οὓς εἶχεν εἰς τοῦτο παρασκευασμένους ὁ τύραννος. θορυβηθέντων δὲ τῶν πολιτῶν διὰ τὸ γεγονὸς εἰσεπήδησαν ἔνδον τῶν πυλῶν οἱ τοῦ τυράννου(a10) καὶ ἐκράτησαν τὴν πόλιν ἀναιμωτί.Ἡ(a1) δὲ μεγάλη Ἀντιόχεια οὐκ ἐκ τῶν νομιζομένων ὀχυρωμάτων αὐτῆς παρεδόθη. καὶ γὰρ ὁ Χοσρόης ὁ τῶν Περσῶν βασιλεὺς προσβαλὼν αὐτῆς τοῖς τείχεσιν οὐκ ἠδυνήθη ταύτην παραλαβέσθαι. ἦν δὲ εἰς ἕνα τό<πον> <τῆς >πόλεως τὸ τεῖχος(a2) πάνυ στενότατον. μὴ ἐχόντων δὲ ἄδειαν τῶν φυλάκων ἐν τῷ περιπάτῳ διαβαίνειν εὐρυχώρως ἀπεκρέμασαν ξύλα μακρὰ ἐπίσης τῷ περιπάτῳ, δήσαντες αὐτὰ τοῖς προμαχῶσιν ἐν σχοινίοις. ἀνελθόντων δὲ ἀνθρώπων πλείστων καὶ βάρους ἤδη δι'αὐτῶν ἐπιτεθέντος τοῖς ξύλοις, ἑστῶτες(a3) κατέπεσον. ταραχθέντος δὲ ἐπὶ τούτοις τοῦ λαοῦ καὶ προσδοκήσαντος εἰσιέναι τοὺς πολεμίους καὶ τὰ τείχη καταλιπόντος καὶ φυγόντος, ὁ Χοσρόης ἀναιμωτὶ τὴν πόλιν ἔλαβεν.Ἐὰν ἔλθῃ ἔθνος εἰς τὸ κάστρον σου καὶ ποιήσῃ ἀγάπην μετὰ σοῦ καὶ ὀμόσῃ σοι, μὴ πιστεύσῃς αὐτῳ, ἀλλὰ μᾶλλον τότε φύλαττε. καὶ εἰ θελήσει ποιῆσαι πανήγυριν πωλεῖν τε καὶ ἀγοράζειν, ποιησάτω(a1). πλὴν μὴ ἱστῇ σοι(a2) ταύτην σύνεγγυς(a3) τοῦ κάστρου.ἄξιον γὰρ ἐπιμνησθῆναι πόλεως τῆς Δημητριάδος τί πέπονθε νεωστί. πέντε γὰρ πλοῖα Ἀγαρηνῶν πειρατῶν(a1) ἦλθον ὥρᾳ πρώτῃ τῆς ἡμέρας· οἱ δὲ τῆς πόλεως προμαθόντες τὴν ἔφοδον αὐτῶν ἦσαν παρασκευασμένοι. ἐλθόντων οὖν τῶν Ἀγαρηνῶν ἐμηνύθη παρ'αὐτῶν τοῖς ἐν τῇ πόλει ὅτι· ἡμεῖς οὐ πολεμῆσαι ἤλθομεν, ἀλλὰ ποιῆσαι φόρον καὶ πωλῆσαι αἰχμαλώτους καί πράγματα ἃ ἔχομεν ἀπὸ κούρσου· καὶ εἰ κελεύετε(a2), ὀμνύμεθα ὑμῖν καὶ διδόαμεν καὶ ὀψίδας καὶ ποιοῦμεν πραγματείαν. οἱ δὲ ἐπίστευσαν(a3) αὐτοῖς ἐξ ἀπειρίας καὶ ὀμνύουσιν ἀμφότεροι. τῇ γὰρ ἀπειρίᾳ προσπεσών τις, εἰ μὲν ἀγαθόν ἐστιν, εἰς ἄμετρον χαρὰν καὶ ἀγενὲς θράσος ἐξολισθῆσαι πεποίηκεν, εἰ δὲ τι κακὸν ἢ φοβερὸν, φανταζομένης τῆς ψυχῆς ἔκπληξιν ἐμποιεῖ. δόντες(a4) οὖν λόγον δι'ὅρκων(a5) ἀμφότεροι καὶ ὀψίδας ἠμερίμνησαν(a6). ἦν δὲ ἐκεῖσε ἄνθρωπός τις Βυζάντιος μὲν τὸ γένος, οἰκῶν δὲ ἐν Δημητριάδι, δολερὸς τὰ μάλιστα· Νῶε δὲ τῷῥηθέντι ἀνθρώπῳ ὄνομα. Οὗτος πάσῃ(a7) μηχανῇ ἐμηχανήσατο τὰ τῶν ἐντοπίων χρήματα καὶ κτήματα ἀφελέσθαι(a8) καὶ ἴδια ταῦτα ποιῆσαι. δυνάστης οὖν τότε τυγχάνων ὁ τοιοῦτος(a9) ἐν Δημητριάδι, ἐφιέμενος δὲ καὶ ἀπὸ τῶν Σαρακηνῶν τι καρπώσασθαι, οὐ συνεχώρησεν αὐτοῖς ἀπελθεῖν μήκοθεν τοῦ κάστρου καὶ τὸν φόρον ποιῆσαι, ἀλλ'ἐποίησεν αὐτοὺς ποιῆσαι τὴν πρᾶσιν σύγκολλα τοῦ τείχους, τοῦτο σοφισάμενος ὅτι εἰ(a10) μὲν ἀπομήκοθεν τοῦ κάστρου γένηται ἡ πρᾶσις, οὐ δύναται(a11) ἀπελθεῖν καὶ ἰδεῖν τί πωλοῦσιν, εἰ δὲ σύγκολλα τοῦ τείχουςἀπὸ τοῦ πύργου ἔχει βλέπειν τί ἀρεστὸν αὐτῷ ἐστὶν καὶ ἀναλαβέσθαι ὡς δῆθεν ἀγοράσων τὸ τοιοῦτον, ἑσπέρας δὲ γενομένης μηδὲν λαβόντες ὑποχωρήσωσι κενοί. πραγματευσάμενοι οὖν οἱ τοιοῦτοι ὀλίγον προσεποιήσαντο εἰσελθεῖν εἰς τὰ πλοῖα ὑετοῦ ῥαγδαίου κατενεχθέντος. οἱ δὲ τῆς πόλεως κατελθόντες τῶν τειχέων εἰσῆλθον εἰς τὰς οἰκίας διὰ τὸν ὑετὸν καταλιπόντες φύλακας ὀλίγους, οἳ δι'ἀπειρίαν καὶ αὐτοὶ ἠμέλησαν. οἱ δὲ Ἀγαρηνοὶ μὴ μελλήσαντες(a12) ἐποίησαν δοκιμὴν ῥίψαντες ἀπὸ τῶν πέντε πλοίων(a13) ἀνὰ πέντε ἄνδρας ἐνόπλους. οἳ καὶ διαβάντες ἐκ πλαγίου τοῦ κάστρου, ὅθεν οὐκ εἶχον οἱ ἐντόπιοι ὑποψίαν, ἀνῆλθον εἰς τοὺς προμαχῶνας τοῦ κάστρου διὰ τῶν σύγκολλα(a14) τοῦ τείχους οἰκιῶν καὶ κεράμων καὶ ἐκράτησαν πόλιν τοιαύτην ὀχυρὰν καὶ βρίθουσαν παντὸς ἀγαθοῦ ἐπευθείας καὶ χωρὶς μάχης.Εἴπω δὲ σοι καὶ ἕτερον(a1), ὃ Τήρας ὁ Καλαβρὸς πέπονθεν πόλεως ὢν φύλαξ τῆς Βισινιάνων. ἦν γὰρ πλούσιος πάνυ καὶ εὐγενὴς καὶ πρῶτος ἄνθρωπος τῆς χώρας. ὁ δὲ Ῥουπέρδος(a2) ὁ Φράγγος κατὰ συγχώρησιν Θεοῦ γεγονὼς τύραννος(a3) ἐσπούδαζε κρατῆσαι αὐτόν. ποιήσας οὖν πᾶσαν μηχανὴν ἀπεκρούσθη. τί οὖν ποιεῖ; ἔρχεται ὡς φίλος ἔξω τῆς πόλεως καὶ μηνύει αὐτῷ ἐξελθεῖν ἔξω τῆς πύλης, ὡς δῆθεν ἀναγκαίας ὑποθέσεως ἕνεκα καὶ μυστηρίου. ἐξέρχεται οὖν ὁ Τήρας ἔξω μὲν τῆς πύλης τοῦ κάστρου, ἔσω δὲ τοῦ χάντακος. προσεποιήσατο οὖν ὁΦράγγος φοβεῖσθαι τοὺς συνεξελθόντας τῷ Τήρᾳ. εἶτα προσέταξεν ὁ Τήρας αὐτοὺς ὑποχωρῆσαι καὶ μονωθείς, ἔστησαν ἀμφότεροι(a4) εἰς ὁμιλίαν. ὁ δὲ Φράγγος εἶχεν παρασκευασμένους ἄνδρας ἐπιλεκτοὺς τρεῖς ἐπικαθημένους ἵππους πολυτίμους οἳτινες καταπτερνίσαντες ἐπήδησαν τὸν χάντακα καὶ κρατήσαντες αὐτὸν αὐτίκα εἰς τοὐπίσω(a5) μετ'αὐτοῦ ἀνέκαμψαν, καὶ ἐχειρώσαντο τὸν θαυμαστὸν ἐκεῖνον ἄνδρα ὡς ἀνδράποδον. ἃ δὲ βάσανα(a6) αὐτῷ ἐνεδείξαντο(a7) οὐκ ἐξικανῶ τοῦ λέγειν. φύλαττε οὖν τὰς βουλὰς τῶν ἐναντίων καὶ μὴ πιστεύῃςαὐτοῖς(a8).Εἰ δὲ τοποτηρητὴς εἶ εἴτε ἄλλην τινά ἐξουσίαν ἔχεις καὶ ὑπὲρ ἐξουσίαν(a1) τοῦ στρατηγοῦ, μὴ ἀντιτάττῃ(a2) αὐτῷ ἀλλ'ἐπάκουε αὐτοῦ ἐν πάσῃ ὑποταγῇ καὶ ἂν ἀποστέλλῃ παρ'αὐτοῦ, ἔνθα καὶ προστάσσει(a3) σοι ἄπελθε μετὰ προθυμίας. καὶ μὴ τῷ σχήματι μὲν προθυμῇς, τῇ δὲ γνώμῃ οὐ προθυμῇς, ἀλλὰ σπούδασον οὗ ἂν(a4) σταλῇς ἵνα τὴν δουλείαν ποιήσεις τὴν ἐνταλθεῖσάν σοι καὶ ἄλλο τι παρὰ σεαυτοῦ θαυμαστὸν καὶ ἐπαινετόν. καὶ ἀγωνίζου ὑπερέχειν πάντας, ὅπως γένῃ ὀνομαστός. πόθεν δὲ τοῦτο συμβαίνει; Οὐκ(a5) ἄλλοθεν εἰ μὴ ἀπὸ σπουδῆς καὶ ἀγρυπνίας. τὰ αὐτὰ(a6) δὲ παραγγέλλω καὶ τοῖς στρατιώταις· οὐκ εἶδον πώποτε σπουδαῖον καὶ ἄγρυπνον μὴ εἰς ἄκρον εὐημερήσαντα. δουλεία γὰρ οὐκ ἀπόλλεται. ἐπεὶ δὲ οὐ πάντες τὴν εὐθεῖαν ὁδεύουσιν, ἀλλ'εἰς ἀδικίας ἐκκλίνουσιν, ἁρπάζοντες οὐ μόνον βρώσιμα καὶ πόσιμα, ἀλλὰ καὶ κόσμια καὶ ἱμάτια, εὐοδωθέντες δὲ ἅπαξ καὶ δὶς κατὰ συγχώρησιν Θεοῦ καὶ τοῦ δικαίου καταφρονήσαντες οὐκ ἐπιστρέφουσιν, οἱ δὲ ἀδικούμενοι μὴ φέροντες τὴν βίαν(a7) εἴτε μετὰ βελῶν(a8) ἢ ξίφους κρούσαντες ἔκτειναν αὐτούς, ἰστέον ὅτι ὡς βιοθάνατοι(a9)ἐλογίσθησαν καὶ οὐ μόνον αἰσχρῷ θανάτῳ ἑάλωσαν, ἀλλὰ καὶ τῆς μελλούσης κρίσεως πεῖραν λήψονται.
III. PRIVATA
Εἰ δὲ ἰδιάζεις εἰς τὸν οἶκόν σου καὶ οὐδὲν πράττῃς, ποίει τὰς δουλείας τοῦ οἴκου σου δι'ὧν εὖ διατραφήσεται ὁ οἶκός σου(a1), καὶ μὴ ἀμέλει τούτων· οὐ γὰρ ἐστίν σοι(a2) ἕτερος πόρος ζωῆς ὑπὲρ τὸ ἐργάζεσθαι τὴν γῆν. ποίησον σεαυτῷ αὐτουργίας, οἷον μυλῶνας καὶ ἐργαστήρια, κήπους τε καὶ ἄλλα ὅσα σοι ἐπιδώσουσι τοὺς αὐτῶν καρποὺς ἐτησίως, διά τε πάκτου καὶ καρποῦ. φύτευσον δένδρα παντοῖα καὶ καλαμῶνας δι'ὧν ἔσται σοι(a3) εἴσοδος μὴ ἔχουσα κατ'ἔτος κόπον· ἐκ τούτων γὰρ ἀναπαυθήσῃ. κτήνη δὲ ἔστωσάν(a4) σοι οἷον βόες ἀροτῆρες καὶ χοῖροι(a5) καὶ πρόβατα καὶ ἄλλα ζῷα ἅτινα κατ'ἔτος(a6) γεννῶνται, αὐξάνονται καὶ πληθύνονται. ταῦτα γὰρ παρέξουσίν σοι ἀφθονίαν(a7) ἐν τῇ τραπέζῃ σου. καὶ εὐφρανθήσῃ(a8) ἐν πᾶσι, ἐν τε περισσείᾳ σίτου, οἴνου καὶ τῶν λοιπῶν ἁπάντων σπερμάτων καὶ ζῴων ἐδωδίμων καὶ ἀγωγίμων.Καὶ εἰ οὕτως βιῶν ἔχεις, μὴ ἀναπέσῃς καὶ ἀμελήσῃς(a1) τοῦ βίου σου καὶ ταῦτα πάντα μειωθήσονται· ἀλλὰ σπούδαζε εἰς τὸ καλῶς κυβερνᾶν τὸν βίον σου. εἰ δὲ καὶ ἀμελήσεις, τότε τὸ(a2)σὸν κέρδος φάγωσιν(a3) οἱ ὑπηρετοῦντές σοι(a4) καὶ ποιήσονται αὐτὸ ἴδιον. ἔλθῃ δὲ καὶ χρόνος ἐναντίος καὶ ἀφορησάσης τῆς γῆς οὐχ εὑρεθῇς ἔχων ἐναπόθετον σῖτον καὶ λοιπὰ σπέρματα εἰς διατροφὴν(a5) τοῦ λαοῦ σου. θέλοντος σου δὲ ἀγοράσαι οὐχ εὑρεθήσεταί σοι(a6) νόμισμα. ἐμβλέψας δὲ πρὸς τοὺς ὑπηρετοῦντάς σοι διαλογίσῃ περὶ τῆς διατροφῆς αὐτῶν, πῶς διατραφήσονται. στενάξεις δὲ μέγα καὶ ἐνθυμηθῇς πρός τινα ἀπελθεῖν(a7) καὶ δανείσασθαι τὰ ἀναγκαῖα καὶ ὁ διδούς σοι οὐκ ἔστιν. ὃν γὰρ αἰτήσῃ(a8) ἐρεῖ σοι· πίστευσον, εἶχον, ἀλλὰ πρὸ σοῦ ἄλλοι(a9) με ᾐτήσαντο καὶ δέδωκα αὐτοῖς, καὶ εἰ μὴ τὰ ἀρκοῦντά μοι ἄλλο οὐχ ὑπελείφθη μοι. καὶ ἔσται σοι τότε καὶ αἰσχύνη(a10) καὶ θλίψις, αἰσχύνη(a11) μὲν ὅτι ᾔτησας καὶ οὐκ ἔλαβες, λύπη δὲ ὅτι οὐκ ἔχεις ποῦ λαβεῖν. εἶτα ἀπελεύσῃ πρὸς ἕτερον, ποιήσει δέ σοι τὴν αὐτὴν ἀπολογίαν καὶ αὐτός. εἰ δὲ καὶ δώσει, ὀλίγον τι, καὶ τοῦτο μετ'ἐγγύης καὶ μετὰ γογγυσμοῦ καὶ ἀποβλέπων μεῖζόν τι παρὰ σοῦ λα βεῖν, καὶ τότε δανείσει νομίσματα. μᾶλλον δὲ εἰ εὑρεθῇ ὁ διδοὺς ὡς οἱ πολλοί, ἀπαιτήσει καὶ τόκους καὶ ζητήσει καὶ κτῆμά σου εἰς ὑποθήκην, σὺ δὲ ἑτοίμως καὶ μετὰ προθυμίας ποιήσεις αὐτῷ χαρτίον, θεὶς καὶ ὅρον. εἶτα ὁ ὅρος κατέλαβεν· ὁ δανειστὴς ζητεῖ τὸ κεφάλαιον μετὰ τόκου, σὺ δὲ ἀναβάλλῃ ἐκ τοῦ μηδὲν(a12) ἔχειν. πολλάκις δὲπαρ'αὐτοῦ μηνυθεὶς καὶ μηδὲν αὐτῷ δοὺς προσαπειληθήσῃ. εἶτα εὑρών σε ἐν ἀγορᾷ ἢ ἐν πραιτωρίῳ(a13) ἢ ἐν ἐκκλησίᾳ εἰς ἡμέραν ἑορτῆς, ἐνώπιον τοῦ λαοῦ βουλόμενος ἑαυτὸν ὑπερέχοντά σου δεῖξαι καὶ πλούσιον ἐρεῖ σοι· ἄνθρωπε, τί σοι χρεωστῶ καὶ κατέχεις τὸ πρᾶγμά μου; θέλεις ἵνα σε ἀχρειώσω; ἐκεῖνος δὲ διὰ τό(a14) σε ἀχρειῶσαι ταῦτα λέγει καὶ ἤδη(a15)ὅτι ἠχρείωσέ σε. καὶ εἰ μὲν σιγήσεις, ἐροῦσι πάντες οἱ μὲν κατιδίαν οἱ δὲ φανερῶς τό· ὁ χρεωστῶν νεῦρα(a) οὐκ ἔχει , καὶ τό, κακὴ ἡ ἡμέρα τοῦ χρεωστοῦντος. εἰ δὲ ἀντιλογίσῃ αὐτῷ, τότε γελάσουσι πάντες εἰπόντες σοι· πῶς οὐκ αἰσχύνῃ ὅτι οὕτως ἀναισχυντεῖς κατὰ τοῦ ποιήσαντός σοι καλόν; καὶ αὐτὸς στραφεὶς πρὸς αὐτοὺς εἴπῃ· εἴδετε, κύριοί μου, τοιαύτην ἀναισχυντίαν;τότε σὺ ὥσπερ ὑπὸ ἐχίδνης δηχθεὶς(a17) τὴν καρδίαν εἰς πολλὰς ἡμέρας ἀλγήσῃς καὶ εἴτε ἀποποιήσῃ πρᾶγμά σου γονικὸν ἢ ὅπερ σὺ μετὰ πολλοῦ τοῦ κόπου καὶ τοῦ καμάτου(a18)ἐκτήσω, καὶ παρὰ τιμὴν τοῦτο δοὺς πληρώσῃς αὐτῷ· εἰ δὲ μὴ ποιήσεις αὐτό, καὶ δευτέραν κατάθεσιν παρὰ σοῦ λήψεται ὑπισχνουμένου σου διπλασιάσαι τὸν τόκον καὶ τοῦ τόκου τὸν τόκον καὶ ἀναβιβασθέντος πολλοῦ ποσοῦ ἐλεεινολογήσεις· καὶ ὅ(a19) ποτε μακάριος νῦν εἰς δικαστήρια ἑλκόμενος. εἶχόν σοι δὲ καὶ ἄλλα πολλὰ περὶ τούτου εἰπεῖν, ἀλλ'ἐν τούτοις ἀρκεσθήσῃ, ἐὰν εἶ φρόνιμος. φρονίμῳ γάρ, φησίν, ἀνδρὶ εἷς λόγος ἀρκέσει, ἀσύνετον δὲ οὐδὲ αὐτὰ τὰ πράγματα σωφρονίσουσιν.Ὅθεν χρή σε ἀγωνίζεσθαι ἐν τῷ βίῳ καὶ τὴν ἐκ τοῦ κόπου ταλαιπωρίαν προθύμως φέρειν. ἀψευδεῖ γὰρ ὁ εἰρηκὼς τό· ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου. καὶ ὁ Σολομῶν, πονηρόν, φησί, περισπασμὸν ἔδωκεν ὁ Θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ ὡς οὐκ ἔστιν ἄλλως εἰ μὴ μετὰ κόπου βιοτεῦσαι καὶ ἱδρῶτος.Καὶ μὴ εἴπῃς ὅτι πιστοί εἰσιν οἱ ἄνθρωποί μου καὶ οὐκ ἔχω ὑπόνοιαν εἰς αὐτούς· ἐάν σε βλέπωσιν εἰσὶ πιστοί· εἰ δ'οὔ(a), πάντες τὸ ἴδιον συμφέρον ποιοῦσιν, καὶ φυσικῶς ἐγκατέσπαρται τῷ ἀνθρώπῳ τὸ προσπαθεῖν ἑαυτῷ καὶ τὸ κερδαίνειν εἴτε ψυχικῶς εἴτε σωματικῶς.Ἀκούσας δὲ ὅτι εἶπόν σοι κάμνειν καὶ ἀγωνίζεσθαι εἰς τὸν βίον, μὴ ἐκδώσῃς ἑαυτὸν εἰς ἐπινοίας τινὰς καὶ κόπους ἀμετρήτους, καὶ ἐκ τούτου ἀπολέσῃς τὴν ψυχήν σου καὶ τοῦ Θεοῦκαταφρονήσας τῆς ψαλμῳδίας ἀκολουθίας ἐπιλάθῃ τῆς παρὰ τῶν ὀρθοδόξων κοσμικῶν τελουμένης, οἷον ὄρθρου καὶ τῶν τεσάρων ὡρῶν, σὺν τούτοις ἑσπερινοῦ καὶ τῶν ἀποδείπνων. ταῦτα γὰρ εἰς σύστασιν τοῦ βίου ἡμῶν εἰσὶ καὶ δι'αὐτῶν τῶν λειτουργιῶν γνωριζόμεθα εἶναι δοῦλοι οἰκεῖοι τοῦ Θεοῦ, ἐπεὶ τὸ ὁμολογεῖν Θεὸν <ποιοῦσι> καὶ οἱ ἄπιστοι καὶ οἱ δαίμονες καὶπάντες Θεὸν εἶναι ὁμολογοῦσι. καὶ οὐ μόνον ταύτας τὰς λειτουργίας χρὴ σε ποιεῖν ἀλλ', εἰ δύνασαι καὶ μεσονύκτιον(a1) εὖξαι εἰπὼν κἂν ἕνα ψαλμόν· διὰ γὰρ ταύτης τῆς ὥρας ἀπερισπάστως δυνήσῃ ὁμιλῆσαι τῷ Θεῷ καὶ εὐξάμενος ἀναπαύθητι. τοῦτο γὰρ οὐ κόπος ἐστὶν(a2), ἀλλὰ μᾶλλον εὐφροσύνη, τὸ κατιδίαν ὁμιλεῖν τῷ Θεῷ. ὥσπερ γάρ σοι παραγγέλλω σπουδαῖον εἶναι εἰς τὰ βιωτικά, οὕτως θέλω εἶναι σε σπουδαῖον καὶ εἰς τὰ πνευματικά, ὅπως ἐξ ἀμφοτέρων εἶ εὖελπις(a3), καὶ ἁπλῶς θέλω σε εἶναι ἐξοχώτατον εἰς πάντα τὰ δέοντα. καὶ μὴ εἴπῃς ὅτι ὁ δεῖνα ἀκολουθίαν ἐκκλησιαστικὴν οὐ ποιεῖ καὶ εὐημερεῖ· οὐ γὰρ οἶδας τί ἐν κρυπτῷ ὁ τοιοῦτος ἐργάζεται. οὕτως γὰρ ἐν κρυπτῷ τινὲς ἀγαθὰ ἐργαζόμενοι ἔλαθον οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ τὸν διάβολον. εἰ δὲ ἀμεληταί τινες καὶ κακοὶ προκόπτουσιν, οὐδὲν θαυμαστόν· Ἑβραῖοι γὰρ καὶ αἱρετικοὶ καὶ Σαρακηνοὶ(a4) καὶ ἁπλῶς(a5) ἄλλοι πολλοὶ οἱ μήτε(a6)πεῖραν δογμάτων ἔχοντες μήτε εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν(a7) Θεὸν ἐλπίζοντες ζῶσι, καὶ οἱ μὲν αὐτῶν καὶ εὐημεροῦσι καὶ ἐθνῶν ἄρχουσι καὶ τῆς τοῦ Θεοῦἀγαθότητος(a8) ἀπολαύουσι, καὶ οὐ ζηλοῦμεν αὐτῶν τὴν εὐημερίαν(a9). ἡ γὰρ ἀγαθότης αὐτοῦ οἷς κρίμασιν οἶδε διοικεῖ τὰ πάντα .Ἒχε δὲ καὶ ἐλεημοσύνην καὶ οὐ μὴ ἀπολέσῃς αὐτήν. ὁ γὰρ Κορνήλιος Ἕλλην ὢν καὶ ἐν ἀγνοίᾳ πολλῇ οὐ μόνον δογμάτων ἀλλὰ καὶ ψιλῆς διδασκαλίας, κινούμενος δὲ ἀπὸ ὀρθῆς διανοίας καὶ ποιῶν τὸ ἀγαθὸν ἐνώπιον Κυρίου ἤκουσε τό· Κoρνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.Μὴ θελήσῃς δὲ ὑπεισελθεῖν εἰς περισσοπρακτορίας. τὰς δὲ δημοσιακὰς δουλείας τὸ σύνολον μὴ ὑπεισέλθῃς, καὶ ἀπολέσεις τὸν ἄρτον σου καὶ τοῖς κληρονόμοις σου(a1) ἀντὶ κληρονομίας ἀγαθῆς μέριμναν καταλίπῃς καὶ ἔσονται ἐν διηνεκεῖ(a2) σάλῳ. διηγήσομαι γάρ σοι ἱστορίαν ἧν ὁ πατήρ μου ἰδὼν εἶπέν μοι. εἶχεν γὰρ ἐξάδελφον τὸν πρωτοσπαθάριον καὶ στρατηγὸν(a3)Μάιον, φρόνιμον καὶ ἐνεργῆ, περισσευόμενον ἐκ πάντων νομισμάτων τε καὶ πραγμάτων πολλῶν. ἔδοξε δὲ αὐτῷ ποτὲ λαβεῖν δουλείαν τὴν ἐπίσκεψιν Ἀρραβισοῦ. βουλευσάμενος δὲ ἐκεῖνον ἐκωλύετο παρ'αὐτοῦ. ὁ δὲ ὑπεδείκνυεν αὐτῷ τῶν πολιτῶν οἴκους λέγων ὅτι· πάντες οὗτοι οἱ οἶκοι ἀπὸ τῶν δημοσιακῶν δουλειῶν συνέστησαν. τοῦ παπποῦ(a4) μου δὲ ὑποχωρήσαντος εἰς τὴν ἐνεγκαμένην(a5), αὐτὸς λαβὼν τὴν ἐπίσκεψιν ἐξῆλθεν. μετὰ δὲ χρόνους ὀλίγους ἐλθὼν ἐν τῇ πόλει καὶ ἀπελθὼν εἰς τὸ χαιρετίσαι αὐτὸν οὐχ εὗρεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ. λαβὼν δὲ αὐτὸν ὁ βεστιαρίτης αὐτοῦ ἤγαγεν εἰς τὸν ἅγιον Παῦλον εἰς τὸ ὀρφανοτροφεῖον καὶ ἐθεάσατο αὐτὸν ἐν σκοτεινῇ καμάρᾳ καθεζόμενον ἐναπόκλειστον(a6), ὅπερ ἔλεγον κούσπους εἶναι, δακρυρροοῦντα(a7) καὶ τὴν ζωὴν ἀπολεγόμενον· ἑξήκοντα γὰρ λίτραι(a8) ἐλοίπασαν αὐτόν, καὶ ἀπῄτησαν ἀπ'αὐτοῦ ταύτας. καὶ οὐδὲ οὕτως ἔσωσεν ἀλλὰ καὶ μετὰ θάνατον αὐτοῦ ἐχρεώστει. ὁμῶς(a9) σὺ γινώσκεις τι ἔπαθον διὰ τῶν τοιούτων δημοσιακῶν δουλειῶν καὶ ἄλλοι πολλοί· ξένοι γεγόνασι τῶν ἀξιωμάτων καὶ τῶν ἰδίων ὑποστάσεων.Ἐροῦσι σοί δὲ οἱ φίλοι σοῦ(a1) εἴτε ἡ γυνή σου ἐξ ἀπειρίας· ἐγχειρίσθητι κἂν ἐκπροσωπικὴν ἢ τὴν ἀρχοντίαν ἢ τὸ βασιλικὸν τῆς πολιτείας ἡμῶν καὶ ἔχεις διοικηθῆναι(a2) σύ τε καὶ ὁ οἶκός σου καὶ οἱ ἄνθρωποί σου· ἀλλὰ μὴ ἀκούσῃς αὐτῶν. εἰ γὰρ πεισθεὶς τούτοις ὑπεισέλθῃς τινὰ τῶν τοιούτων δουλειῶν ἄκουσον τί σοι συμβήσεται. εἰ μὲν ἀγωνίσῃ περιστῆσαι τὸν δημόσιον καὶ τὰς καινοτομίας σου ἀνασῶσαι, καὶ τῶν ἀνθρώπων σου τὰς ῥόγας θέλεις ἀδικῆσαι καὶ ἔσχατον ἐμέσεις ἃ οὐκ ἀπῄτησας. εἰ δὲ πολιτεύσῃ δικαίως, ἔχεις φυρᾶσαι. ἀλλὰ τί λέγω δικαίως; τελώνης ποταπὸς δίκαιος; ἀνθ'ὧν γὰρ ὢφειλες μεσιτεύειν(a3) καὶ εἰρηνοποιεῖν πάντας καὶ ἀνθ'ὧν ὢφειλον πάντες προστρέχειν εἴς σε ἀγαθὸν λόγον ἀκοῦσαι, φεύξονται μᾶλλον ἀπὸ σοῦ. τίς γὰρ οὐ φεύγει ἀπὸ τελώνου; ἐλεύσεται γὰρ ἄνθρωπος βασιλικὸς ζητῆσαί σε ὑποζύγιον ἀγγαρείας, σὺ δὲ τὸν(a4) μὲν ὡς φίλον ἐντραπήσῃ, τὸν δὲ ὡς συγγενῆ, ἕτερον δὲ ὡς δυνάστην, τὸν δὲ ἄνθρωπόν σου ἀποστελεῖς(a5) λαβεῖν ἢ νομίσματα ἢ ὀβολοὺς(a6) καὶ τῷ βασιλικῷ ἀνθρώπῳ ἐρεῖς ὡς· οὐχ εὗρον(a7). καὶ αὐτὸς κρατήσας ἴσως καὶ μαστιγώσει καὶ ἀχρειώσει σε εἰς τὴν πολιτείαν σου, καὶ ἔνθα ὢφειλες τιμηθῆναι ἀτιμωθήσῃ, καὶ ἕξεις τοῦτο ὄνειδος εἰς γενεὰς γενεῶν . εἰ δ'οὐ φείσῃ τινός, ἀλλὰ ἀγγαρεύσεις, ἐκεῖνος μὲν ὑποχωρήσει, ἐχθρανεῖς δὲ τοὺς φίλους σου, καὶ εἰ οὐ πάντες σε κακίσουσιν, ἀλλὰ κἂν εἷς ἐξ αὐτῶν βλάψαι σε ἔχει, λαβὼν καὶ τοὺς λοιποὺς συνεργούς, ἀλλὰ καὶ ἕως δέκα καὶ δεκαπέντε χρόνους οἱ ἀπαιτηθέντες παρὰ σοῦ εἴτε αἀερικὸν(a8) εἴτε ἄλλο τι, οὐ μόνον ἀδίκως, ἀλλὰ καὶ δικαίως εἰς τοὺς θεματικοὺς δικαστὰς ἄξουσί(a9) σε. καὶ εἰ καὶ εὔλογα λέγεις, ὁ κριτὴς προφήτης οὐκ ἔστιν ἀλλ'ἢ(a10) ἀπαιτήσει καὶ εἰς ὅρκους σε πέμψει. καὶ εἰ μὲν ὀμόσεις δικαίως, ὅπερ ἀπεύχομαι, πάντες στενάξουσιν ἐπὶ σοὶ καὶ ἐξουθενήσουσί σε· εἰ δ'οὐκ ὀμόσεις, πάντως, ἀποδράσεις καὶ ἀναγκασθεὶς φεύξῃ καὶ ἔσῃ ἐξουθενημένος καὶ ὀνειδιζόμενος.Εἰ δὲ ἐστιν ὑπερέχουσα κεφαλὴ εἰς τὸν τόπον, ἀπέρχου πρὸς αὐτόν, ἀλλὰ μὴ πυκνὰ ἀλλὰ ἀραιὰ(a1) ἀπερχόμενος λέγε μετὰ συνέσεως τὰ δέοντα, μὴ ἐρωτώμενος δὲ σιώπα. ἐξ ὧν δέ σοι δέδωκεν ὁ Θεὸς βρωσίμων καὶ ποσίμων(a2) ἀπόστελλε καὶ αὐτῷ καὶ τοῖς ἀνθρώποις αὐτοῦ κατὰ τὸ δυνατόν σοι. ἐὰν ἄρξηται ἀδικεῖν, ἐλεύσονται δὲ πρὸς σε οἱ τοῦ κοινοῦ λέγοντες· ἡμεῖς σὲ ἔχομεν αὐθέντην(a3) καὶ διὰ τί οὐκ ἐπιστομίζεις αὐτόν; ἀπέλθωμεν μετὰ σοῦ πάντες καὶ λάλησον αὐτῷ παρρησίᾳ. καὶ μὴ δειλιάσῃς. ἡμεῖς γὰρ μετὰ σοῦ ἐσμὲν - μηδὲ τὸ σύνολον προσδέξῃ τούτους. πανοῦργοι γὰρ τοῦτο ἀκούσαντες πρὸς ἑαυτοὺς μὲν μειδιάσουσιν, πρὸς σὲ δὲ τὰ πρὸς χάριν ὁμιλήσουσιν ἐκθειάζοντές σε· ὁ(a4) πατήρ σου, γὰρ ἐροῦσι, τοιοῦτος ἦν ἐκδικητής, διὸ καὶ ἕως τοῦ νῦν ἐν τοῖς πάντων στόμασιν ᾄδεται. τούτοις καταθέλξαντές σου τὰς ἀκοὰς καὶ συνθεμένου σου αὐτοῖς τοῦτο ποιῆσαι, εὐθέως λάθρα δραμόντες ἀναγγελοῦσι τῷ ὑπερέχοντι, ἡμεῖς, λέγοντες, πίστιν καὶ δούλωσιν ἔχοντες πρός σε καὶ πάνυ σοι εὐνοοῦντες ἀναγγέλλομέν(a5) σοι ἅπερ οἴδαμεν(a6) καὶ ἠκούσαμεν· ὁ δεῖνα (λέγοντες διὰ σὲ) τὴν πόλιν πᾶσαν κατὰ σοῦ ἐκίνησε καὶ αὔριον ἐπελεύσεται ἐπὶ σὲ μετὰ παντὸς τοῦ λαοῦ καὶ ἴσως καὶ εἰς φόνον χωρήσουσι καὶ ἀποκτενοῦσί σε. ταῦτα ἀκούσας ἐκεῖνος φυγῇ(a7) χρήσεται ὡς νομίζωναὐτοὺς ἀληθεύειν(a8), καὶ γράψει τῷ βασιλεῖ κατὰ σοῦ ὡς κατὰ λαοσυνάκτου καὶ στασιαστοῦ καὶ ἐξαλιφήσῃ(a9) ἀδίκως. εἰ δὲ ἐστιν ἀτρέμας, ἐάσει σε ἐπιβῆναι τοῦ πραιτωρίου μετὰ τοῦ λαοῦ καὶ χειρωσάμενός σε(a10) διὰ δαρμοῦ καὶ κουρᾶς σωφρονίσει(a11). οἱ δὲ τότε ἐπαινοῦντές σε(a12) φεύξονται καὶ οἱ ὁρῶντές σε(a13) εἴπωσι· δι'ἡμᾶς πανθάνει ὁ ἄνθρωπος αὐτὸς ἄρτι, καὶ σχήματι λυπηθέντες ὑποχωρήσουσι. σὺ δὲ τὸ ὄμμα ἔνθεν κἀκεῖθεν τείνας(a14) καὶ μὴ εὑρίσκων ἐκ τῶν πρῴην ἐπαινούντων σέ τινα λαλήσεις καὶ σεαυτὸν αἰτιάσῃ, φεῦ, λέγων, τῆς ἐμῆςἀβουλίας. ὁ δὲ ὑπερέχων(a15) θέλων ἡμερῶσαι τὸ κοινὸν προσκαλέσεται αὐτοὺς καὶ εἴπῃ· ἐγὼ γινώσκω τὴν εὔνοιαν ὑμῶν ἢν εἰς ἐμὲ καὶ εἰς τοὺς πρῴην ἐνεδείξασθε, καὶ οὐκ ἔχω τι καθ'ὑμῶν, ἀλλ'ἔχω ὑμᾶς ὡς παιδία μου. οὐκ ἐξ αἰτίας γὰρ ὑμῶν τοῦτο γέγονεν, αλλ'ὁ δημοηγέρτης οὗτος ἔπταισεν, ὑμεῖς δὲ φίλοι μοὺ ἐστε. ταῦτα καὶ ἄλλα πλείονα εἰπών, ἀπολύσει αὐτοὺς ἐξ αὐτῶν κατασχὼν τοὺς ἐξέχοντας εἰς τὸ ἄριστον, καὶ καταχαυνώσας τὸν νοῦν αὐτῶν πείσει αὐτοὺς μάλιστα λαλεῖν κατὰ σοῦ.Καὶ δεῖ σε ταῦτα πάντα φυλάττειν· οὐ λέγω σοι δὲ μὴ λαλεῖν διὰ τὴν χώραν καὶ ὑπὲρ τοῦ κοινοῦ. ὁ γὰρ μὴ λαλῶν, ἀλλὰ δυνάμενος βοηθῆσαι καὶ μὴ ἐλεῶν συμπράττει τοῖς ἀδικηταῖς. λάλησον οὖν καὶ σύ, ἀλλὰ μὴ μετὰ ταραχῆς, ἀλλὰ μετὰ συνέσεως καὶ ἤθους χρηστοῦ καὶ κατὰ μόνας, καὶ αἰδεσθήσονταί σε, καὶ ὁ ἀδικῶν ἐν τραπήσεταί σε μᾶλλον μόνον ἢ μετὰ τοῦ λαοῦ. εἰ δὲ ἀπαιτεῖ καιρὸς ἐνώπιον λαοῦ παρρησιασθῆναι, παρρησιάσθητι, ἀλλὰ μὴ μετὰ ἀπονοίας. ὁ γὰρ βλέπων ἀδικουμένους καὶ μὴ λαλῶν, οὗτος διάβολός ἐστι.Καὶ εἰ μὲν ἔχεις ἀξίωμα, τίμα αὐτό(a), καὶ ἵνα σε τιμήσῃ. εἰ δὲ οὐκ ἔχεις, σπούδασον ἵνα ὁμοίως τοῖς ἀξιωματικοῖς καὶ κρεῖττον αὐτῶν τιμήσωσί σε.Εἰ δὲ ἐπήρειά τις ἔλθῃ βασιλικὴ καὶ συναχθέντες πάντες ἔλθωσιν πρός σε(a1), ἵνα τυπώσῃς σὺ ἕκαστον μὴ τυπώσῃς, ἀλλ'εἰπὲ ταῦτα αὐτοῖς ὅτι· τυπώσατε ὑμεῖς καθὼς οἴδατε(a2), παρόντοςκἀμοῦ· καὶ ἀς τυπώσωσιν ἄλλοι(a3). οὕτως γὰρ δυνήσῃ καὶ φίλον σου ἐκκουσεῦσαι(a4) καὶ ἄνθρωπόν σου, καὶ τὸν αἰτησάμενόν σε ἐλαφρῶσαι καὶ οὐδεὶς ἐρεῖ τι(a5) ἀλλὰ εἰ καὶ μέμψις ἐπέλθῃ παρὰ τοῦ κοινοῦ, πρὸς τοὺς τυπώσαντας ἀναδράμῃ καὶ σὺ μενεῖς ἄμεμπτος(a6). εἰ δὲ σὺ τυπώσεις, οὐδὲ φίλον σου οὐδὲ ἄνθρωπόν σου δυνήσῃ κουφίσαι καὶ γογγύσουσι(a7) κατὰ σοῦ ὡς παρὰ τὸν τύπον ποιήσαντος. εἰ δὲ καὶ ἄνθρωπόν σου ἐξκουσεύσεις, μέγα κράξουσι κατὰ σοῦ δωρολήπτην καὶ ἐξαλειπτὴν(a8) ὀνομάζοντές σε. τοῦτο δέ σοι συμφέρει(a9), ἵνα μετὰτοῦ κοινοῦ μηδὲν καταπραγματεύσεις, ἐλεῇς δὲ καὶ προσπαθῇς(a10) αὐτοῖς ἐν οἷς δύνασαι. εἰ γὰρ καὶ τοὺς ἀνθρώπους λανθάνωμεν, ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμὸν λαθεῖν οὐ δυνάμεθα(a).Ἐὰν ἐχῃς φίλον εἰς ἄλλον τόπον καὶ διέρχεται διὰ τῆς πόλεως ἔνθα οἰκεῖς, μὴ ἀπλικεύσῃ εἰς τὸν οἶκόν σου, ἀλλὰ ἀς ἀπλικεύσῃ(a1) ἀλλαχοῦ, καὶ ἀπόστελλε αὐτῷ τὰ χρειῶδη καὶ κρεῖττόν σε ἀποδέξεται. εἰ δὲ ἀπλικεύσει εἰς τὸν οἶκόν σου, ἄκουσον πόσαι μομφαί σοι γενήσονται. ἓν μέν, ὅτι ἡ γυνή σου καὶ αἱ θυγατέρες σου(a2) καὶ αἱ νύμφαι σου οὐκ ἔχουσιν ἄδειαν ἐξελθεῖν ἐκ τοῦ οἰκήματος καὶ διατάξασθαι εἰς τὸν οἶκόν σου τὰ δέοντα. εἰ δὲ ἀναγκαία χρεία ἐστὶν ἐξελθεῖν αὐτάς, ἀναλαρυγγίσει ὁ φίλος σου καὶ τὸ ὄμμα πρὸς αὐτὰς ἀπαιωρήσει εἰ δὲ καὶ σὺ μετ'αὐτοῦ ἵστασαι, κάτω μὲν δοκεῖ σοι νεύειν, περιεργάσεται δὲ αὐτῶν καὶ βάδισμα καὶ γύρισμα καὶ ζῶσμα καὶ βλέμμα καὶ ἁπλῶς εἰπεῖν, ἀπὸ κορυφῆς ἕως ποδῶν, καὶ μιμησάμενος μετὰτῶν οἰκείων αὐτοῦ κατὰ μόνας ὑπογελάσει. εἶτα ἐξουθενήσει τὴν ὑπηρεσίαν σου, τὴν τράπεζαν, τὴν τάξιν, ἐρωτήσει δὲ καὶ περὶ τῶν προσόντων σοι εἰ ἔχεις τοῦτο, εἰ ἐκεῖνο(a3). καὶ τί πολλὰ λέγω; εἰ εὕρῃ ἄδειαν, νεύσει νεύματι ἐρωτικῷ πρὸς τὴν γυναῖκά σου καὶ ἀκολάστοις ὀφθαλμοῖς ἐμβλέψει πρὸς αὐτὴν καὶ <εἰ> δύναται καὶ μιανεῖ αὐτήν· εἰ δ'οὖν, ἐξελθὼν καυχήσεται ἃ μὴ θέμις. εἰ δὲ ἐκεῖνος οὐκ εἴπῃ, ἀλλ'ὁ ἐχθρός σου ἐν μάχῃ ἀνακράξει Σ[......15 characters......](a4) γυναικός σου παραγγεῖλαί(a5) σοι.Ἀλλ'ἐπεὶ ταῖς γυναιξὶ θέλομεν συντάξαι τὸ πῶς δεῖ αὐτὰς ἀναστρέφεσθαι, ἐκεῖ ἔχω περὶ πάντων εἰπεῖν, σὺ δὲ ἐν τούτοις ἀρκεσθήσῃ. μιᾶς δὲ ὑποθέσεως ἐπιμνησθεὶς ἐπ'αὐτὴν μετάξω τὴν παραγγελίαν. ἀγαθὸν(a1) γάρ ἐστιν ἵνα πάντοτε ἔχῃς(a2) ἀκρίβειαν εἴς τε τὴν θυγατέραν σου καὶ εἰς τὴν γυναῖκά σου. ἄνθρωπός τις τῶν περιφανῶν καὶ πλούσιος, ἔν τε ἀξιώμασι καὶ εὐγενέστατος, ἐπισήμους(a3) ἔχων τὰς οἰκήσεις ἐν τῇ πόλει (τὸ δὲ ὄνομα αὐτοῦ ἑκὼν παραδράμω· ἔτι γὰρ ζῇ), ἔχει δὲ ὁ τοιοῦτος γυναῖκα εὐγενῆ, ἔχουσαν ἀδελφὸν στρατηγόν, ὡραίαν(a4)μὲν τῇ μορφῇ, ὡραιοτέρα δὲ ἦν αὐτὴ τότε τῇ ψυχῇ, συνέσει καὶ ἀρετῇ κεκοσμημένη, μεμυημένη(a5) δὲ καὶ τὰς θείας γραφάς. ὁ δὲ βασιλεὺς ἀκούσας τὰ περὶ αὐτῆς πολλάκις ἔπεμψε πρὸς αὐτήν τινας ἐπιθυμῶν αὐτὴ συγγενέσθαι, ἐπαγγελλόμενος αὐτῇ τε καὶ τῷ ταύτης ἀνδρὶ ἀξιώματα καὶ ἄλλα πολλὰ ἀγαθά· ὁ δὲ ἀνὴρ αὐτῆς οὐκ εγίνωσκεν. εἶτα ἀποστέλλει αὐτὸν κριτὴν θέματος. μὴ δυνηθεὶς δὲ αὐτὴν πεῖσαι ἐσιώπησε. μετὰ δὲ τρεῖς ἐνιαυτοὺς ἐλθὼν ἀπὸ τοῦ θέματος ὁ ἀνὴρ αὐτῆς ἦν εὐφραινόμενος εἰς τὴν οἰκίαν αὐτοῦ. νέος δέ τις εὐειδὴς καὶ τῶν περιφανῶν ἐξωτικῶς(a6) προσεποιήσατο εἶναι συγγενὴς αὐτῆς, εἶτα λέγει τῷ ἀνδρὶ αὐτῆς ἔνδον τοῦ παλατίου· ἐγώ, φησί, συγγενής εἰμι τῆς κυρᾶς ἐκεῖ τῆς κριταίνης(a7). καὶ ἄλλα πολλὰ αὐτῷ εἰπὼν συμφιλιάζεται αὐτῷ καὶ καλεῖ αὐτὸν ὁ κριτής. ὁ δὲ ὑπουλεύεται αὐτῷ καὶ γίνεται αὐτῷ τούτῳ συνήθης(a8). τί δὲ θέλω λέγειν πολλά; συγγίνεται μετ'αὐτῆς ποτέ μακαρίας νυνὶ ἀθλίας. τούτου τοῦ δράματος(a9) διαγνωσθέντος τὸν μὲν ἄνδρα αὐτῆς καὶ τοὺς συγγενεῖς κατήφεια(a10) καὶ λύπη κατέσχε, μᾶλλον δὲ ἀχρειωσύνη, ὁ δὲ νέος ὡς ἐφ'ἑνὶ τῶν ἄθλων(a11) τοῦ ̣Ἡρακλέους(a12) τούτῳ(a13) ἐνεκαυχᾶτο. καὶ ὅπερ βασιλεὺς καὶ ἐπαγγελίαι ἀξιωμάτων καὶ πλούτων ποιῆσαι οὐκ ἴσχυσαν τοῦτο συνήθεια καὶ φίλος ἐποίησεν.Θέλω δὲ ἵνα ἀγαπᾷς πάντας ἀνθρώπους, πλὴν τὸ μυστήριόν σου μὴ λέγε τινί· ἐπισφαλὲς γὰρ τοῦτο πάνυ. ἀφ'οὗ γὰρ εἴπῃς τὸ μυστήριόν σού τινι, ἔκτοτε δοῦλος αὐτοῦ τυγχάνεις καὶ τὰ μέγιστά σε βλάψει καὶ ὑβρίσει, καὶ οὐ τολμήσεις ἀντειπεῖν αὐτῷ. καὶ διὰ τί ἑκουσίως ἵνα προδώσῃς τὴν ἐλευθερίαν σου; πάντως γὰρ ἐρεῖς ὅτι· ἐνάρετός ἐστι καὶ οὐ μὴ δημοσιεύσῃ τὸ μυστήριόν μου· καὶ οὐ γινώσκεις ὅτι σὺ αὐτὸ ἐξεφαύλισας ἐς ἑτέρας ἀκοὰς τοῦτο ἐνθείς· τὰ γὰρ εἰς ἀκοὰς εἰσερχόμενα διὰ τῶν χειλέων δημοσιεύονται. ὅθεν οὐ χρὴ λέγειν μυστήριόν(a1)σού τινι. ὁμῶς(a2) ὁ προφήτης λέγει· ἀπὸ τῆς συγκοίτου(a) σου φύλαττε τοῦτο.Οἱ εἰσερχόμενοι εἰς τὴν οἰκίαν σου ἀγαθοὶ ἔστωσαν καὶ μὴ περίεργοι· ὁ γὰρ περίεργος τὸν βίον σου ἐρευνᾷ καὶ τὰ ἐλαττώματα τῆς οἰκίας σου ἀνερευνήσας ὡς ὑπομνηματογράφος παρασημειώσεται καὶ ἐν καιρῷ ὀνειδισμοῦ σου ἐρεῖ. τινὲς τῶν ἀνθρώπων οὓς γινώσκουσι ταραχοποιοὺς καὶ διαστρέφοντας τοὺς ἁπλουστέρους κτῶνται(a1) φίλους, ὅπως ἔχωσιν(a2)αὐτοὺς βοηθοὺς εἰς τὸ συνηγορεῖν ταῖς ἀδικίαις αὐτῶν. ἐγὼ δέ σοι παραγγέλλω τοιοῦτον φίλον μὴ ἔχειν. ὁ γὰρ τοιοῦτον φίλον ἔχων ὅμοιος αὐτῷ ἐστίν, κακὸς δὲ ὢν καὶ ἀδικητὴς χρῄζει βοηθοῦ καὶ φίλου τοιούτου, ἵνα ὁπόταν οἱ ἀδικηθέντες ἐκζητήσωσιν τὰ ἴδια ὑπερλαλῇ αὐτοῦ. καὶ μὴ ἀγαπήσῃς τὸν τοιοῦτον ἄνθρωπον, ἐὰν ὁμολογήσεις ἀγαπᾶν τὸ ἀγαθόν· τὸ καλὸν γὰρ οὐ καλόν , ὅταν συμφιλιάζῃ μετὰ τοῦ κακοῦ. σὺ δὲ ἴσως ἐρεῖς μοι τὸ τοῦ Δαβὶδ ῥητόν, τὸ μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός(a) καὶ οὐκ εἶπεν ἠγάπων αὐτοὺς ἀλλ'ἤμην εἰρηνικὸς(a4), τουτέστιν ἐσιώπων φέρων αὐτῶν τὰς ὕβρεις καὶ τοὺς ὀνειδισμούς. καὶ οὐ λέγω σοι οὕτως· διότι εἰσὶ(a5) κακοί, πολέμει(a6) αὐτοῖς καὶ ταράσσου, ἀλλ'ἄφες αὐτοὺς φλυαρεῖν. εἰ δὲ καὶ σφοδρῶς ἐπιπέσωσί σοι, μὴ δειλιάσῃς· πολέμησον αὐτοῖς, εἰ καὶ τῶν ἐνδόξων εἰσί, καὶ εὑρήσεις τὸν Θεὸν συμμαχοῦντά σοι. καὶ τὸ σύνολον κακὸν ἄνθρωπον φίλον μὴ ἔχῃς· ἐνθήσει γάρ σε εἰς ἡμέραν πονηρὰν καὶ περιλήψεταί σε ἡ κακοβουλία αὐτοῦ ὥσπερ παγὶς ὄρνεον, καὶ τότε τοὺς λόγους μου ἐπὶ μνήμης λήψῃ.Ἐχθρῷ σου(a1), εἰ καὶ ὑποκρίνεται εἶναί σου φίλος, μὴ πιστεύσῃς· συμποδίσαι γὰρ σε βούλεται. καὶ ἐὰν δακρύῃ ἐνώπιόν σου, οὐκ ἀγαπῶν σε τοῦτο ποιεῖ, ἀλλ'εὗρεν αὐτὸν θλίψις ἢ ἀνάγκη. καὶ εἰ δύνασαι, ἐλέησον αὐτὸν καὶ μὴ παρίδῃς, καὶ ψυχικὸν αὐτῷ δός, εἰ ἔχῃς, καὶ ἔξελε αὐτὸν ἀπὸ τῆς περιστάσεως αὐτοῦ, καὶ ἐξελεῖ σε ὁ Θεὸς ἐκ θλίψεως, καὶ θεράπευσον αὐτόν· πλὴν μὴ ἔχῃς αὐτὸν γνήσιον φίλον. οἶδα, ἀνιστορῆσαι ἔχεις τινὰς ἀπὸ μεγάλης ἔχθρας εἰς μεγάλην φιλίαν συμβιβασθέντας. ἀλλὰ τοῦτο ἀπὸ πολλῶν τρόπων γίνεται· εἴτε γὰρ φοβούμενος αὐτὸν ὁ ἐχθρὸς αὐτοῦ σιωπᾷ, εἴτε δεόμενος τῆς αὐτοῦ βοηθείας, εἴτε ὑπουλευόμενος αὐτῷ πτερνίσαι τοῦτον βουλόμενος, εἴτε ἡ ἄνωθεν ῥοπὴ ἀντιλαμβάνεται αὐτοῦ καὶ κἂν μὴ θέλῃ σιωπᾷ. ἴσως δὲ καὶ ἐξ ὅλης ψυχῆς ποιεῖ(a2) ἀγάπην, ἀλλὰ σπανίως καὶ ἐν μυρίοις εἷς εὑρεθήσεται. φύλαξον τοὺς λόγους μου· ἀρχαῖος γὰρ ἐχθρὸς πρόσφατος φίλος οὐ γίνεται. εἰ δὲ ἔχεις ἰσχὺν εὖ ποιεῖν τοὺς ἐχθρούς σου, μὴ ἀναβάλλῃ, ἀλλ'εὖ ποίει· καὶ τὰς μὲν εἰς σὲ ὕβρεις παράβλεπε, τὰς δὲ εἰς ἁγίας(a3) εἰκόνας καὶ εἰς τὸ θεῖον μὴ παραβλέπῃς(a4), ἀλλ'ἕως θανάτου ὑπὲρ τῆς εὐσεβείας ἀγωνίζου. ἀγαθὸν ἐστιν τὸ ἐλεεῖν καὶ πονηροὺς καὶ ἀγαθούς· ἐὰν ἐλεῇς κρείττονα(a5) μισθὸν ἔχεις.Μνήσθητι, τέκνον μου, ἐν εὐημερίᾳ σου ἀνθρώπου διὰ σε παθόντος· ὁ γὰρ ἐπιλανθανόμενος τούτου τοῦ Θεοῦ ἐπιλανθάνεται. μνήσθητι τοῦ χειραγωγήσαντός σε καὶ ἀγωνισαμένου σοι ἐν καιρῷ πειρασμοῦ, μνήσθητι ἀρχαίου φίλου πατρῴου σου, μνήσθητι συγγενοῦς σου(a1) ἐν εὐπραγίᾳ σου, καὶ εὐεργέτησον αὐτούς. μνήσθητι αὐτῶν καὶ μνησθήσεταί σου ὁ Θεός· ἴσως πρὸς τὸ εὐεργετῆσαι αὐτοὺς ἐδόθη σοι ἡ εὐημερία. μνήσθητι ὅτι οὐκ εἰσὶ μόνιμα οὔτε τὰ τερπνὰ οὔτε τὰ λυπηρὰ, ἀλλὰ πάντα ἐν ῥοῇ καὶ ἀπορροῇ(a) εἰσί, καὶ ἕως ἔχεις ἡμέραν δεῖξον τίς εἶ, ἵνα τῶν παρὰ σοῦ εὐεργετηθέντων οἱ ἔγγονοι ὥσπερ ἐν στήλῃ βλέπωσιν τὴν εὐποιίαν σου. ἐάν τε ἀγαθὸν ἐάν τε πονηρὸν ποιήσεις, οὐκ ἐπιλησθήσεται ἀλλ'ἐν ὀφθαλμοῖς Κυρίου ἔσται εἰς ἀνταπόδοσιν.Ὁ σκοπός σου(a1) καὶ ἡ ἔφεσίς σου(a2) ἔστω εἰς τὸ εὐεργετῆσαι, οὐ μόνον φίλους ἀλλὰ καὶ ἐχθρούς σου, καὶ μὴ εἰς τὸ κακοποιῆσαι. ἔσο γὰρ ἐλέῳ χρῆσθαι βουλόμενος καὶ μὴ(a3)πλανήσῃ(a4), τέκνον· οὐ τὰ ἔργα μόνον τῶν ἀνθρώπων, ἀλλὰ καὶ τὰ διανοήματα ἐνώπιον Κυρίου. ὁ νοῦς σου ἔστω κείμενος εἰς τὸ ἀγαθὸν καὶ ὁ Θεὸς ποιήσει ἀγαθῶς(a5) μετὰ σοῦ.Ἐν καθέδρᾳ νεωτέρων μὴ καθίσῃς, ἀλλ'ἔκκλινον(a) ἵνα μὴ τὴν ψυχήν σου κατεχθράνῃς. νεωτέρους δὲ φημὶ τοὺς τὰ νεωτέρων φρονοῦντας καὶ πράττοντας εἰ καὶ γέροντές εἰσι.Κλέπτης φίλος μή σοι ἔστω· εἰ γὰρ καὶ οὐ συμπράξεις αὐτῷ, ἀλλ'οὐκ ἀθῳωθήσῃ ἀπὸ ψόγου.Μετὰ ἐχθροῦ(a1) σου μὴ συνοδεύσῃς. εἰ δὲ καὶ παρὰ γνώμην σου ἔτυχες αὐτοῦ ἐν ὁδῷ, αὖθις(a2) διαχωρίσθητι.Εἰς ποταμὸν μὴ ἀνδρίζου, καὶ ὑποκάτου(a1) κρημνοῦ ἢ ὄρους μὴ οἰκήσῃς· κυλισθήσεται γὰρ λίθος καὶ προσπεσὼν τῇ οἰκίᾳ σου, τάφος σοι πανοικὶ ἡ οἰκία(a2) γενήσεται καὶ οὐ γνώσῃ. πολλοὺς γὰρ ἔγνων ἐγὼ τοῦτο παθόντας.Ἔνθα τὴν ὁδὸν οὐκ ἐπίστασαι μὴ νυκτοπορῇς.Μύκητα πρόσφατα μὴ ἐσθίῃς· πολλαὶ γὰρ οἰκίαι ἐξ αὐτῶν ἔμειναν ἔρημοι.Ὁ ἐπάνω ποταμοῦ πεπαγωμένου ἢ λίμνης διαβαίνων(a1), οὗτος ἐφίεται(a2) αὔθωρον ἰδεῖν τὸν θάνατον αὐτοῦ. ὁ δὲ ἐπὶ ξυλίνου γεφυρίου διαβαίνων ἔφιππος, οὗτος κλασθῆναι ἐφίεται καὶ τὸν ἵππον αὐτοῦ προσαπολέσαι· ἀνατραπέντος γὰρ ξύλου εὐτελοῦς ἢ κυλισθέντος ἢ τοῦ ἴππου μικρὸν ὀλισθήσαντος ἐπιμνησθήσεται τοῦ λόγου μου.Δειπνᾶν εἰς κόρον μὴ θέλε.Οἱ παῖδές σου λογικὰ <καὶ> θεωρητικὰ μαθήματα παιδευέσθωσαν.Τὸ δὲ πράττειν καὶ ἐξουσιάζειν θεμάτων μὴ παραιτοῦ· ἔσο γὰρ γινώσκων ὅτι εὐλογία Θεοῦ ἐστί τὸ ἀξίωμα. τὸ δὲ κακῶς πράττειν παραιτοῦ. πράττων δὲ τῆς οἰκίας σου ἐπιμελοῦ(a1) καὶ λάμπρυνον αὐτὴν· παυσάμενον γάρ σε τοῦ πράττειν ἡ οἰκία σου(a2) ὑποδέξεται καὶ ἐν τῇ οἰκίᾳ σου(a3) ἀναπαυθήσῃ.Οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου(a1) σεβέσθωσάν σε, σὺ δὲ αἰδοῦ αὐτοὺς καὶ μὴ καταφρονῇς αὐτῶν, εἰ καὶ νήπιοί εἰσιν. ὡς γὰρ ἀπὸ σοῦ μάθωσιν, οὕτως ποιήσουσιν. ἀλλὰ καὶ σὺ ἑαυτὸν αἰδοῦ· ὁ γάρ μὴ ἑαυτὸν αἰδούμενος οὐδὲ ἄλλον(a2) αἰδεσθήσεται.Μὴ εἶ θρασύς· πᾶς γὰρ ὁ παραλόγως θρασυνόμενος ἐνύστερον μετάμελος γίνεται.Πρεσβύτην καὶ νέον τίμησον, καὶ ἀντιτιμηθήσῃ παρ'αὐτῶν καὶ παρὰ τοῦ ποιήσαντος αὐτούς.Εἰς ἐκκλησίαν εἰσιών μὴ περιεργάζου κάλλη(a) γυναικῶν, ἀλλὰ πρὸς τὸ θυσιαστήριον βλέπε κάτω νεύων.Ἀναγίνωσκε πολλὰ καὶ μαθήσῃ πολλά. καὶ εἰ οὐ νοεῖς, θάρσει· πολλάκις γὰρ διελθόντι σοι τὴν βίβλον παρὰ Θεοῦ γνῶσις δοθήσεται καὶ νοήσεις αὐτήν. ἃ οὐ γινώσκεις ἐρώτα τοὺς ἔχοντας γνῶσιν καὶ μὴ ὑψηλοφρονῇς· ἐκ ταύτης γὰρ τῆς αἰτίας, ἐκ τοῦ μὴ θέλειν ἐρωτᾶν καὶ μανθάνειν εἰσὶν ἐλλιπεῖς εἰς γνῶσιν οἱ ἄνθρωποι. ὁπόταν τις ὁμιλῇ, ἄφες αὐτῷ πληρῶσαι τὴν ὁμιλίαν αὐτοῦ. καὶ εἰ μὲν ἀγαθὴ ἡ σοφία(a) ἐστίν, ὠφεληθήσῃ, εἰ δ'ἀγενὴς καὶ οὕτως ὠφεληθήσῃ, μεμψάμενος αὐτήν. ἐρεύνα τὰς γραφάς , καθὼς ὁ Κύριος προσέταξεν, ἀλλὰ μὴ περιεργάζου αὐτάς.Μὴ ὑπνώσῃς μηδὲ μείνῃς εἰς οἰκίαν ἔνθα γινώσκεις ὅτι ὄφις ἐστὶν ἢ μικρὸς ἢ μέγας.Ἐάν τις σε αἰτήσεται δοῦναι αὐτῷ ἐλεημοσύνην, δὸς αὐτῷ μετὰ προθυμίας καὶ μὴ ἀναβάλλῃ. καὶ εἰ μέν ἐστι φίλος σου, εὐχαρίστησον τῷ Θεῷ ὅτι διηκονήσας αὐτῷ διὰ χειρῶν σου· εἰ δέ ἐστιν ἐχθρός σου, ζητῶν σε καὶ ἔλαβε παρὰ σοῦ. εἰ δέ ἐστιν ἀγνώριστος, νόμισον τὸν Χριστὸν εἶναι καὶ εὐχαρίστησον αὐτῷ. ἐάν σε ζητήσει τις δάνεισμα, εἰ μὲν εἰς ἀνάρρυσιν θέλει αὐτὸ(a1)αἰχμαλώτων ἢ εἰς ἄλλην τινὰ ἀναγκαίαν πάνυ καὶ εὔλογον αἰτίαν, δὸς αὐτῷ ὃ δύνασαι, καὶ εἰ αὐτὸς οὐκ ἀποδώσει ὁ Θεὸς διπλοῦν σοι τοῦτο παρέξει, μόνον μὴ διὰ τόκον ἢ αἰσχροκέρδειαν καὶ ἔρωτα σατανικόν. εἰ δὲ χρῄζει αὐτοῦ εἰς τὸ ἐκλαβέσθαι(a2) δημοσιακὴν δουλείαν ἢ ἀγορὰν ψυχαρίων ἢ κτημάτων ἢ ἄλλων τινῶν ἢ εἰς πραγματείαν, μὴ δώσῃς αὐτῷ, καὶ χαώσεις(a3) καὶ τὸ πρᾶγμά σου καὶ ποιήσῃς καὶ τὸν φίλον σου ἐχθρόν.Σὺν τούτοις δὲ πρόσεχε καὶ τοῖς ἐν πανουργίᾳ θέλουσι δανείσασθαι ἀπὸ σοῦ· πολλοὶ γὰρ ἀπώλεσαν οὕτως τὸν ἄρτον αὐτῶν. καὶ ἄκουσον πῶς. οὐ γὰρ πρῶτον ζητεῖ(a1) τὸ δάνεισμα ὁ οὕτως θέλων δανείσασθαι, ἀλλὰ ἀποστελεῖ σοι βρώσιμά τινα, λαγωοὺς(a2) τυχὸν ἢ πέρδικας ἢ ἰχθύας καὶ ἄλλα τινὰ καὶ οἷον(a3) εὐώδη. εἶτα καὶ δεύτερον καὶ τρίτον τοῦτο ποιήσει καὶ αὖθις καλέσει σε, ὡς δῆθεν ἀγαπῶν σε, καὶ ἅπαξ καὶ δίς. ἔπειτα ὑποδείξει σοι χρυσίον ἱκανὸν ὅπερ ἀπ'ἄλλου ἐδανείσατο, καὶ εἴπῃ(a4) σοι ὅτι· ταῦτα παρεῖχον εἰς τὴν δεῖνα τὴν πραγματείαν, ἀλλ'οὐ θέλουσι τοιαύτην χαραγήν, ἀλλὰ τὴν δεῖνα (οἵαν νοεῖ ὅτι ἔχεις σύ(a5)). καὶ γινώσκω, φησίν, ὅτι ἔχεις, καὶ ἄν με ἀγαπᾷς δός μοι, μὴ ἀπολέσω τὴν πραγματείαν, ἐπεὶ πολλὰ μέλλω ὠφεληθῆναι, καὶ αὔριον εἴτε δείλης τῆς ἑβδομάδος(a6) λήψῃ τὸ σὸν μετὰ καὶ δώρων μεγίστων. εἰ δὲ μὴ τοῦτο εἴποι, ἀλλ'εἴπῃ ἕτερον, οἷον ὅτι· ταῦτα ἔχω τὰ νομίσματα πρὸ χειρῶν ἃ βλέπεις, καὶ εἴτε ἡ κλεὶς τοῦ κιβωτίου ἀπώλετο(a7), εἴτε χθές, εἴπῃ, ἦλθε φίλος μου καὶ δέδωκα αὐτῷ λίτρας τόσας καὶ ἄρτι χρῄζω καὶ δός μοι· εἰς ἐμὲ οὐδὲν ἵνα χαώσεις. ταῦτα εἰπὼν οὖν καὶ καθέλξας σε(a8), μᾶλλον δὲ καταχαυνώσας, μετὰ πολλῆς τῆς προθυμίας ἀπὸ σοῦ δανείσεται, ἐπιμνησθέντος σου μᾶλλον καὶ τῶν παρ'αὐτοῦ σταλέντων σοι ἐδωδίμων καὶ τῶν πολυτελῶν τραπεζῶν καὶ εἰσέτι ταὐτὰ(a9) ἐλπίζοντος. ὁ δὲ λαβὼν κέρδος τὰ σὰ ἡγήσεται καί, εὐλογημένοι, εἴπῃ, οἱ λαγωοὶ καὶ τὰ λοιπὰ <ἃ> ἀπέστειλον αὐτῷ, καὶ αἱ τράπεζαι μακάριαι αἳ προσέφερόν μοι τόσον χρυσίον. κατὰ μικρὸν δὲ ἄρξεται(a10) τοῦ μακρύνεσθαι ἀπὸ σοῦ. μηνύσεις δὲ αὐτῷ ἀποδοῦναί σοι καὶ λόγους χαρίσεται, εἶτα ἐπιχειρήσει καὶ ἀποκρύβεσθαι ἀπὸ σοῦ. σὺ δὲ ὀρθριεῖς(a11) εἰς τὸν πυλῶνα αὐτοῦ, ὁ δὲ οὐδὲ ἀπόκρισιν δώσει, καὶ ὑποχωρήσεις κατηφής. εἰ δὲ καὶ αἰφνιδίως εἰσέλθῃς καὶ θελήσεις αὐτῷ ὁμιλῆσαι, προβαλεῖται ἄλλο τι, ὡς δῆθεν εἴτε χολαινόμενος κατ'ἄλλου εἴτε λύπην ἔχων. εἰ δὲ καὶ ἀναγκασθεὶς εἴπῃς αὐτῷ τι, εἴπῃ σοι ὅτι· οὐκ αἰσχύνῃ ἀναγκάζων με διὰ τὰ κίβδηλα καὶ ἄστατα ἐκεῖνα νομίσματα; πίστευσον, εἴπερ ἐγίνωσκον ὅτι τοιοῦτος εἶ, οὐ μὴ ἔλαβον ἀπὸ σοῦ ταῦτα. ἐγὼ γάρ, φησί, τὴν πραγματείαν μου οὐκ ἐπώλησα. καὶ ἄλλα τινὰ πιθανὰ ἐπειπὼν ἀποπέμψει σε κενόν. εἴπῃ δὲ σοι μετὰ τοῦτο ὅτι· πίστευσον, ἅ σοι ἐπέστειλα ἐδώδιμα καὶ αἱ τράπεζαι ἃς ἐδαπανήσας(a12) καὶ ἃ τότε μυριστικὰ ἠλίφῃς(a13) καὶ ἐκαπνίσω, πολλοῦ τιμήματος ἦσαν· καὶ τί σε ἐντρεπόμην ἐγώ; καὶ θήσει καὶ ταῦτα εἰς τὸ κεφάλαιον. σὺ δὲ θελήσεις κἂν τὸ ἥμισυ λαβεῖν καὶ οὐ δοθήσεταί σοι, ὁ δὲ ψέξει σε καὶ διαβάλῃ(a14) τὰ μάλιστα. καὶ τί πολλὰ λέγω; ἐχθρὸς ἔσται σοι(a15) ἀπεχθὴς πῦρ πνέων κατὰ σοῦ. καὶ τὰ μὲν οἱ δανεισταὶ μηχανῇ(a16) πειρῶνται, ἕτεροι δὲ ἀδελφοποιήσεις καὶ συντεκνίας ἐπιτηδεύονται, προξενοῦσί τε γαμβροὺς καὶ νύμφας, καὶ τὰ ὑπὲρ(a17) δύναμιν ἐπαγγελλόμενοι πάσῃ μηχανῇ πειρῶνται στερῆσαί σε τὸ σόν. πρόσεχε οὖν τούτοις.Δύο ἐμίσησα κνιπὸν καὶ εὐθηνόν, εὐθηνὸν μὲν μηδὲν ἔχοντα καὶ πτωχὸν καὶ ὑπὲρ τὴν αὐτοῦ δύναμιν ἐξουσιάζοντα(a1), κνιπὸν δὲ περισσευόμενον(a2), καὶ ἐταλάνισα καὶ τοὺς ἀμφοτέρους. σὺ δέ, ἐάν σοι δέδωκεν ὁ Θεός, μὴ εἶ κνιπός, ἀλλ'εὐμετάδοτος ἔσο συμμέτρως· πλὴν μὴ εἰς μίμους καὶ αἰσχρολόγους καὶ κόλακας, εἰς σεμνοὺς(a3) ἀνθρώπους, φίλους τε καὶ ὑστερημένους. καὶ εἰ μὲν θέλεις δοῦναι ἐλεημοσύνην δὸς ἐν παντὶ καιρῷ, ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας· εἰ δὲ θέλῃς χαρίσαι, ἀπὸ ἀρίστου μὴ χαρίσῃς· ὑπολάβωσι γὰρ ὅτι μεθυσθεὶς ἐδωρήσω· πρωὶ δὲ μᾶλλον δός. εἰς δὲ τὴν ἐλεημοσύνην ὅρον μὴ ἔχῃς, ἀλλ'ὁπόταν εἰς τὸν λογισμόν σου ἔλθῃ, δός. εἰ γὰρ ἀργήσεις, ἐμποδίσει σε ὁ διάβολος.Αἱ θύραι τῆς οἰκίας σου ἐπὶ ἀνατολὰς ἔστωσαν βλέπουσαι ἵνα δέχωνται(a) τὸν ἀέρα.Τὰ ὑποζύγιά σου ἔστωσαν παχέα· οὐ γὰρ οἶδας τί συμβήσεται.Οἰκέτην(a) ἀργὸν μὴ ἔχε.Μοναχοῖς ὁμίλει πυκνοτέρως, καὶ εἰ ἰδιῶταί εἰσί, μὴ καταγίνωσκε αὐτῶν· οἱ γὰρ θεῖοι ἀπόστολοι, εἰ καὶ ἰδιῶται ἦσαν τῷ λόγῳ, ἀλλὰ(a) τὸν κόσμον ἐφώτισαν.Τοὺς ἐξυπηρετοῦντάς σοι ἐλευθέρους, εἰ δύνασαι, εὐεργέτει, καὶ εἰ θελήσουσιν εὐεργετηθέντες ἀπὸ σοῦ ὑποχωρῆσαι, μὴ βιάσῃς αὐτούς· οὐ γὰρ ἐστι δίκαιον.Οἶνον ἀγωνίζου γεωργεῖν πολύν(a1), ὀλίγῳ δὲ αὐτῷ χρῶ· ὁ γὰρ δαιμονῶν(a2) ἅπαξ τῆς σελήνης τύχῃ ἢ(a3) τοῦ χρόνου, παραφρονεῖ, ὅθεν πᾶσα αὐτοῦ ἡ ζωὴ ἐν σκότει.Μὴ φονεύσῃς μὴ συνευδοκήσῃς εἰς βουλὴν φόνου, καὶ εἰ ἐμελέτησεν ἐκεῖνος θανατῶσαί σε. πᾶς γὰρ, φησὶν, ὁ ἐκτείνων μάχαιραν ἐν μαχαίρᾳ ἀποθανεῖται .Μὴ ἐφίεσαι προγνῶναι ἐκ μαντευομένων· ἥξει κἂν μὴ προγνῷς. εἰ δὲ κακόν, τί(a1) σοι ὠφέλεια προδαπανᾶσθαι(a2) τῇ λύπῃ καὶ κατατρύχεσθαι;Ἀναίτιον ἄνθρωπον μὴ διαβάλλῃς, μὴ ἐγκληματικῶς(a1) μήτε χρηματικῶς. καὶ τί λέγω ἀναίτιον; ἀλλὰ μηδὲ αἴτιον(a2). μᾶλλον μὲν οὖν καὶ φύλαξον καὶ σκέπασον αὐτὸν εἴπερ οὐκ ἔστιν πρὸς τὴν ἢ(a3) βασιλέως καὶ ἑτέρων πολλῶν βλάβην.Φυλακτήριον δὲ μὴ βαστάσῃς εἰ μὴ σταυρὸν ἢ εἰκόνα ἁγίαν ἢ λείψανον ἁγίου.Ὀνείροις δὲ μὴ πρόσεχε(a) μήτε μὴν τὸ σύνολον πίστευε, εἰ καὶ θεῖόν ἐστι. καὶ εἰ τοῦτο ποιήσεις, ἕξεις τὸ ἀσφαλές. πολλοὶ γὰρ δι'αὐτῶν ἀπώλοντο.Τινὰ μὴ ἐγγυήσῃ ποτέ. πολλοὶ γὰρ ἐγγυησάμενοι περιέπεσαν. ἀλλὰ μηδὲ εἰ καὶ σφόδρα φίλος σού ἐστιν ἐγγυήσῃ αὐτόν, ἀλλὰ ἐὰν ἔχῃς, δὸς αὐτῷ ἐξ ὧν χρῄζει καὶ τελειοῖς τὴν ἀγάπην. εἰ δὲ καὶ ἐγγυήσῃ, καὶ τὸ ἐγγυηθὲν παρέξεις καὶ τὸν φίλον σου προσαπολέσεις καὶ ὡς ἄφρων τισὶν νομισθήσῃ. τὸν φίλον σου ἀγάπα καὶ εἰς πάντα ὄρεγε αὐτῷ χεῖρα, φύλαξον δὲ μὴ σκανδαλίσαι αὐτὸν ἕως θανάτου. εἰ δὲ πολλάκις εἴπῃ σοι δηλητήριον πιεῖν ἢ ἄλλο τι φθοροποιόν, δηλονότι ἐάν σοι συμβουλεύσηται κακόν τι ποιῆσαι, μὴ συναπαχθῇς τῇ βουλῇ αὐτοῦ. εἰ γὰρ θελήσεις ἀνιστορῆσαι, οἱ πλείονες διὰ φίλων ἀγάπην ἀπώλοντο, καὶ οὐ μόνον χρήματα καὶ σώματα ἀπώλεσαν ἀλλὰ καὶ αὐτὰς τὰς ψυχάς.Μέγα ἐστὶν τὸ ἔχειν τινὰ δύναμιν ὑπηρετῶν, δυνατώτερος δέ ἐστι καὶ μείζων ὁ φρόνιμος, εἰ καὶ πλούτου(a1) ἀμοιρεῖ. λέγει γάρ τις σοφός· λύτρον ἀνδρὸς ὁ ἴδιος πλοῦτος καὶ καλῶς εἶπε. πλὴν ἐγὼ φαίην ὅτι πολλοὶ διὰ πλοῦτον ἐπιβουλευθέντες καὶ τὸ ζῆν προσαπώλεσαν. οὐ ψέγω δὲ τὸν πλοῦτον ἀλλὰ τὴν φρόνησιν προτιμῶ. διὰ γὰρ ταύτης Θεοῦ χάριτι ταῦτα(a2) ποιοῦμεν· πρῶτον γὰρ διανοούμεθα καὶ οὕτως χερσὶν(a3) ἐργαζόμεθα.Εὖξαι μὴ ἔχειν ἐχθρὸν υἱόν σου ἢ γαμβρὸν ἢ ἀδελφόν. καὶ εἰ μὲν τιμωρήσεις αὐτόν(a), πάντες σου καταμέμψονται καὶ ὁ Θεὸς αὐτὸς καὶ σὺ ἑαυτὸν ὕστερον μέμψῃ ὑπὸ τῶν σπλάγχνων νικώμενος· εἰ δὲ κακώσει σε, βλαβήσει μὲν καὶ σὺ κἀκεῖνος δὲ παρὰ Θεοῦ, καὶ πάλιν λυπηθήσῃ ἐπὶ τῇ ἀπωλείᾳ αὐτοῦ.Θυγάτηρ δὲ ἀναίσχυντος οὐκ αὑτὴν(a1) μόνον ἠδίκησεν, ἀλλὰ καὶ γονεῖς καὶ τοὺς κατὰ γένος(a2) αὐτῇ διαφέροντας. τὰς θυγατέρας σου ὡς καταδίκους ἔχε ἐγκεκλεισμένας καὶ ἀπροόπτους, ἵνα μὴ ὡς ὑπὸ ἀσπίδος δηχθῇς.Τὰ ἀναγκαῖα πρῶτον μερίμνησον εἰς τὸν οἶκον σου, καὶ τότε τὰ περισσά· εἰ γὰρ πρῶτον τὰ περιττὰ ὠνήσῃ, ἔσχατον πωλήσεις αὐτὰ ἐπιλιπόντων σοι τῶν ἀναγκαίων καὶ ἀγοράσεις ταῦτα. ἀναγκαῖα δέ εἰσιν ἐν οἷς διατρεφόμεθα, περιττὰ δὲ οἷον σκεύη πολύτιμα καὶ στρωμναὶ ἁπαλαὶ καὶ κλῖναι διάχρυσαι καὶ τὰ λοιπά. ἕως εἶ πτωχός, μὴ ἐπιχείρει κτίζειν ὧν μετὰ χρέους ἁμαρτήσεις καὶ μεταβληθήσῃ(a1), φύτευε δὲ μᾶλλον ἀμπελῶνας καὶ ἐργάζου τὴν γῆν, ἣ τοὺς καρποὺς αὐτῆς ἐπιδώσει σοι καὶ ἀλύπως διατραφήσῃ. περισσευθεὶς(a2) δὲ πάντων ἄρξαι κτίζειν. χρήματα γὰρ δομήσουσιν οἴκους καὶ ὑπὲρ αὐτὰ ὁ Θεὸς.Τέχνην πολυκερδῆ προξενοῦσάν σοι ἀχρειωσύνην εἴτε κίνδυνον μὴ μετέλθῃς, εἰ καὶ σφόδρα εἶ ἔμπειρος αὐτῆς, οἷον παραχαράσσειν καὶ ψαλίζειν τὰ νομίσματα καὶ φαρσογραφεῖν(a1) καὶ βούλλας(a2) ἐπισφραγίζειν καὶ τὰ τούτοις ὅμοια.Σὺν τούτοις καὶ τοῦτο σοι παραγγέλλω· ἐὰν(a1) ἔλθῃς εἰς ἱερατικὸν τάγμα τυχὸν <ἢ>(a2) μητροπολίτης ἢ ἐπίσκοπος γενέσθαι, μὴ ἀναδέξῃ αὐτὸ ἕως ἂν διὰ νηστείας καὶ ἁγρυπνίας ἀποκαλυφθῇ σοι(a3) ἄνωθεν καὶ λάβῃς τελείαν πληροφορίαν ἀπὸ τοῦ Θεοῦ. καὶ εἰ ἐμβραδύνει ἡ θεοφάνεια, θάρσει καὶ ἐπίμεινον καὶ ταπείνωσον σεαυτὸν ἐνώπιον τοῦ Θεοῦ καὶ ὄψει, μόνον ὁ βίος σου ἔστω καθαρὸς καὶ ἀνώτερος τῶν κωλυόντων παθῶν. καὶ τί λέγω μητροπολίτην; εἰς πατριαρχικὸν θρόνον ἐὰν προκριθῇς καθεσθῆναι(a4), χωρὶς θείας ὄψεως μὴ τολμήσῃς ἐγχειρισθῆναι τοὺς τῆς ἁγίας τοῦ Θεοῦ ἐκκλησίας οἴακας. τυχὼν δὲ τούτου μὴ γίνου ἔνδοξος ὑπὸ δορυφόρων ὀψικευόμενος καὶ χρήματα σωρεύων, χρυσοῦ καὶ ἀργύρου(a5)ἐπιμελούμενος καὶ δείπνων πολυτελῶν, ἀλλ'ἔστω ἡ ἐπιμέλειά σου εἰς τὸ ὀρφανοτροφεῖν καὶ χήρας τρέφειν καὶ εἰς νοσοκομεῖα καὶ ἀνάρρυσιν αἰχμαλώτων καὶ εἰς τὸ εἰρηνεύειν καὶ ἀδυνάτων προΐστασθαι, καὶ μὴ εἰς τὸ συνάπτειν οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζειν καὶ τὰ τοῦ πλησίον ἀφελεῖν, προφασιζόμενος ὡς οὐ τοῖς παισί(a6) μου ταῦτα προσφέρω, ἀλλὰ τῷ Θεῷ καὶ τῇ ἐκκλησίᾳ μου(a7). εἶδον γὰρ ἄλλους ἀρχιερεῖς τοιαῦτα λέγοντας(a8) καὶ ἐθαύμασα τοῦ διαβόλου τὰς πανουργίας, πῶς ἡμᾶς ἀπατᾷ ἐκ τῶν δοκούντων εἶναι εὐσεβῶν. ἐρῶ γὰρ σοι· ὁ ἅγιος Νικόλαος καὶ ὁ ἅγιος Βασίλειος καὶ οἱ λοιποὶ ἕως ἂν ἐν τῷ κόσμῳ ἐβίουν τὰ ἴδια τοῖς πένησι διένειμον καὶ ἀκτημοσύνην ἐδίδαξαν, νῦν δὲ ὁπόταν τὴν τῶν οὐρανῶν βασιλείαν κατέλαβον, τότε χρῄζουσιν ἁρπαγῆς πτωχῶν; μὴ γένοιτο. ὅτι δὲ εἶπόν σοι δεηθῆναι τοῦ Θεοῦ ἵνα ἀξιωθῇς θείας ὄψεως προτρεπομένης ἱερατεύειν σε, καὶ πρόσεχε ἵνα μὴ ἀντὶ θείουἀγγέλου ἄγγελον πονηρὸν θεάσῃ. ὁμῶς(a9) δίελθε τὸν μακάριον Κασιανὸν(a10) καὶ γνώσῃ τι ἔπαθεν, ὡσαύτως καὶ ὁ θαυμαστὸς Ἥρων καὶ ὁ Μεσοποταμηνὸς καὶ ἄλλοι πολλοὶ ἀσκηταί. εἰς ἄκρον δὲ εὐλαβοῦ τὰ θεῖα. ἄκουε δὲ καὶ τοῦ μακαρίου Γρηγορίου λέγοντος· ἀγαθὸν ὑποχωρῆσαι μικρόν τι Θεῷ ὡς Μωϋσῆς ἐκεῖνος τὸ παλαιὸν καὶ Ἱερεμίας ὕστερον, καί, φησί, προσδραμεῖν ἑτοίμως καλοῦντι ὡς Ἀαρών τε καὶ Ἡσαΐας· μόνον εὐσεβῶς ἀμφότερα, τὸ μὲν διὰ τὴν οἰκείαν ἀσθένειαν, τὸ δὲ διὰ τὴν τοῦ καλοῦντος δύναμιν ἡ μελέτη σου ἔστω νυκτὸς καὶ ἡμέρας εἰς τὰ θεῖα καὶ εἰς τὸ ἀναπαῦσαι πτωχοὺς καὶ πλουσίους.Τῶν συγγενῶν σου μὴ ἐπιλάθῃ καὶ ἐπιλησθήσῃ(a2) παρὰ τοῦ Θεοῦ.Καὶ τί θέλεις λέγειν πολλά; γενοῦ τοῖς πᾶσι τὰ πάντα καὶ ὁ Θεὸς ἀνταποδώσει σοι.Εἰ δ'ἄλλην τινὰ ἐπιστήμην μετέρχῃ, σπούδασον ὅπως εἰς ἄκρον ταύτην ἐκμάθῃς καὶ μὴ εἶ ἐλλιπὴς αὐτῆς. εἰ δύνασαι δὲ πασῶν τῶν ἐπιστημῶν ἐν πείρᾳ γενέσθαι, γενοῦ, πλὴν μὴ ἐάσῃς τὴν ἐπιστήμην ἣν ἐξ ἀρχῆς εἶχες καὶ εἰς ἑτέραν μεταπέσῃς, εἰ οὐκ ἐστιν αἰσχρὰ ἢ ἐπιβλαβής· οὐ γὰρ λυσιτελής σοι(a1) ἔσται. ὁ γὰρ ναύτης οὐ δύναται γενέσθαι(a2) στρατιώτης, ὅθεν στρατιώτης γενόμενος ἀπώλετο(a3), οὐδὲ ὁ νοτάριος χαλκεύς, καὶ οὕτως καθεξῆς. εἰ δὲ καί τις οὕτως μεταπεσὼν ηὐδοκίμησεν, ἀλλὰ σπανίως. ναύτῃ δέ, λέγω σοι, μὴ δώσῃς <ἵππον> ἐποχεῖσθαι· οὐ γὰρ ἐπιμελήσεται αὐτοῦ. τὸ γὰρ πλοῖον οὔτε ἐσθίει(a4) οὔτε πίνει, καὶ νομίζει ὅτι καὶ ὁ ἵππος ὡς τὸ πλοῖον ὑπουργήσῃ.Εὔχου μὴ ἐμπεσεῖν σε εἰς χεῖρας ἰατροῦ, εἰ καὶ σφόδρα ἐστὶν ἐπιστήμων. εἴπῃ γάρ σοι τὰ μὴ δέοντα. καὶ εἰ ἔστιν ἡ ἀρρωστία σου μικρά, μεγαλύνει αὐτὴν ὑπέρογκα καί, πολλοῦ, εἴπῃ, τιμήματος βοτανῶν χρεία σοι ἐστιν· πλὴν ἐγώ σε ἰάσομαι. λαβὼν δὲ παρὰ σοῦ νομίσματα, οὐκ ἐξικανοῖ, φησί, τοῦτο εἰς ἀγοράν. εἶτα καὶ ἄλλα ἔλαβεν. θέλων σε δὲ τρυγᾶν εἴπῃ σοι φυγεῖν(a1) ὅπερ ἐστὶν ἐναντίον τῆς ἀρρωστίας καὶ ἐξάψει μᾶλλον τὴν ἀρρωστίαν. καὶ πάλιν ἐπιμελήσεται καὶ αὖθις ἐπιτενεῖ(a2) τὸ ἄλγος. καὶ οὕτως πολλάκις ποιήσας λάβῃ παρὰ σοῦ ἃ χρῄζει καὶ μόλις ποτὲ ἐπιμελήσεται. εἴπερ οὖν οὐ θέλῃς ἐμπεσεῖν εἰς χεῖρας ἰατρῶν, φαγὼν ἀρίστῳ(a3) εἰς κόρον, ἀπέχου δείπνων, καὶ οὐκ ὀχλήσει σε ὕλη ἐγκειμένη τῷ στομάχω σου, ἀλλὰκαὶ εἰ ἐπέλθῃ σοι ἀρρωστία, νήστευσον καὶ ἰαθήσῃ χωρὶς ἰατροῦ. σκόπει δὲ πόθεν ἡ ἀρρωστία σοι προσέβαλεν. εἰ μὲν ἀπὸ ψύχους, θέρμανον σεαυτὸν εἰ δ'ἀπὸ γαστριμαργίας, ἐγκρατεύθητι, εἰ δ'ἀπὸ κόπου εἴτε ἡλίου ἀναπαύθητι καὶ ἔσῃ, μετὰ Θεόν, ἑαυτὸν ἰώμενος. ἔμπλαστρον δὲ μηδέποτε ἐπιθήσῃς τῇ κοιλίᾳ σου· θεὶς γὰρ τὸ ἔμπλαστρον, ἴσως ὠφελήσει(a4)πρὸς τρεῖς ἢ τέσσαρας ἡμέρας ἢ καὶ ἑβδομάδα καὶ ἔκτοτε μᾶλλον οὐκ ἀγαθὸν σοι ἔσται. βοήθημα δὲ ἢ ἀντίδοτον ἢ ποτὸν(a5) οἱονδηποτοῦν μὴ πίῃς. πολλοὺς γὰρ εἶδον ἐκ ποτῶν(a6)ἀποθάνοντας οἳ καὶ ἰδιοθάνατοι(a7) ἐλογίσθησαν. εἰ δὲ θέλεις ποιεῖν(a8) ἵνα σε ὠφελήσει εἰς τὸν στόμαχόν σου(a9), πίε ἀψίνθιον. εἰ δὲ τὸ ἧπάρ σου πάσχεις πίε ῥέον ἰνδικόν, πλεῖον δὲ τούτου μηδέν. πάνυ γάρ εἰσι βλαβεροὶ οἱ ποτοί, μᾶλλον δὲ εἰς τοὺς νέους. φλεβοτόμει(a10) δὲ ἐκ τρίτου, Φευρουαρίῳ Μαίῳ καὶ Σεπτεμβρίῳ(a11), ἄκριζε(a12), καὶ πλέον μηδέν. εἰ δ'ἀρρωστία κατεπείγει, πᾶς καιρὸς ἐπιτηδής.Τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου μάστιζε μὴ ῥάβδῳ, ἀλλὰ λόγῳ καὶ οὐ μὴ μαστιγωθήσονται παρ'ἑτέρου.Μέγα ἐστίν τὸ στοχάζεσθαι καὶ κατανοεῖν τὴν φύσιν τῶν ὄντων καὶ πράττειν τὰ δέοντα. τινὲς θαυμαστὰ βουλευσάμενοι ἠστόχησαν, ἕτεροι δὲ ἀσκόπως καὶ ἀσυνέτως μεγάλων(a1) ἐπέτυχον· ὅθεν οὐ χρὴ τὴν εὐτυχίαν αὐτῶν ἐπαινεῖν(a2) ἢ ψέγειν τὴν ἀτυχίαν, ἀλλὰ τὸν σκοπὸν καὶ τὴν πρᾶξιν.Τέκνον μὴ ὑπερηφανεύου, εἰ καὶ μεγάλα κατορθώσεις ἀλλὰ μνήσθητι τοῦ εἰπόντος· ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλόφρων , καὶ τό· Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν ὥστε ὁ μὲν κλέπτης ἔχει πρὸς τὸν κύριον τοῦ πράγματος καὶ ὁ μοιχὸς ἀντιτάσσεται τῷ ἀνδρὶ τῆς μοιχευθείσης, ὁ δὲ ὑπερήφανος τὸν Θεὸν ἔχει ἀντιτασσόμενον.Στρατευθεὶς ἀνδρίζου εἰς πόλεμον, εἰ καὶ ἀποθανεῖν μέλλεις(a). μνήσθητι ὅτι διὰ τοῦτο ἐστρατεύθῃς καὶ οὐδεὶς ἀθάνατος. φεῦγε δὲ ἀπὸ καπηλοπολέμου· τρωθεὶς γὰρ θανήσῃ καὶ μετὰ θάνατον ὄνειδος ἔσῃ. ἔνθα οὐ κερδαίνεις οὔτε ψυχικῶς οὔτε σωματικῶς, μὴ κοπία.Τὰ μυστικά σου ἐὰν θέλῃς μὴ ἐκφαυλισθῆναι, δι'αὐτοῦ γράφε καὶ μὴ διὰ τοῦ νοταρίου σου.Σπούδαξε(a1) διὰ τῶν ἔργων τῆς ἀρετῆς σου αἰδεσίμους καὶ περιφανεῖς ἀποδεῖξαι τοὺς γονεῖς σου. ὁ ὑποκρινόμενος ἐκθειάζειν σε, ψέγων δὲ τὸν πατέρα σου σε αὐτὸν ἀτιμάζει. ὁ γὰρ λέων λέοντα γεννᾷ καὶ ἡ ἀλώπηξ(a2) ἀλώπεκα.Φύλαττε σεαυτὸν ὁπόταν μετὰ γυναικὸς ὁμιλῇς, εἰ καὶ τῶν κοσμίων δοκεῖ εἶναι καὶ μὴ γίνου αὐτὴ συνήθης(a1)· οὐκ ἐκφεύξῃ γὰρ τὰ θήρατρα αὐτῆς. οἱ ὀφθαλμοί σου γὰρ παρατραπήσονται καὶ ἡ καρδία σου σαλευθήσεται καὶ οὐκ εἰς ἑαυτὸν ἔσῃ. ἐκ τριῶν γὰρ πολεμηθήσῃ ἀπὸ τοῦ διαβόλου, ἀπὸ τῆς ὄψεως καὶ τῶν λόγων αὐτῆς καὶ ἀπὸ τῆς φύσεως. μέγα γάρ ἐστι νικῆσαι ταῦτα(a2).Οἱ μεγάλως θυμούμενοι μεγάλοις ἐγκλήμασι περιπίπτουσιν· οὐκ αἰσθάνονται γὰρ τι πράττουσιν. ἐπιθυμίᾳ δέ τινες ἑλκόμενοι ὀλισθήσαντες εἰς βάραθρον κατεβλήθησαν. σὺ δὲ μὴ τῶν ἐνηδόνων ἀλλὰ τῶν ἐπαινετῶν καὶ μνήμης ἀξίων ἐπιθύμει. εἰ γὰρ καὶ ἐπίπονα δοκεῖ εἶναι, ἀλλ'εἰς μακρὰν εὐθηνήσει κἄν τε σωματικὰ κἄν τε ψυχικὰ εἶεν. θάρσει, οὐδὲν ἀγαθὸν χωρὶς πόνου. ἐξ ἀκανθῶν ῥόδα καὶ ἐξ ἰδρώτων τὰ κρείττονα.Ἀνακείμενος ἐν κλίνῃ ἀνιστόρει τὰ παρελθόντα καὶ ἐξ αὐτῶν διδάσκου τὰ μέλλοντα. ταῦτα γὰρ οὐκ ἀσύνετοι, ἀλλὰ σοφοὶ καὶ ἐπιστήμονες μελετήσουσι. ἄφρων δὲ πρὸς ἃ κέχηνε σκοπῶν, ποῦ δεῖπνα(a1) καὶ κύμβαλα(a2), ἐπιλιπόντων δὲ αὐτῶν(a3) τῶν ἀναγκαίων πορεύεται κατηφὴς ὡς ὁ μονογενῆ παῖδα ἀποβαλόμενος(a4). παράφρων(a5) δὲ πᾶσαν μηχανὴν μετελθὼν λαβεῖν τι ἀπὸ σοῦ καὶ εἰ οὐ λάβῃ, ὄνειρον πλάσει ἀγαθὰ προξενοῦν πολλὰ καὶ τοῖς λόγοις σε καταθέλξας ἐκ τοῦ κόλπου σου ὡς μετὰ ἀγκίστρου ἀνασπάσει τὸ χρυσίον, καὶ μακρὰν ἀποστὰς ἀπὸ σοῦ μέγα ἐπεγκαυχήσεται καταγινώσκων σου.Πρόσεχε τοῖς ἔργοις τῶν σοφῶν καὶ τῶν ἀφρόνων, ἀφ'ὧν τε οὗτοι ἐποίησαν καὶ ἐξ ὧν ἔπαθον.Φύλαξον μὴ ὀμόσαι ὅλως μήτε δικαίως μήτε ἀδίκως, εἰ καὶ τὰ μέγιστα βλαβῆναι μέλλεις. καὶ εἰ μὲν δικαίως ὀμόσεις κατεφρονήσας καὶ παρέβης τὸν εἰπόντα μὴ ὀμόσαι ὅλως , εἰ δὲ ἀδίκως θάνατός σε(a1) σε καὶ ἀπώλεια λήψεται. μακάριος δὲ ὃς οὐκ ὤμοσε. μὴ εἴπῃς ὅτι ἐλεήμων καὶ εὐσπλαγχνός ἐστιν ὁ Θεὸς, καὶ εἰ ὀμόσω συμπαθήσῃ(a2) με. ἐρῶ γάρ σοι ὅτι καὶ δίκαιός ἐστιν. οἱ γὰρ ἐκπεσόντες καὶ ἀπωλείᾳ παραδοθέντες ταῦτα λέγοντες ἀπώλοντο. μὴ ἀποστῇς ἀπὸ Θεοῦ καὶ οὐ μὴ ἀποστῇ ὁ Θεὸς ἀπὸ σοῦ.Μὴ ἀτιμάσῃς τοὺς γεγεννηκότας σε(a) δι'αἰσχρῶν πράξεων. πάντως γὰρ καὶ οἵ σε γεννήσαντες τοιοῦτοι νομισθήσονται.Μέγα ἐστὶν τὸ ἔχειν τινὰ δοῦλον ἢ ἐλεύθερον πιστόν. καὶ εἰ ἔχεις αὐτὸν καὶ ἐνεπίστευσας αὐτῷ, τὴν δὲ θυγατέρα σου εἰς δυνατὸν μηδὲ γνωρίζῃ, καὶ ἕξεις τὸ ἀσφαλές. εἰ γὰρ ψόγος λαληθῇ, κἄν τε ψευδής ἐστι κἄν τε ἀληθὴς, οὐ γινώσκεις, ὕποπτον δέ σοι γενήσεται καὶ τὸ βρέφος, εἰ καὶ ἐκ τῆς σῆς ὀσφύος ἐστί, καὶ οὐαὶ τότε.Μὴ ἐμπιστεύσῃς τινὶ λόγον ὃς προξενεῖ σοι(a1) κίνδυνον, εἰ καὶ ἀρετῇ διαλάμπῃ· ἡ γὰρ φύσις τῶν ἀνθρώπων ῥευστή ἐστι καὶ τρεπτὴ καὶ ποτὲ(a2)> μὲν τρέπεται ἐκ τοῦ ἀγαθοῦ εἰς τὸ κακόν, ποτὲ δὲ ἐκκλίνει ἐκ τοῦ κακοῦ εἰς τὸ ἀγαθὸν.Ὁ δὲ θάψας τὴν γυναῖκα αὐτοῦ τὸ ἥμισυ εἴτε καὶ τὸ πλεῖον τῆς ζωῆς αὐτοῦ συναπώλεσεν, εἴπερ ἀγαθή ἐστιν. καὶ εἰ μὲν σωφρονήσει, μέγας ἔσται παρά τε Θεῷ καὶ ἀνθρώποις· αὐτὸς μὲν ἐν ἀδείᾳ πολλῇ καὶ εὐφροσύνῃ(a1) διάξει, τοὺς παῖδας ἐκτρέφων καλῶς, οἱ δὲ παῖδες αὐτοῦ ὣς ἐπὶ ὀχήματος ἐποχηθήσονται, καὶ ἡ οἰκία αὐτοῦ ἐν εἰρηνικῇ(a2) καταστάσει ἔσται· εἰ δὲ οἴστρῳ ἀκολασίας περιπαρῇ, μᾶλλον ἐὰν δοκεῖ σώφρων εἶναι, εἰσερχόμενος καὶ ἐξερχόμενος τῆς οἰκίας δακρύει, τῆς μακαρίας δῆθεν ἐπιμνησκόμενος, καὶ τὴν τοῦ οἴκου ἀμέλειαν καὶ τὴν τῶν παίδων κακουχίαν προβάλλεται, οἰκειώσεται δὲ γυναῖκας αἳ εἰς τὸ προξενεῖν πεῖραν ἔχουσιν, ἃς κουρκουσούρας καλοῦσι, τραπέζης ταύτας ἀξιώσει καὶ τὰς ἀτίμους τιμήσει ὁ δείλαιος. καὶ δοὺς αὐταῖς ὧν χρῄζουσι, πέμπει ἐπαγγελλόμενος μεγάλα, εἰ προξενήσουσιν αὐτῷ γυναῖκα καλήν. αἱ δὲ τὴν κρείττονα ἐπαγγέλλονται, προμεμισθωμέναι(a3) δὲ οὖσαι παρὰ γυναικὸς εἰς τοῦτο, ἀπελθοῦσαι πρὸς αὐτὴν, εὕρομέν σοι, φασὶν(a4), οἷον ἠθελήσας(a5), ἀπόλαυσον τῶν ἀγαθῶν αὐτοῦ. εἶτα ἐπὶ τὸν ἄθλιον ἀναστρέφουσι μεγαλύνοντες αὐτήν. καὶ καταθέλξασαι αὐτοῦ τὰ ὦτα καὶ καθ'ἡμέραν αὐτῇ τε καὶ τούτῳ πρὸς χάριν ὁμιλοῦσαι καὶ ἀπολαύσασαι ἀμφοτέρων τῶν ἀγαθῶν πείθουσιν αὐτόν. εἰώθασι γὰρ οἱ οἴστρῳ(a6) περιπαρέντες ἐξ ἀκοῆς ὀλισθαίνειν. εἶτα ἔλαβεν αὐτήν, ἠμελήθησαν δὲ αὐτοῦ οἱ παῖδες. ἐκείνη δὲ εἰς ἄλλους(a7) κέχηνεν ὑποτάξαι τοῦτον ἐφιεμένη, μαγεύσασα δὲ ἄλλον ἀντ'ἄλλου ἐποίησε καὶ ἀπώλεσεν. εἰ δὲ τῶν χρησίμων(a8) ἐστὶν ἐκείνη, ἐπ'εὐνῆς ἀνακειμένη καὶ τοῦ παρθενικοῦ αὐτῆς ἀνδρὸς ἐπιμνησθεῖσα μέγα ἐστέναξε, κἀκεῖνος ἴσως τῆς(a9) στεφανικῆς αὐτοῦ ἐνθυμηθεὶς ἐδάκρυσε, καὶ γέγονεν ἡ εὐνὴ πένθος. εἰ δὲ καὶ ἀμφότεροι(a10) παῖδας ἔχοιεν, τί χεῖρον γένοιτ'ἄν; ἔρις καὶ μάχαι ἀπὸ πρωΐας ἕως ἑσπέρας, ἔχθρα ἄσπονδος καὶ ταραχὴ καθημερινή. καὶ οὕς ποτε ἐπόθει ὁ πατὴρ φιλοστόργως καὶ ὁρῶν ἐτέρ πετο νῦν γυναικὶ ἡττηθεὶς ὡς ἐχθροὺς ἔχει, οὐ φέρω, λέγων δι' ὑμᾶς ταράσσεσθαι. εἶχον(a11) δέ σοι εἰς τοῦτο εἰπεῖν πολλά, ἀλλ'ἀρκεῖ, εἴπερ οὐκ ἐθελοκωφεῖν ἐθέλεις(a12). τοῦτο δὲ μόνον λέγω· μακάριος ὁ φυλάσσων ταῦτα.Παραγγέλλω δέ σοι καὶ τοῦτο ὅτι εἰ καὶ ἐν οἰκίᾳ ἰδιάζεις, ὑποτάσσεται δέ σοι ὁ λαὸς τῆς χώρας, φύλασσε ἵνα μὴ ἀναισχυντήσῃ ὁ λαὸς κατὰ σοῦ εἴτε δικαίως εἴτε ἀδίκως καὶ βλαβήσῃ τὰ μέγιστα ψυχικῶς τε καὶ σωματικῶς. συμβαίνει δὲ τοῦτο καὶ ἀπ'ἄκρας δικαιοσύνης· δίκαιος γὰρ ὢν ἄδικον ἢ αἰσχρὸν οὐ φέρεις βλέπειν πραττόμενον, νυσσόμενος δὲ ὑπὸ τῆς ἀγαθῆς ταύτης ἀρετῆς ὀργίζῃ μετὰ δικαίου θυμοῦ καὶ ἀμύνῃ ἀξίως(a1) τοὺς ἁμαρτάνοντας. ποιήσας δὲ τοῦτο εἰς πάντας τοὺς ἁμαρτήσαντας ἤχθρανας αὐτοὺς καὶ τοὺς ὁμόφρονας αὐτῶν καὶ μελετήσαντες κατὰ σοῦ ἐπανέστησάν σοι. Χρὴ οὖν εἶναί σε δίκαιον εἰς ἄκρον καὶ ἀληθῆ, πλὴν τοὺς ἁμαρτάνοντας τοιούτῳ τρόπῳ κόλαζε· τοὺς μὲν σὺ κόλαζε καὶ τιμώρει, τοὺς δὲ ἄγων συνάθροιζε τὸν λαόν καὶ διηγοῦ αὐτοῖς τὴν ἀδικίαν καὶ λέγε αὐτοῖς· κρίνατε αὐτούς. καὶ εἰ τάχα καὶ ὁμόφρονες αὐτῶν εἰσίν, ἀλλ'οὐ δυνήσονται τὸ δίκαιον παρακρούσασθαι, ἀλλ'ἐντρεπόμενοι, μᾶλλον δὲ ὑπὸ τοῦ δικαίου συνωθούμενοι καὶ ἐλεγχόμενοι εἴπωσι τιμωρηθῆναι αὐτούς. καὶ μετὰ τὴν ἀπόφασιν αὐτῶν ἐλαφροτέραν καὶ συμπαθεστέραν(a2) αὐτοῖς ποίησον τὴν τιμωρίαν ὡς(a3) σπλαγχνιζόμενος αὐτοῖς, εἰπὼν(a4) αὐτοῖς ὅτι· πάντως βαρέως ὑμᾶς κατεδίκασαν οἱ φίλοι καὶ συντρόφοι ὑμῶν, ἀλλ'ἐγὼ ἐλεήσας ὑμᾶς ἐκούφισα τὴν κρίσιν, ὅτι οὐ σοφόν ἐστιν τὸ μετὰ ἀπηνείας(a5) παιδεύειν. τότε ἐπαινεθήσῃ παρὰ πάντων καὶ παρ'αὐτῶν τῶν τὰς ποινὰς ὑποστάντων. τοὺς δὲ λοιποὺς λόγοις ἀμυντηρίοις ἐκφοβῶν διορθοῦ, ἄλλους δὲ μετὰ καλοηθείας καὶ ἡμερότητος νουθέτει ὡς πατὴρ παῖδας ἰδίους, καὶ οὕτως καὶ τὴν ἀδικίαν δυνήσῃ(a6) ἀναστεῖλαι καὶ σεαυτὸν ἀνώτερον διατηρῆσαι πάσης ἐπιβουλῆς Θεοῦ χάριτι. τὰ δὲ ἐλάχιστα σφάλματα(a7) προσποιοῦ μηδὲ ἀκηκοέναι σε, μᾶλλον δὲ <τὰ> κατὰ σοῦ καὶ τὰ κατὰ ἀνθρώπων σου γινόμενα· εἰς τὰ ἑκατὸν ἐκδίκησον ἕν, ἵνα καὶ οἱ πταίσαντες εἴς σε φοβηθῶσιν, εἰς δὲ τὰ λοιπὰ προσποιοῦ ἄγνοιαν. εἰ δὲ θέλεις(a8) πᾶσι κατὰ τὰ πταίσματα ἀποδιδόναι, οὐ δυνήσῃ οὐδὲ σὺ οὐδὲ ἄλλος τοῦτο ποιῆσαι, ὁ δὲ(a9) βασιλεὺς, καὶ τί λέγω βασιλεύς; ἀλλ'οὐδὲ ὁ Θεὸς τοῦτο ποιήσει. λέγει γὰρ ὁ Δαβίδ· ἐὰν ἀνομίας(a) παρατηρήσῃς, Κύριε, τίς ὑποστήσεται , ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι, καὶ τό· οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησας ἡμῖν. ὁ γὰρ προφήτης Ἡλιοὺ(a1) δίκαιος ὢν καὶ ζηλωτὴς τοῦ νόμου ἐξ ἄκρας δικαιοσύνης ἐνεκάλει τῷ Θεῷ ἀξίαν τιμωρίαν ἐπαγαγεῖν τοῖς ἁμαρτάνουσιν, ὅθεν καὶ παρὰ τοῦ φύσει ἀγαθοῦ μικρόν τι ἐγκαταλειφθεὶς(a2) δειλιάσας ἔφυγεν ἀπὸ προσώπου γυναικὸς ὁ τὸν βασιλέα ἀντ'οὐδενὸς λογισάμενος πρότερον. Ταῦτα δὲ λέγων οὐ λέγω σοι μὴ ἀντέχεσθαι τοῦ δικαίου· ὁ γὰρ μὴ ἀντεχόμενος αὐτοῦ ἄθεός ἐστιν· ἀλλὰ μετὰ συνέσεως καὶ φόβου Θεοῦ. εἰ δὲ θέλεις μετὰ αὐστηρότητος καὶ ἀπηνείας(a13) κολάζειν ὡς δῆθεν τοῦ δικαίου ἀντεχόμενος, εἶτα(a14)μετὰ ὕβρεως καὶ αὐθαδείας ἀναισχυντήσουσιν, ἴσως καὶ πρὸς φόνον ὁρμήσουσιν. εἰ δὲ δυνηθῇς αὐτοὺς ἀμύνασθαι, βλαβήσονται μὲν παρὰ σοῦ, βλαβήσῃ δὲ μᾶλλον σὺ ψυχικῶς τὰ μέγιστα, ἔσῃ δὲ καὶ παρὰ πάντων μεμφόμενος καὶ αἱ πράξεις(a15) σου ἐξουδενωθήσονται καὶ σὺ ἀτιμασθήσῃ.Εἰ δέ τινες ῥάπτουσι κατὰ σοῦ ἐπιβουλὰς διαστρέφοντες τὸν(a1) λαὸν θανατῶσαί σε, εἰ μὲν θέλεις ἔργον θεῖον ποιῆσαι, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν αὐτῶν, καὶ ἀφεθήσονται σοὶ αἱ ἁμαρτίαι σου(a2)· εἰ δὲ θέλεις τὴν ἐντολὴν τοῦ εἰρηνικοῦ παραβῆναι, μὴ ὑποφέρων ὡς δῆθεν τὴν ἐπιβουλήν, καὶ ἀμύνασθαι αὐτοὺς ὡς κακούς, ἄκουσον πῶς ἂν αὐτοὺς ἀμύνασθαι δυνήσῃ. μὴ ἀντιπαρατάξῃ αὐτοῖς· πολλοὶ γὰρ ὄντες ἐπιπέσωσι καὶ θανατώσουσί σε, ἀλλὰ μακροθύμησον, καὶ εἰ ὑβρίζουσί σε, σὺ μὴ ἀντίλεγε. οὐ πάντοτε δὲ ἔσονται ἐπὶ τῷ αὐτῷ(a3), καὶ ὁπόταναὐτοὺς ἴδῃς κατ'ἀλλήλων γενομένους καὶ διασχισθέντας(a4) εἴτε καὶ ἀπομεριμνήσαντας, ἔπελθε(a5) αὐτοῖς σοφῶς καὶ μετὰ τρόπου σωφρόνισον αὐτούς, οὓς μὲν διὰ ζημίας οὓς δὲ διὰ δαρμοῦ, ἄλλους δὲ μετὰ ὕβρεως καὶ ὀνειδισμοῦ, τοὺς δὲ λοιποὺς μετὰ τρόπου χρηστοῦ, ἐπεὶ(a6) ἀδύνατόν(a) σοι ἐστι πρὸς κέντρα λακτίζειν . εἰ δὲ καὶ πρὸς πόλεμον καὶ σφαγὴν ὁρμήσουσι κατὰ σοῦ ἀδίκως, ἀντίταξον αὐτοῖς(a8) καὶ μὴ δειλιάσῃς. ἔσῃ(a9) δὲ ἔργον ποιήσας ἀνθρώπινον καὶ οὐ θεῖον. εἰ δὲ διὰ σφάλμα(a10) σὸν ἐπανέστησάν σοι, διόρθωσαι αὐτό(a11)· ὁ γὰρ Θεὸς οὐ τοῖς ἀδικοῦσιν, ἀλλὰ τοῖς ἀδικουμένοις βοηθεῖ.Εὔχου μὴ ἐμπεσεῖν(a1) εἰς πειρασμόν, ἐμπεσὼν δὲ στῆθι ἀτρέμας. θάρσει, οὐδεὶς ἀπείραστος. ἄνθρωπος γὰρ ὢν ἀνθρωπίνως(a2) περιέπεσες συμφοραῖς· πλὴν πᾶς κλύδων εἰς εὐδίαν καταλήγει.Ἡ δύναμίς σου(a1) μὴ ἐν τοῖς χρήμασί σου, ἀλλ'ἐν τῷ νοΐ σου ἔστω, μᾶλλον δὲ ἐν τῷ Θεῷ· δι'αὐτοῦ γὰρ καὶ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν εἰ εὐπάθεις(a2) παρά τινος, ἀντιλαβοῦ αὐτοῦ ἐν καιρῷ θλίψεως αὐτοῦ, εὖ δὲ ποιήσας τινὰ μὴ ἀπαιτήσῃς αὐτὸν συγκακοπαθῆσαί σοι ἐν καιρῷ θλίψεώς σου. σκοτεινὸν πάθος καὶ αὐχμῶδες ἡ δυστυχία(a3)· μέρος γὰρ αὐτὴν τίθημι τῆς μετὰ ταῦτα κολάσεως. εὐφράνθητι ἐν εὐτυχίᾳ, ἀλλὰ μὴ ἐπαίρου· εἶδον γὰρ ἐγὼ βασιλέα τύραννον πρωὶ μὲν ἐν ὑπερηφανίᾳ, ἑσπέρας δὲ θρήνων ἄξιον. ὁ ἑκουσίως σκυθρωπάσας ὑπέρκειται τῶν λυπηρῶν(a4).Μὴ ὠνήσῃ τὴν ἀρχὴν διά ξενίων· ὁ γὰρ ὠνούμενος ταύτην οὐκ οἶδεν ἀληθῶς(a1) καὶ δικαίως πράττειν(a2). πῶς γὰρ καὶ πράξει δικαίως; ὠνησάμενος γὰρ πρᾶξιν πάντως ἃ ἔδωκεν ἀγωνίζεται περιστῆσαι εἰς κεφάλαιον καὶ μετὰ ταῦτα εἰς κέρδος τρέχει. ἐκ τούτου οὖν καὶ μισητὸς τοῖς πᾶσιν καὶ φορτικὸς γίνεται. καὶ ταῦτα μὲν(a3) οὐ στρατηγοῖς καὶ κριταῖς συμβουλεύομαι(a4) ποιεῖν, ἀλλὰ καὶ τοῖς ἐν οἰκίᾳ ἰδιάζουσι· τινὲς γὰρ μὴ ἔχοντες τὴν ἀπὸ τοῦ Θεοῦ τιμήν(a5), ἔπειτα τὴν ἀπὸ τοῦ βασιλέως ἀξίωσιν, σπουδάζουσι διὰ χρημάτων καὶ ξενίων(a6) τιμηθῆναι παρὰ τῶν θεματικῶν ἀρχόντων, οἰκειωθέντες δὲ παρ'αὐτῶν καὶ τιμηθέντες ὑποκλέπτουσιν ἑαυτοῖς(a7) δουλείας τινὰς αἰσχροκερδεῖς ἀναλαβέσθαι παρ'αὐτῶν, ὅπως ἀδικήσαντες τοὺς πένητας καὶ κερδήσαντες αὖθις εἰς ξένια τράπωνται. ἐκ τούτου οὖν συμβαίνουσιν αἱ κατὰ τὸν βίον(a8) ἀνομαλίαι(a9). ὑμεῖς δέ, τέκνα μου, μὴ ὠνήσεσθέ ποτε ἀρχὴν διὰ ξενίων, ἀλλ'ἀπὸ τοῦ Θεοῦ ταύτην ἀεὶ αἰτεῖσθε· ὁ γὰρ ἀπόστολος λέγει ὅτι πᾶσα ἀρχὴ ἀπὸ τοῦ Θεοῦ ἐστίν. εἰ δὲ ἰδιώτης εἶ, ἐργάζου τὴν γῆν 1 ἐν ἱδρῶτι τοῦ προσώπου σου, κατὰ τὸν εἰπόντα, καὶ δώῃ σοι τὰ ἐξ αὐτῆς. οὐχ ἁρμόζει σε γὰρ εἶναι πακτονάριον καὶ πακτόνειν σεαυτὸν εἰς τὸ διδόναι τοῖς ἄρχουσιν ἃ λαμβάνεις ἀπὸ τῶν πενήτων, καὶ σὲ μὲν κερδαίνειν ἁμαρτίας, τοὺς δὲ λαμβάνοντας ἀπὸ σοῦ κερδαίνειν χρήματα.Ὁ μάντεσι προσέχων ἀμαθὴς καὶ ἰδιώτης ἐστίν, εἰ καὶ δοκεῖ φρονεῖν· πολλοὶ γὰρ θησαυροί εἰσιν ἐν γῇ κεχωσμένοι, καὶ εἰ ἐγίνωσκεν ὁ μαντευόμενος(a1), ἀνορύξας εἷλεν ἂν αὐτούς. ὀνειροκρίτης καὶ ὀρνεοσκόπος, ἐπαοιδός τε καὶ ὁ ἐν παλμοῖς(a2) μαντευόμενος ὅμοιοί εἰσι ταῖς ἐπιστήμαις(a3) αὐτῶν αἷς προσήλωνται· ἀνύπαρκτοι γὰρ εἰσι. βουλεύου καὶ πρᾶττε τά κρείττονα· ἀστοχήσας γάρ οὐδὲν ἠδικήθης.Ὁ εἰς τὴν ἰδίαν ἐπιστήμην ἀδόκιμος εἰς οὐδὲν εὐδοκιμήσει. οὐ δυστυχής(a1) ἐστιν ὁ ὑπὸ τῶν βιωτικῶν περιστάσεων καταπίπτων, δυστυχής(a2) ἐστιν ὁ ἐκθειάζων τὰ μάταια.Ἀδύνατον ἐστι μὴ λυπηθῆναι δι'ὧν εὐφραίνῃ. εἴπω γάρ σοι λόγον ἀρχαῖον Λαρισαίου(a1)· Ἰωάννης αὐτῷ ὄνομα, ἐπίσκοπος δέ. πρὸς τινα γὰρ εἴρηκεν· ἐὰν εὐφραίνῃ ἐπὶ φίλῳ καὶ δούλῳ, μνήσθητι ὅτι(a2) ἄνθρωπός ἐστι καὶ ἀποθανεῖν μέλλει ὡς ἄνθρωπος, καὶ τελευτήσαντος αὐτοῦ μὴ ταραχθῇς· οὐ γὰρ ὠφεληθήσῃ. εἰ δὲ ἐν σκεύει ἐνηδύνῃ(a3) χρυσίῳ(a4) τυχὸν ἢ ἀργυρῷ(a5)ἢ ὑελίνῳ, ἔχων αὐτὸ λογίζου ὅτι τὸ μὲν ἀπόλλεται(a6), τὸ δὲ κλᾶται(a7). συμβάντος δὲ τούτου μὴ ταραχθῇς, καὶ οὕτως λογίζου ἕκαστον καὶ οὐ σφόδρα καταπέσῃς. ὁ τοιοῦτος δὲ καὶ ἄλλα τινὰ εἶπε μνήμης ἄξια· διὰ δὲ τὸ οἶδα τοῦτον κἀγὼ καὶ ἐσυνέτυχον, ἐξουσιάζοντός μου τότε εἰς τὰ μέρη τῆς Ἑλλάδος, παρήγαγον αὐτόν εἰς τοῦτο μόνον.Βίβλον λαβὼν ἰδιάζων ταύτην ἀνάγνωθι, ἀναγνοὺς δὲ ὀλίγον μὴ ἐπιχείρει(a1) μετρᾶν φύλλα ἢ ἐκλέγεσθαι ἃ νομίζεις κρείττονα εἶναι καὶ ἀναγινώσκειν ταῦτα· οὐκ ὠφεληθήσῃ γάρ· ἀλλὰ ἀπὸ τῆς μιᾶς(a2) σανίδος ἥτις ἔχει τὴν ἀρχὴν γραμμάτων ἀρξάμενος ἀναγίνωσκε ταύτην ἕως οὐχ ὑπολειφθῇ ἐν αὐτῇ γράμμα, καὶ πάνυ ὠφεληθήσῃ· σπερμολόγου γὰρ ἔργον(a3) τὸ μὴ διελθεῖν πᾶσαν τὴν βίβλον ἐκ δευτέρου καὶ τρίτου, ἀλλ'ἐκλέξασθαι ὀλίγα πρὸς τὸ φλυαρεῖν.Μὴ ἀπηνὴς ἔσο εἰς τὴν οἰκίαν σου, πλὴν φοβείσθωσάν σε οἱ ἐν αὐτῇ· φοβούμενοι γὰρ σωφρονήσουσιν. ἀλλὰ καὶ σὺ φοβοῦ τοὺς ὑπερέχοντας· χρήσιμον γὰρ φόβος.Φιλίαν ἐπιβλαβῆ σοι παραιτοῦ, καὶ μὴ αἰσχυνθῇς τοῦτο ποιῆσαι, εἰ καί τις σε(a) ψέγῃ.Ἀγγαρείαν ἡγοῦ τὸ ξένον ἄριστον· ἀβουλήτως γὰρ φάγῃς καὶ πίῃς. ἐγὼ γὰρ(a1) βαρύτερον(a2) ἀγγαρείας τοῦτο ἠγησάμην, εἰ καί ποτε ἀπῆλθον εἰς ξένον ἄριστον.Τῆς ἑσπέρας καταλαβούσης ἀνάκρινον νυκτὸς ἑαυτὸν εἰς ἅ τε ἔπραξας καὶ ἐλάλησας καὶ ἤκουσας δι'ὅλης τῆς ἡμέρας. καὶ εἰ μὲν ἀγαθὰ εἰσίν, εὐχαρίστησον τῷ Θεῷ, εἰ δὲ ἐναντία(a1), φύλαξον μὴ αὔριον ἐνολισθήσεις. οἱ ἀσκόπως καὶ μὴ μετὰ συνέσεως ὁμιλοῦντες ἐοίκασιν ἀνθρώπῳ ἐν ἀλλοτρίᾳ ἐπὶ χειμῶνος ὁδεύοντι ἄνευ σκοπῆς(a2) καὶ διὰ φαράγγων πλανωμένῳ καὶ αἰφνίδιον λεληθότως εἰς χάος κατενεχθέντι(a3)· ὄλισθος μὲν γὰρ συναρπάζει πόδας, γλῶσσα δὲ αὐτὴν τὴν κεφαλήν. ἀηδὲς σαπρία καὶ βρῶμος, ἀηδέστερον δὲ λόγος ἀπρεπὴς καὶ ἄτακτος.Χαλεπὸν δειλία ἀγενής.Ψευσάμενος δὲ τις καὶ ἣν εἶχεν ἀλήθειαν προσαπώλεσεν, ὕποπτοι δὲ λόγοι στόματος αὐτοῦ. ὁ δὲ κλέπτης οὐ μόνον εἰς ὃ ἔκλεψεν ἀνερευνᾶται(a1) καὶ ἐξετάζεται, ἀλλὰ καὶ εἰς ἃ οὐδὲ εἶδε(a2). διαγνωσθεὶς τις ἅπαξ εἰς πορνείαν ἀπρόσδεκτος εἰς μαρτυρίαν εἰ λέγει τι.Ἀπολέσας τις μαργαρίτην πολύτιμον ἢ λίθους τῶν διαφανῶν καὶ τιμίων, εὗρε κρείττονας καὶ ὠνήσατο· ἀπολέσας δὲ ἄνθρωπον δοῦλον τυχὸν ἢ ἐλεύθερον ἢ φίλον πιστὸν καὶ ἀγαθόν, οὐκ ἔστιν εὑρεῖν.Σφαλερόν ἐστι μάχεσθαι μετὰ γυναικῶν, σφαλερώτερον δὲ συμφιλιάζειν αὐταῖς· καὶ ἐξ ἀμφοτέρων γὰρ βλαβήσῃ.Ὄφιν ἔχειν(a) φίλον καὶ πονηρὸν ἄνθρωπον ἓν καὶ ταὐτόν ἐστιν· ἐκ στόματος γὰρ ἀμφοτέρων ἐξέρχεται ἰὸς θανατηφόρος.Οὐδέποτε ἠγάπησα ἔχειν ἑταῖρον οὐδὲ ὁμοδίαιτός τινι γέγονα ἰσάζοντί μοι εἰ μὴ κατὰ ἀνάγκην. ὁ μὲν γὰρ ἑταῖρος ἐλθούσης περιστάσεως καὶ συγκλεισθεὶς κἀκεῖνος μερικῶς ἢ τελείως αἰτιάσεται τὸν ἑταῖρον καὶ τὴν κεφαλὴν κινήσει, καὶ εἰ οὐ φανερῶς(a1) λαλήσει, ἀλλ'ἐν τῇ καρδίᾳ αὐτοῦ εἴπῃ· οὐκ ἀγαθή μοι γέγονεν ἡ πρὸς αὐτὸν φιλία, καί· ἰδοὺ, δι'αὐτοῦ ἐν δεινοῖς συσφίγγομαι. ὃν ἰδὼν ὁ ἑταῖρος ἀλγήσῃ τὴν καρδίαν, ἐξ ἀμφοτέρων ἔχων τὴν θλίψιν ἐκ τε τοῦ γογγυσμοῦ τοῦ ἑταίρου καὶ τῆς ἰδίας συμφορᾶς. καὶ εἰς μικρὰς μὲν ἀτυχίας εὑρεθήσεται φίλος, εἰς μεγίστην δὲ καὶ ἐπιμένουσαν συμφορὰν μηδείς σε(a2) πλανήσῃ· φίλος οὐκ ἔσται. ὁ δὲ ὁμοδίαιτός σου ὀρεγομένου σοῦ φαγεῖν ἴσως(a3) ἀνόρεκτος ἔσται εἴτε μὴν τὸ ἀνάπαλιν· εἰ δὲ ὑπνῶσαι βουληθῇς, ἐκεῖνος ἀγρυπνήσῃ· σὺ θελήσῃς συναριστῆσαι ἴσως φίλῳ σου, ἐκεῖνος δὲ γογγύσῃ καὶ ἁπλῶς ἄλλο γνωμικὸν(a4) θέλημα ἑνὸς καὶ ἄλλο ἑτέρου, καὶ ὥσπερ τὰ τῶν ἀνθρώπων πρόσωπα οὐκ εἰσὶνὅμοια(a), <ἀλλ'ὅμοιοι> ἀδύνατον(a6) κατὰ πάντα εὑρεθῆναι, οὕτως καὶ τῇ γνώμῃ διαφέρομεν ἀλλήλων εἰ καὶ πλησιάζειν πως δοκεῖ ἕτερος γνώμαις ἑτέρου.Μὴ μάχου μετὰ ἀδελφοῦ σου, εἰ καὶ δοκεῖς σὺ(a) βλαβῆναι παρ'αὐτοῦ, ἐπεὶ σὺ τε κἀκεῖνος μισάδελφοι τοῖς πολλοῖς λογισθήσεσθε. Ὑβριζομένου δὲ τοῦ αὐταδέλφου σου μὴ καταδέξῃ· εἰς γὰρ τὸν πατέρα καὶ τὴν μητέρα σου ἡ ὕβρις ἀνατρέχει.Οἱ δικάζεσθαι ἐφιέμενοι(a) ταράσσεσθαι ὀρέγονται.Ὁ ἐπιγινώσκων τὸ ἑαυτοῦ σφάλμα σοφός ἐστιν, ἐπαινῶ(a) τὸν ἀνδρεῖον, ὁ δὲ πολύβουλος <εἰ> καὶ πονηρὸς ὑπέρκειται πάντων· οὐχ ἑαυτῷ γὰρ μόνῳ, ἀλλὰ καὶ ἄλλοις πολλοῖς χρήσιμος.Ὁ ἐμπεσὼν ἀδίκως εἰς πειρασμὸν μακάριος· οὐκ ἔστι πειρασμὸς ὃς μὴ εἰς ὄφελός ἐστι τοῦ πειραζομένου, εἴτε(a) σωματικὸν <εἴτε ψυχικὸν> εἰ μετ'εὐχαριστίας αὐτὸν φέρει ὁ πειραζόμενος.Ὁ τοῖς ἀλλοτρίοις πράγμασιν ἐπιβουλεύων οὐ μετὰ πολὺ τῶν ἰδίων ἀποξενωθήσεται.Φυσικὸς μὲν ὁ σύμμετρος ὕπνος, ἐπιβλαβὴς δὲ καὶ ἐπίψογος(a1) ὁ πολύς· ὁ μὲν γὰρ ὠφέλησεν, ὁ δὲ καὶ τὰ μέγιστα(a2) ἔβλαψε. σὺ δὲ εἴτε ἰδιάζῃς εἴτε ἐξουσιάζῃς, ἔχε εἰς τοῦτο ἄνθρωποντεταγμένον, ἵνα ὑπνώττοντός σου εἴ τις χρείαν σου ἕξει ἐξυπνίσει σε(a3)· πολλοὶ γὰρ οὕτως ὕπνῳ ἐνηδόμενοι ἠστόχησαν μεγάλως, ἄλλοι δὲ καὶ ἐκινδύνευσαν. ὕπνῳ καὶ τρυφῇ μὴ δουλώσῃς ἑαυτόν, καὶ μὴ κοπιῶν ἐκ πλουσίου γέγονε πένης καὶ ἐνδεής.Ὁ δὲ τὸν ἴδιον ἀδελφὸν ἐν δεινοῖς βλέπων καὶ μὴ συγκακοχούμενος(a1) αὐτῷ, ἀλλὰ παραβλέπων αὐτόν, ἐπικατάρατός(a2) ἐστι. τί γὰρ ἀπηνέστερον τούτου;Μνήσθητι ὠδῖνος μητρός σου, θηλῆς δὲ αὐτῆς μὴ ἐπιλάθῃ καὶ ἀπόδος αὐτῇ ἀγαθά· εἰ γὰρ καὶ πάσης γῆς κυριεύσῃς καὶ ἐν χερσί σου θησαυροὶ πάντες, οὐ δυνήσῃ τὸ ἴσον ἀνταποδοῦναι αὐτῇ. μνήσθητι ὡς ἐν ἀγκάλαις ἀνέπαυσέ σε καὶ ἀνάπαυσον αὐτήν. δεήθητι τοῦ Θεοῦ καταλαβεῖν σε εὐχην πατρός σου καὶ μητρός σου.Μνήσθητι(a1) ὡς οὐδὲν ποθεινότερον ἀνθρώποις ὑπὲρ τέκνα, καὶ εἰ μὴ(a2) ἐγέννησας, μάθε ἀπ'ἐμοῦ. ἱστοροῦσι γάρ τινες ἱστορίαν ἀληθῆ, ὡς ἐν ὄρει Αἴτνης πατὴρ μετὰ υἱοῦ ξυλευόμενος, ἐξαίφνης δὲ τοῦ αἰτναίου πυρὸς ἀναδοθέντος καὶ ὥσπερ ἐκχυθέντος(a3) καὶ τὴν τοῦ ὄρους ὁδὸν περιλαβόντος, μέσον εὑρέθησαν τοῦ πυρὸς οἱ δύο. εὐθὺς οὖν ὁ υἱὸς ἁρπάσας τὸν πατέρα γηραιὸν ὄντα καὶ ἐπιθεὶς τοῖς ὤμοις ὥρμησε φεύγειν καταφρονήσας μᾶλλον ἑαυτοῦ. αἰδεσθὲν δὲ τὴν ἀρετὴν τοῦ νέου τὸ πῦρ θείᾳ νεύσει, διὸ ἑαυτοῦ κατεφρόνησε σῶσαι δὲ ἠβουλήθη τὸν πατέρα, καὶ σχεθὲν παρεχώρησεν αὐτοῖς τὴν ἔξοδον, καὶ ἀμφότεροι ἐσώθησαν. μνήμης καὶ ἐπαίνων(a4) ἄξιοι οἱ καὶ μετὰ τὴν ἐντεῦθεν τοῖς γονεῦσιν ἐκδημίαν διὰ χρημάτων καὶ ἐλεημοσυνῶν(a5) τῷ Θεῷ ὑπὲρ αὐτῶν ἐξιλεούμενοι.Μετὰ ἄφρονος μὴ παίζῃς· ὑβρίσει γάρ σε καὶ ἴσως κρατήσει καὶ τῆς(a1) γενειάδος σου, καὶ σκόπησον πόση αἰσχύνη σοι ἔσται. καὶ εἰ μὲν ἐάσεις αὐτὸν, πάντες γελάσουσιν(a2), εἰ δὲ τύψῃς αὐτὸν παρὰ πάντων μεμφθήσῃ καὶ λοιδορηθήσῃ. τὸ δ'αὐτό σοι συμβήσεται καὶ ἐπὶ τοῖς προσποιουμένοις τὸ σαλόν. λέγω σοι δὲ ἵνα ἐλεῇς καὶ παρέχῃς αὐτοῖς, τὸ δὲ παίζειν καὶ γελᾶν μετ'αὐτῶν καταλιμπάνῃς, ἐπεὶ ἀσύμφορόν ἐστιν. εἶδον γὰρ ἐγὼ ἄλλους οἳ γελῶντες(a3) καὶ παίζοντες μετὰ τοιούτου ἐφόνευσαν αὐτὸν οἷς ἔπαιζον. ἀλλὰ μήτε ὑβρίζῃς μήτε τύπτῃς σαλὸν, ὁποῖος ἂν εἴη. τοῦ ὑποκρινομένου τὸ σαλὸν(a4) ὃ ἐὰν λέγει(a5) σοι ἄκουε πλὴν μὴ καταφρόνει αὐτοῦ· ἴσως(a6) γὰρ βούλεταί σε καταπανουργεύσασθαι διὰ τοῦ σαλοῦ.Εἰς ἐμπρησμὸν μὴ ἐπαίρου κατὰ τοῦ πυρός, ἀπόστηθι(a1) δὲ μᾶλλον ἐξ αὐτοῦ· πολλοὶ γὰρ ἐν αὐτῷ ἀπώλοντο, ὡσαύτως καὶ ἐν πτώσει οἴκου ἐν συσσεισμῷ(a2).Ὁ ὄπισθεν τοῦ πλούτου πορευόμενος καὶ ἐπιθυμῶν αὐτοῦ οὐδέποτε αὐτοῦ κορεσθήσεται, εἰ καὶ πάντα λήψεται. τύπωσον οὖν ὅρον ἐν αὐτῷ(a1) καὶ στῆθι τοῦ ἐπιθυμεῖν τοῦ πλούτου, καὶ ἕξεις ἀνάπαυσιν. ὁ εἴδωλα τοῦ πλούτου καὶ πορνείας ἐν τῇ αὐτοῦ ψυχῇ συνιστῶν οὐδέποτε γενναῖον καὶ ἐπαίνων ἄξιον κατορθώσει, αἰσχραῖς καὶ ἀδήλοις(a2) φαντασίαις τὸν νοῦν φανταζόμενος ἢ, μᾶλλον εἰπεῖν, σκοτιζόμενος.Ἐάν τις ἔλθῃ πρὸς σε, πᾶν ὁ ἐὰν ἐργάζῃ ἀπόθου καὶ ἄκουσον αὐτοῦ τί σοι μέλλει λέγειν, καὶ μὴ προφάσει ἄλλης δουλείας ἀποπέμψῃς αὐτὸν μὴ ὁμιλήσας αὐτῷ. εἰ δὲ καὶ τάβλας ἕνεκα ἢἄλλου παιγνίου αὐτὸν ἀποπέμψῃς μὴ ὁμιλήσας αὐτῷ, τί 64.09 καὶ λέγω παίγνιον; βιβλίον ἱερὸν ἂν ἐπὶ χεῖρας κατέχῃς καὶ ἀναγινώσκεις καὶ ἔλθῃ τις πρός σε, κλεῖσον(a2) αὐτὸ καὶ ὁμίλησον τῷ ἐλθόντι. εἰ δὲ ἐάσεις αὐτὸν καὶ ἀναγινώσκεις, λογισθήσῃ ὡς ὑποκριτὴς καὶ ὡς ἀνίκανος καὶ ὡς κενόδοξος. ὁπόταν δὲ κατὰ μόνας εἶ, εἰ δύνατον, ἔστω ἡ μελέτη σου αἱ βίβλοι.
IV. DE INSIDIIS
Ἐάν τις μουλτεύσῃ καὶ βασιλέα ἑαυτὸν ἐπιφημίζῃ, μὴ ἔλθῃς εἰς βουλὴν αὐτοῦ ἀλλ'ἀπόστηθι(a1) ἐξ αὐτοῦ. καὶ εἰ μὲν δυνηθῇς πολεμῆσαι καὶ καταβαλεῖν αὐτὸν, πολέμησον ὑπὲρ τοῦ βασιλέως καὶ τῆς τοῦ παντὸς εἰρήνης. εἰ δ'οὐ δύνασαι τοῦτον πολεμῆσαι, ἀπόστηθι(a2), ὡς εἴρηται, ἀπ'αὐτοῦ καὶ κρατήσας τινὸς ὀχυρώματος μετὰ τῶν ἀνθρώπων σου, γράψον πρὸς τὸν βασιλέα καὶ ἀγωνίζου, ὅσον δύνασαι, ποιῆσαι δουλείαν ὅπως τιμηθῇς καὶ συ καὶ τὰ παιδία σου καὶ οἱ ἄνθρωποί σου. εἰ δ'οὐκ ἔχεις τινὰς ἵνα κρατήσεις ὀχυρώματος, κατάλιπε πάντα καὶ πρόσφυγε πρὸς τὸν βασιλέα. εἰ δ'ἴσως διὰ τὴν φαμιλίαν σου οὐ τολμᾷς φυγεῖν. ἔσο μὲν μετ'αὐτοῦ, ὁ δὲ νοῦς σου(a3) ἔστω πρὸς τὸν βασιλέα, καὶ ὁπόταν δυνηθῇς, δεῖξον ἔργον ἐπαίνουἄξιον. ὢν γὰρ μετ'αὐτοῦ ὑπόσυρόν τινας οὓς ἔχεις φίλους ὑπερψυχίους καὶ ἔργασαι αὐτὸν καὶ ἔχε πίστιν πρὸς τὸν βασιλέα ἐν Κωνσταντινουπόλει(a4), καὶ οὐ μὴ διαμάρτῃς τῆς ἐλπίδος σου(a5). γράφε δὲ αὐτῷ κρυφίως. καὶ εἰ μὲν οἰκεῖς εἰς κάστρον τῆς ἀνατολῆς εἴτε τῆς δύσεως, ἔχον(a6) κουλὰ, καὶ γένηται ἀποστασία, διανάστηθι καὶ περισύναξόν τινας καὶ πολέμησον τῷ ἀποστατήσαντι· εἰ δὲ καταγύρωθεν ὅλα θέλουν <νὰ>(a7) ἀποστατήσουν, περισύναξον τὰ γεννήματά σου καὶ τὰ παραβλήματά σου ἃ ἔχεις καὶ εἰσάγαγε αὐτὰ ἔνδον τοῦ κουλὰ(a8), ἐπαγόρασον δὲ καὶ ἄλλα γεννήματα καὶ εἰσάγαγε αὐτὰ ἐκεῖσε, καὶ ἔχε ἐναπόθετον γέννημα ὅσον ἀρκεῖ σοί τε καὶ τῇ φαμιλίᾳ σου καὶ τοῖς δούλοις καὶ ἐλευθέροις τοῖς ὀφείλουσι μετὰ σοῦ ἐποχεῖσθαι τοῖς ἵπποις καὶ ἐξέρχεσθαι εἰς παράταξιν. τὸ δ'αὐτὸ ποιησάτωσαν καὶ οἱ λοιποὶ μικροί τε καὶ μεγάλοι τῇ συμβουλῇ σου. ἔχων δὲ ἔνδον τὰ γεννήματά σου εὖ οἶδα ὡς ὁπηνίκα δοκιμάσωσιν οἱ ἐναντίοι πολεμῆσαί σοι, Θεοῦ χάριτι καταβαλεῖς αὐτοὺς καὶ φυγάδας ποιήσεις.Εἰ δὲ καὶ μὴ καθὼς σοι ἐνετειλάμην ποιήσεις παθεῖν μέλλεις ὅπερ ἔπαθον(a1) ἐπὶ τῷ Σαμουὴλ οἱ γονεῖς τοῦ Νικουλιτζᾶ(a2) εἰς Λάρισσαν(a35). Ἕως γὰρ ἦν ὁ μακαρίτης μου πάππος ὁ Κεκαυμένος ἐν Λαρίσῃ(a4), τὴν ἀρχὴν ἔχων τῆς Ἑλλάδος, ἐδοκίμασε πολλάκις ὁ τύραννος Βούλγαρος Σαμουὴλ τὸ μὲν ἀπὸ πολέμου τὸ δὲ καὶ μετὰ δολιότητος κατασχεῖν τὴν Λάρισσαν(a35)καὶ οὐκ ἠδυνήθη ἀλλὰ ἀπεκρούσθη καὶ ἐνεπαίχθη ὑπ'αὐτοῦ. καὶ τὸ μὲν πολεμήσας ἐδίωξεν αὐτὸν τὸ δὲ καὶ δώροις αὐτόν τε καὶ τοὺς περὶ αὐτὸν ἐκμειλιξάμενος καὶ ταῦτα ποιῶν τήν τε γῆν ἐν ἀδείᾳ σπείρων(a6) ἐθέριζε καὶ τὸν ἴδιον λαὸν περιέσωζεν αὐταρκείᾳ. ὁπόταν δὲ εἶδεν αὐτὸν δυναστεύσαντα παντελῶς, ἐφήμισεν(a7) αὐτὸν, καὶ οὕτως πάλιν αὐτὸν πραγματευσάμενος(a8) ἔσπειρε καὶ ἐθέρισεν. ἔγραψεν δὲ καὶ πρὸς τὸν πορφυρογέννητον κῦρ Βασίλειον ὅτι ἐγὼ, δέσποτά μου ἅγιε, ἀναγκασθεὶς παρὰ τοῦ ἀποστάτου προσέταξα τοῖς 65.22 καὶ εὐφήμισαν αὐτὸν καὶ ἔσπειραν καὶ ἐθέρισαν σὺν Θεῷ. καὶ διὰ τῆς ἀντιλήψεως τῆς βασιλείας σου συνέβαλα(a10) τοὺς καρποὺς ἀρκοῦντας τοῖς Λαρισσαίοις(a11) ἐπὶ χρόνοις τέσσαρσι, καὶ ἰδοὺ πάλιν εἰσὶ τῆς βασιλείας σου δοῦλοι. μαθὼν δὲ τοῦτο ὁ βασιλεὺς ἀπεδέξατο τὸ σόφισμα τοῦ πάππου μου. καὶ μετὰ τρεῖς ἐνιαυτοὺς προεβάλετο ἕτερον στρατηγὸν εἰς Ἑλλάδα. μὴ ἐνδημοῦντος δὲ τοῦ πάππου μου ἐν Λαρίσσῃ(a12), ἀλλ'ἐν τῇ Πόλει ὄντος, μήτε μὴν τοῦ στρατηγοῦ ἔχοντος ἐνέργειαν τοιαύτην εἰς τὸ σοφίσασθαί τι στρατηγικὸν, ἐλθὼν ὁ Σαμουὴλ οὐκ εἴασεν αὐτοὺς θερίσαι ἀλλ'ἐν μὲν τῇ σπορᾷ ἐδίδου αὐτοῖς ἄδειαν σπείρειν, ἐν δὲ τῷ θέρει οὐ παρεχώρει αὐτοῖς τοῦ ἐξελθεῖν τὸ σύνολον. τοῦτο δὲ ἐπὶ τρισὶ χρόνοις ἐποίει, ὥστε καὶ ἐπιλιπούσης(a13) αὐτοῖς τῆς τροφῆς, κυνῶν καὶ ὄνων καὶ ἄλλων τινῶν μιαρῶν ἀπεγεύσαντο κρεῶν, ἐπιλειπόντων(a14) δὲ καὶ αὐτῶν, δέρματα τὰ ἐν ταῖς κοπρίαις κείμενα συλλέγοντες ἔψεναν αὐτὰ(a15) καὶ ἔτρωγαν παραμυθήσασθαι βουλόμενοι τὸν λιμόν. ἀλλὰ καὶ γυνὴ τεθνηκότος τοῦ ἀνδρὸς αὐτῆς ἔφαγεν τὸν μηρὸν αὐτοῦ. καὶ ἀπὸ τῆς ἀνάγκης τοῦ ἀφορήτου λιμοῦ παρέλαβεν αὐτοὺς ἀναιμωτὶ ὁ Σαμουήλ. καταδουλωσάμενος πάντας τοὺς Λαρισαίους(a16) ἐκτός τῆς γενεᾶς τοῦ Νικουλιτζᾶ(a17). αὐτοὺς γὰρ μόνον μετοίκισεν(a18)ἀβλαβεῖς καὶ ἐλευθέρους μετὰ καὶ τῶν ὑπαρχόντων αὐτοῖς εἰπὼν τοῦτο ὅτι· εὐχαριστῶ πάνυ τῷ πορφυρογεννήτῳ κῦρ Βασιλείῳ ὅτι ἐδέξατο τὸν συμπέθερόν(a19) σας τὸν Κεκαυμένον ἀπὸτῆς Ἑλλάδος καὶ ἀπήλλαξέ με τῶν τούτου σοφισμάτων.Καὶ εἰ μὲν νοεῖς, τέκνον μου, ὅτι οὐ δύνασαι πολεμῆσαι ἔτι τοῖς τεμουλτεύσασι(a1) τῷ βασιλεῖ οὐδὲ ἐστι σοι ἄδεια σπεῖραι ἢ θερίσαι, σύνελθε καὶ φημισάτωσαν τὸν ἀποστάτην οἱ ὑπό σε. καταπραγμάτευσαι αὐτὸν πῆ μέν διὰ δώρων(a2) πῆ δὲ διὰ πανουργίας, καὶ γράψον πρὸς τὸν βασιλέα περὶ πάντων, καὶ τὴν σωτηρίαν σου πορίζου. καὶ ὁπόταν σοι γράψῃ(a3) ὁ βασιλεὺς, ὃ ἐάν σοι γράψῃ ποίησον καὶ οὐ μὴ ἀπολέσῃς τὸ κάστρον τοῦ βασιλέως καὶ τὸν λαόν.Εἴπω δέ σοι τί ἔπαθεν ὁ Νικουλιτζᾶς ὁ Λαρισαίος(a1) ἐπὶ τοῦ μακαρίτου βασιλέως τοῦ Δούκα(a2). καὶ γὰρ ὁ βασιλεὺς προσεπάθει αὐτῷ καὶ ἐπίστευε τοῖς λόγοις αὐτοῦ. μιᾷ δὲ τῶν ἡμερῶν εἶπεν πρὸς αὐτὸν· δέσποτα ἀγαθέ, μοῦλτον ὀφείλει γενέσθαι εἰς ̣Ἑλλάδα(a3), καὶ εἰ κελεύεις, διηγήσομαί σοι πῶς ὀφείλει γενέσθαι. ὁ δὲ σιωπᾶν αὐτὸν(a4) ἐπέτρεψεν. αὐτὸς δὲ προσεδόκησεν ὅτι διὰ τοὺς παρεστῶτας(a5) τότε σιωπᾶν αὐτῷ προσέταξεν καὶ κατέλιπε(a6) τοῦτο προσάπαξ. ἐπὶ ἡμέρας οὖν πολλὰς πρὸς τὸν πρωτοσύγκελλον κῦρι Γεώργιον(a7) τὸν Κoρίθιον ἀπερχόμενος ὑπεμίμνησκεν αὐτὸν ἵνα εἴπῃ τῷ βασιλεῖ καὶ συντύχῃ αὐτῷ κατιδίαν περὶ τῆς μελλούσης γενέσθαι ἀνταρσίας· ὁ δὲ παρεβίβαζεν αὐτὸν ἡμέραν ἐξ ἡμέρας. ἐπὶ τριάκοντα οὖν ἡμέρας κατατριβόμενος ἕνεκε ταύτης τῆς ὑποθέσεως ἐν τῇ πόλει καὶ μὴ τυχὼν ἀποκρίσεως, ἀγανακτήσας ὑπεχώρησεν. μᾶλλον δὲ ἐγένετο καὶ ἀστὴρ κομήτης τότε, ὃν ἔλεγον οἱ περὶ ταῦτα δεινοὶ δίσκον(a8) εἶναι· κακοποιὸν δὲ αὐτὸν ἔφασκον. ὁ δὲ τοιοῦτος ἦν μέγας, παρεμφερὴς δίσκῳ(a9), ἀναποδίζων καθεσπέραν ὡς ἡ σελήνη. ἦν δὲ καὶ φημιζόμενον τότε ὅτι ὁ Ῥουνπέρδος(a10) ὁ Φράγγος εὐτρεπίζεται ἐλθεῖν καθ'ἡμῶν. καὶ τὸ μὲν λυπηθεὶς ὅτι οὐκ ἠθέλησεν αὐτῷ(a11) ὁμιλῆσαι ὁ βασιλεύς, τὸ δὲ φοβηθεὶς καὶ διὰ τὰ ἐπιφημιζόμενα καὶ διὰ τὴν τοῦ τοιούτου ἀστέρος ἐπιφάνειαν ὑπεχώρησεν.Ἀπελθὼν οὖν εἰς τὴν οἰκίαν αὐτοῦ εἰς Λάρισσαν(a1) καὶ μαθὼν ἀκριβέστερον περὶ τῆς ἐπιβουλῆς, ἔγραψεν πρὸς τὸν βασιλέα τὴν τοιαύτην πᾶσαν ἐπιβουλήν. ὁ δὲ (πῶς εἰπεῖν οὐκ οἶδα) ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῳ. οἱ δὲ τὴν τοιαύτην ἐπιβουλὴν μελετῶντες οὐκ ἐτόλμησαν ἐκφάναι πρὸς αὐτὸν τὸ οἱονοῦν. αὐτὸς δὲ μὴ δεξάμενος ἀπόκρισιν ἀπὸ τοῦ μακαρίτου βασιλέως ἐλυπήθην. βουλόμενος δὲ καὶ κρατῆσαι τοὺς ἐξάρχοντας τῆς πονηρᾶς βουλῆς ἐλογίσατο οὕτως ὅτι εἰ μὲν κρατήσει αὐτοὺς καὶ οὐ τυφλώσει οὐδὲ ἀποκεφαλίσει τούτους αὐτίκα, ἐξανάγκης ἐπαναστῆναι αὐτῷ ἔχουσιν οἱ ἑταῖροι αὐτῶν (ἦσαν γὰρ ποιήσαντες συνωμοσίαν μετὰ τῶν Βλάχων καὶ τῶν Τρικαλιτῶν(a2)) καὶ ἴσως καὶ περιγένωνται αὐτοῦ(a3) καὶ ἐκτρίψωσιν αὐτόν· εἰ(a4)δὲ καὶ ἀντιστῆναι αὐτοῖς θελήσει καὶ γένηται πόλεμος μέσον αὐτῶν(a5) καὶ σφαγῶσί τινες ἢ καὶ κρατήσας τινὰς καὶ τυφλώσει αὐτοὺς, πάντως ἐρεῖ αὐτῷ(a6) ὁ βασιλεύς· ἐμή ἐστιν ἡ χώρα καὶ οὐχὶ σὴ(a7) καὶ περὶ τούτων(a8) ὑπέμνησάς με καὶ ἅπαξ καὶ δίς, καὶ εἰ ἤθελον, ἤκουσα ἄν σου. σὺ δὲ πρόσταξιν ἐμὴν μὴ ἔχων πῶς ἐτόλμησας ἢ τυφλῶσαι ἢ σφάξαι ἀνθρώπους; ἀλλὰ φθονήσας τὴν εὐπραγίαν αὐτῶν τοῦτο ἐποίησας. ἦν γὰρ ὁ μακαρίτης βασιλεὺς συμπαθὴς εἰς ταῦτα. ταῦτα οὖν λογισάμενος καὶ ὡς εἰ τοῦτο ποιήσοι, οὐκ εἰς καλὸν αὐτῷ(a9) γενήσεται ὡς παρὰ πρόσταξιν τοῦ βασιλέως ποιήσαντι (πάντως γὰρ τήν τε οἰκίαν αὐτοῦ ἐμπρήσουσιν ὡς ἀποστάτου(a10), τοὺς δὲ δύο αὐτοῦ παῖδας καὶ τοὺς δύο ἀδελφοὺς αὐτοῦ, τὸν τε Θεόδωρον καὶ τὸν Δημήτριον, ἀποσφάξουσιν καὶ τας θυγατέρας αὐτοῦ, αὐτὸν δὲ εἰς τὴν πόλιν εἰσάξαντες κακοπαθεῖν καταλείψουσιν καὶ λιμῷ διαφθαρῆναι), διέμενεν εἰς τὴν οἰκίαν αὐτοῦ ὡς μηδὲν γινώσκων καίπερ κατασκόπους εἶχεν πολλοὺς, δι'ὧν καὶ ἐμάνθανεν τὴν βουλὴν αὐτῶν, ἥτις καὶ ἦν ἥδε. Βουλὴν γὰρ ἐβουλεύοντο τοιαύτην περὶ αὐτοῦ ὅτι· εἰ μὲν θελήσωμεν χωρὶς αὐτοῦ ποιῆσαί τι, οὐ μὴ δυνηθῶμεν πέρας δοῦναι τῇ βουλῇ ἡμῶν· εἰ δὲ πάλιν θελήσωμεν αὐτὸν σφάξαι καὶ οὕτως οὐδὲν ἀνύσαι δυνηθῶμεν καὶ κακοδιοικηθῆναι ἔχομεν παρ'αὐτοῦ· ἀνθρώπους γὰρ ἔχει καὶ λαὸν ἴδιον, καὶ τὸ κάστρον καὶ ἡ χώρα αὐτῷ πείθεται εἰς ὃ ἂν εἴπῃ. ἀλλὰ ἀς ἀποκαλύψωμεν αὐτῷ τὰ δόξαντα ἡμῖν. ὁ δὴ καὶ ἐποίησαν.Ἀποστείλαντες γὰρ πρὸς αὐτὸν τοὺς ἀρχηγοὺς αὐτῶν, τόν τε Ἰωάννην ἀποπρωτοσπαθάριον(a1) τὸν Γρημιανήτην καὶ Γρηγόριον τὸν Βαμβακᾶν(a2), ἀπεκάλυψαν αὐτῷ πάντα. αὐτὸς δὲ προσεποιήσατο πάντα ἀγνοεῖν καὶ εἶπεν αὐτοῖς ὅτι· πάντως εἴ τι ποιήσετε ὑμεῖς, τοῦτο κἀγώ. τὸ ὅλον δὲ ἐσπούδαζεν ἵνα ἀφ'οὗ συνέλθωσι πάντες, εἰ δυνηθείη, διαστρέψαι αὐτούς. ἐκεῖνοι δὲ εἶχον τὸ συναγώγιον αὐτῶν εἰς τὴν αὔριον εἰς τὴν οἰκίαν Βεριβόου τοῦ Βλάχου. ἐπεὶ δὲ ἐμήνυσαν οὗτοι πρὸς τοὺς Βλάχους ὅτι· καὶ ὁ πρωτοσπαθάριος Νικουλιτζᾶς ὁ Δελφινᾶς(a3)συνῆλθε τῇ βουλῇ ἡμῶν (πρωτοσπαθάριος γὰρ ἦν τὸ τότε), ἐχάρησαν μεγάλως καὶ(a4) ἠβουλήθησαν ἐλθεῖν πάντες πρὸς αὐτόν(a5). αὐτὸς δὲ μὴ μελλήσας προέλαβεν αὐτοὺς καὶ ἀπῆλθεν ἔνθα ἦσαν συνηγμένοι. οἵτινες καὶ ἰδόντες αὐτὸν ἄφνω καταπηδήσαντες ὑπήντησαν αὐτῷ πάντες δουλοπρεπῶς, ἀποβάντος δὲ αὐτοῦ τοῦ ἵππου ἐδέξαντο καὶ εἰσήγαγον αὐτὸν μέσον αὐτῶν, λέγοντες αὐτῷ· ἡμεῖς(a6) <σε> ὡς πατέρα καὶ αὐθέντην ἔχομεν καὶ χωρίς σου οὐδὲν ἠθελήσαμεν ποιῆσαί τι· οὐδὲ γάρ ἐστι δίκαιον. καὶ ἐπεὶ ἦλθες, εἰπὲ ἡμῖν περὶ τῆς βουλῆς ταύτης, τί ἔχομεν ποιῆσαι. ἐκείνου δὲ εἰρηκότος πρὸς αὐτοὺς ὡς· οὐκ ἀγαθὸν τοῦτό ἐστιν· προσκρούομεν γὰρ πρῶτον μετὰ τοῦ Θεοῦ ποιοῦντες αὐτὸν ἐχθρόν, ἔπειτα μετὰ τοῦ βασιλέως ὃς δὴ καὶ παρακινῆσαι ἔχει ἔθνη πολλὰ καθ'ἡμῶν καὶ ἐξαλεῖψαι ἡμᾶς. ἀλλὰ καὶ Ἰούνιος μὴν ἤδη ἐστί, καὶ πῶς ἔχομεν θερίσαι γενομένης ταραχῆς; εἰπόντος(a7) δὲ καὶ πρὸς τοὺς Βλάχους· ποῦ εἰσὶ τὰ κτήνη ὑμῶν καὶ αἱ γυναῖκες νῦν; αὐτοὶ εἶπον· εἰς τὰ ὄρη Βουλγαρίας(a8). οὕτως(a9) γὰρ ἔχουσι τύπον, ἵνα τὰ <τῶν Βλάχων καὶ> τῶν Βουλγάρων κτήνη(a10) καὶ αἱ φαμιλίαι αὐτῶν εἰσὶν ἀπὸ Ἀπριλλίου μηνὸς ἕως Σεπτεμβρίου μηνὸς ἐν ὑψηλοῖς ὄρεσι καὶ ψυχροτάτοις τόποις. καὶ ἆρά γε, εἶπεν, οὐ μὴ διαρπάσωσι ταῦτα οἱ ἐκεῖσε ὄντες, ὅσοι δηλονότι εἰς μέρος εἰσὶ τοῦ βασιλέως; καὶ οἱ μὲν Βλάχοι ἀκούσαντες τούτων ἐπείσθησαν τοῖς λόγοις αὐτοῦ(a11), καὶ εἶπον ὅτι· ἡμεῖς ἀπὸ τῆς βουλῆς ταύτης(a12) ἐξερχόμεθα καὶ ἀποδεχόμεθα τοῦτο. ὅμως κατέλιπαν πάντα καὶ ἀνεκλίθησαν τοῦ ἀριστῆσαι.Ἐγερθέντων δὲ αὐτῶν ἀπὸ τοῦ ἀρίστου καὶ ἀναπαυθέντων, ἐν μεσημβρίᾳ ἦλθον πάλιν πρὸς αὐτὸν πάντες ὁμοῦ, οἱ τε Βλάχοι καὶ οἱ Βούλγαροι, ἀνατραπέντες παρὰ τῶν Λαρισαίων(a1). οἱ γὰρ Λαρισαῖοι(a2) οἱ συγκαστρῖται αὐτοῦ εἶπαν πρὸς αὐτοὺς ὅτι· αὕτη ἡ βουλὴ ἀπὸ τοῦ νῦν οὐ κρύπτεται, μᾶλλον δέ, ὅτι καὶ οἱ δύο υἱοὶ(a3) αὐτοῦ εἰσὶν ἐν τῇ πόλει, ὅ τε Γρηγορᾶς καὶ ὁ Παγκράτης(a4), καὶ πάντως ἐμποδίζει ἡμᾶς ἵνα μαθὼν(a5) τοῦτο ὁ βασιλεὺς κρατήσῃ ἡμᾶς. τούτοις οὖν(a6) πεισθέντες τοῖς λόγοις λέγουσιν αὐτῷ ὅτι· πάντα ὅσα ἂν λέγῃς(a7) καλά εἰσι λίαν, πλὴν οὐ συμφέρει ἡμῖν καταλιπεῖν τοῦτο. αὐτοὶ συνδραμόντες πάντες καὶ κρατήσαντες αὐτὸν εἶπον· σέ ἔχομεν ἀπὸ τῆς σήμερον(a8) κεφαλὴν καὶ αὐθέντην καὶ σε προκρίνομεν ἐν τῇ παρούσῃ(a9) ἀποστασίᾳ ὅπως προστάσσῃς ἡμῖν τί ὀφείλομεν ποιῆσαι. αὐτὸς δὲ ἀπεκρούσατο αὐτοὺς καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, ὡς τὴν εἰρήνην ἀσπαζόμενος. εἶτα ἐλθόντες τινὲς τῶν φίλων αὐτοῦ ἐξομνύμενοι αὐτῷ εἰς τὸνΘεὸν λέγουσιν ὡς· εἰ μὴ συνέλθῃς τῇ βουλῇ αὐτῶν, ἀποθνήσκεις ἀπὸ τῶν χειρῶν αὐτῶν. ὅθεν καὶ μὴ βουλόμενος γέγονα αὐτοῖς κεφαλὴ, καὶ βουλόμενος θηρεῦσαι ἐθηράθην. ὅμως ἀναθέντες(a10) εἰς ἐκεῖνον πάντες τὴν κακὴν αὐτῶν βουλὴν ἐποίησαν αὐτὸν ξένον τῶν τοῦ Θεοῦ ἐντολῶν. διὰ δὲ τὸ μὴ ἀπολεσθῆναι καὶ διαφθαρῆναι τὴν γῆν αὐτῶν πᾶσαν καὶ τὸν λαὸν σφαγῆναι καὶ καταδουλωθῆναι διανέστην ὡς πρὸς τὸ πρᾶγμα καὶ ἐπέθηκεν αὐτὸν τῇ φροντίδι πάντων.Ἐξῆλθεν δὲ ἀπὸ τοῦ οἴκου αὐτοῦ ἐπὶ τὰ Φάρσαλα καὶ τὸν Πλήρην. ποταμὸς δὲ ἐστιν οὗτος ὁ Πλήρης ἔχων πεδιάδα(a1) μεγάλην ἔνθεν κἀκεῖθεν, ὃς δὴ καὶ διέρχεται μέσον τῶν Βλάχων διαιρῶν αὐτοὺς ἔνθεν καὶ ἔνθεν, καὶ τεντώσας ἐκεῖσε περιεσώρευσε τούς τε Βλάχους καὶ Βουλγάρους(a2) τοὺς ἐκεῖσε πλησιάζοντας, καὶ ἠθροίσθη πρὸς αὐτὸν λαὸς πολύς. ἀπέστειλεν δὲ καὶ εἰς τὸ Κίτρος(a3) παραταγὴν μίαν, προστάξας καταλῦσαι τὸ τοιοῦτον κάστρον· ὃ καὶ ἐγένετον. ἔγραψε δὲ πρὸς τὸν βασιλέα ὅτι· πάντως εἶπόν σοι ἀπὸ στόματος ὅτι μοῦλτον ὀφείλει γενέσθαι, καὶ πάλιν ἔγραψά σοι ἐλθὼν εἰς τὴν οἰκίαν μου περὶ τούτου, καὶ τανῦν δηλῶ τῇ γαληνότητί σου· κἂν νῦν πίστευσον ὅτι ἐμούλτευσαν καὶ ἐποίησαν(a4) ἐμὲ κεφαλὴν αὐτῶν. εὐχαρίστησον οὖν τῷ Θεῷ ὅτι ἐγὼ ὑπέχω τὸν λαὸν καὶ ἔχω καταλῦσαι τὸν(a5) τοιοῦτον μοῦλτον, εἴπερ ἀκούσεις μου καὶ ἐκκόψεις ἃς σὺ ἐπ'αὐτοῖς ἐποίησας αὐξήσεις(a6) καὶ φανερώσεις. ἦν γὰρ πολλῶν νομισμάτων αὐξήσεις ποιήσας. ὁ δὲ ἔπεμψεν αὐτῷ ὅρκους φρικωδεστάτους ὅτι· ὅσα ἐποίησα ἀφ'ἧς ἡμέρας ἐβασίλευσα καὶ ἕως τῆς σήμερον(a7), πάντα συμπαθῶ, καὶ οὐ μὴ ἐξορισθῇ ἄνθρωπος ἀπὸ τοῦ μέρους σου(a8) ἢ περιορισθῇ, οὐ ζητηθῇ δημοσιακὴν βλάβην ἢ ἰδιωτικήν, ἀλλὰ πάντα συμπαθῶ μετὰ φόβου Θεοῦ.Πρὸ τοῦ δέξασθαι δὲ αὐτὸν τὸν τοιοῦτον ὅρκον ὥρμησεν κατὰ τοῦ κάστρου Σερβίων. τὸ δὲ τοιοῦτον κάστρον ἐστὶν ἐν πέτραις ὑψηλαῖς πάνυ κείμενον καὶ φάραγξιν ἀγρίαις καὶ βαθυτάταις περικυκλούμενον. ἀπῆλθεν οὖν ἐκεῖσε, οὐκ ἤθελον δὲ οἱ ἐκεῖσε ὄντες μετ'αὐτοῦ οὐδὲ αὐτὸς ὁ μοῦλτος πολεμεῖν(a1) αὐτούς, ἀλλὰ ἀπελθὼν ἐκεῖσε παρέταξεν. στρατοπεδεύσας οὖν ἐνώπιον αὐτῶν ἐν τῇ πεδιάδι κάτωθεν τοῦ κάστρου ἐμήνυσεν αὐτοῖς κατελθεῖν πρὸς αὐτὸν. οἳ καὶ κατῆλθον πάντες ὁμοῦ καὶ ἀποβάντες τῶν ἵππων αὐτῶν ἔστησαν ἐνώπιον αὐτοῦ ἐν μέσῳ τοῦ στρατοπέδου δεδεμέναις χερσί, λέγοντες ὅτι· ἡμεῖς δοῦλοί σου ἐσμεν, καὶ εἰ κελεύῃς πολυχρονίζομέν <σε> νῦν(a2). αὐτὸς δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι· οἶδα(a3) ἐὰν ἀπολύσω ὑμᾶς καὶαπέλθητε(a4), ἀφ'οὗ εἰσέλθητε(a5) εἰς τὸ κάστρον οὐ μὴ φυλάξητε ἃ συνέθεσθέ μοι καὶ ἥρμοζεν ἵνα κατέχω ὑμᾶς ἐνταῦθα· ἐπεὶ δὲ νόμος ἐστὶ στρατηγικὸς ἀρχαῖος ἵνα ὁ οἰκειογνώμως ἀπερχόμενος εἴτε πρὸς βασιλέα εἴτε πρὸς τύραννον ἢ στρατηγὸν μὴ κατέχηται(a6) παρ'αὐτοῦ μὴ βουλόμενος, ἀλλὰ ἀπέρχηται πάλιν πρὸς τὰ οἰκεῖα ἐλευθερίως, τούτου ἕνεκα κἀγὼ ἀπολύω ὑμᾶς, καὶ ἀπέλθετε μετὰ χαρᾶς εἰς τὰς οἰκίας ὑμῶν, καὶ εἴπέρ μοι ψεύσεσθε(a7) οὐ μὴ φείσομαι ὑμῶν. οἱ δὲ μυρία αὐτῷ ἐπαγγειλάμενοι(a8) ὑπεχώρησαν. ἐκείνου δὲ αὐτοὺς προτρέψαντος ἀνελθόντες εἰς(a9) τὸ κάστρον ἤρξαντο(a10) ὑβρίζειν οἷα ἔθος ἐστὶ τοῖς ἀπαιδεύτοις. λυπηθεὶς δὲ ἐκεῖνος εἰς τὴν συνείδησιν αὐτῶν ἤρξατο τοῦ καστροπολεμεῖν αὐτοὺς διὰ τὰς ὕβρεις αὐτῶν· οὐδὲ γὰρ ἤθελεν πολεμῆσαι αὐτούς, διότι οὐδὲ ἐκουσίως ὑπεισῆλθον τὸν(a11) μοῦλτον, ἵνα ἀγωνίζηται εἰς τὸ φημίζεσθαι αὐτόν, ἀλλὰ διὰ τὸν λαὸν ἵνα μὴ σκανδαλισθέντων ὡς κακοῦργον κατεργάσονται αὐτόν. διὰ δὲ τὰς ὕβρεις καὶ τὴν ὑπερηφανίαν αὐτῶν εἰσῆλθον(a12) εἰς τούτους καὶ πολεμήσας αὐτοὺς ἐν ἡμέραις δυσὶ τῇ τρίτῃ παρέλαβεν αὐτοὺς.μετὰ δὲ ταῦτα κατέλαβεν καὶ ὁ τοῦ μακαρίτου βασιλέως ὅρκος καὶ εἰκών, ἔχων(a1) ὅρκους, ἐπαγγελίας ἀξιωμάτων καὶ ἄλλα πολλά. πλὴν οἱ δουλεύοντες τοῖς βασιλεῦσιν κατὰ τὰ θελήματα αὐτῶν λέγουσιν, οὐκ εἰσὶν ἐν ὀρθότητι ἀλλὰ ψεῦδος καὶ ἀδικία ἐπὶ στόματος αὐτῶν καὶ δολιότης ἐνεδρεύει ἐν τοῖς χείλεσιν αὐτῶν. ἤθελον γὰρ μὴ γενέσθαι εἰρήνην τότε, ἀλλὰ σφαγαῖς καὶ αἵμασι τῶν χριστιανῶν μολύνεσθαι τὴν γῆν. ὁ συμπέθερός(a2) μου δὲ εἰ καὶ εἰς τοιαύτην συμφορὰν(a3) ἐνέπεσεν ἀπροσδοκήτως, ηὔχετο τῷ Θεῷ ῥυσθῆναι ταύτης καὶ εἰρηνεῦσαι τὰ πράγματα. ὁ δὲ ἀγαθὸς Θεὸς ἠλέησεν αὐτόν, καὶ τῇ αὐτοῦ χάριτι ἠδυνήθη εἰρηνεῦσαι πάντα ὅσα ἤθελεν. έλαβεν οὖν τοὺς ὅρκους καὶ τὴν ἁγίαν εἰκὸνα τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν καὶ τῆς Θεοτόκου καὶ ἄλλων ἁγίων πολλῶν τῶν ἐν τῇ εἰκὸνι ὄντων ηὐχαρίστησεν τῷ Θεῷ τῷ τὴν εἰρήνην βραβεύοντι, προσκαλεσάμενος δὲ τὸν λαὸν ἐξήνεγκεν καὶ ἐνώπιον πάντων τὰς εἰκὸνας καὶ ὑπέδειξεν αὐτοῖς, ὑπανέγνω δὲ αὐτοῖς καὶ τὸν ὅρκον καὶ προέτρεψεν αὐτοὺς εἰρηνεύειν καὶ ἕκαστον εἰς τὰ ἴδια ἀπελθεῖν. οἱ δὲ οὐκ ἤθελον ἀλλ'ἔλεγον· πόλεμον ἐκινήσας, εἰρήνην μὴ ζήτει. ἐκείνου δὲ ἐνισταμένου τὰ πρὸς εἰρήνην ἐκεῖνοι οὐ κατένευον, φωνὰς ἀφιέντες μεγάλας οἷα λαὸς ἄτακτος ὀφείλει(a4) ποιεῖν. προσέταξεν οὖν ἀποκλεισθῆναι(a5) ἀπὸ μὲν τῶν Βλάχων τὸν πρόκριτον αὐτῶν ἄρχοντα Σθλαβωτᾶν τὸν Καρμαλάκην, ἀπὸ δὲ τῶν Λαρισσαίων(a6) Θεόδωρον Σκρίβονα τὸν Πεταστόν. οἱ δὲ λοιποὶ πάντες ἰδόντες τοὺς τοιούτους ἀπαγομένους τὴν ἐπὶ(a7) θάνατον ἔφριξαν καὶ προσπεσόντες αὐτὸν πάντες ἐζήτουν τὸ συμπαθῆσαι(a8) αὐτὸν αὐτούς, λέγοντες· ποιοῦμεν ὃ(a9) ἂν προστάξεις ἡμῖν. ἐπικαμφθεὶς οὖν ἐκεῖνος ταῖς αὐτῶν παρακλήσεσιν συνεπάθησεν αὐτοὺς καὶ ἀναλαβόμενος τοὺς(a10) προκρίτους τῶν Βλάχων καὶ τῶν Λαρισσαίων(a11) ἀπῆλθεν πρὸς τὸν κατεπάνω Βουλγαρίας(a12) Ἀνδρόνικον τὸν Φιλοκάλην, ὃς τὸν ὅρκον αὐτῷ(a13) ἔπεμψε τοῦ βασιλέως. ηὖρεν δὲ αὐτὸν(a14) εἰς τὸν Πετερίσκον συστελλόμενον καὶ φοβούμενον αὐτὸν(a15) πολλά· οὐ γὰρ προσεδόκει ἀληθεύειν αὐτὸν(a16) τὴν εἰρήνην. κἀκεῖθεν δὲ εἰσῆλθεν πρὸς τὸν μακαρίτην βασιλέα ἐν τῇ πόλει, ὃς ἐδέξατο αὐτὸν καλῶς, καὶ ἐπὶ τέσσαρσι(a17) <μησὶ> περιεπάτει ἐν τῇ πόλει ἀδεῶςΜετὰ τῶν σὺν αὐτῷ εἰσελθόντων προκρίτων Βλάχων καὶ Λαρισαίων(a).μετὰ δὲ τοῦτο ἀπέστειλεν αὐτὸν εἰς <τὸν> μακαρίτην(a19) πατριάρχην Κωνσταντινουπόλεως κῦρ Ἰωάννην τὸν Ξιφιλῖνον(a20), ὡς εἴπερ βεβηλώσει ὁ πατριάρχης(a21) τὸν ὅρκον καὶ ἀθετήσει τὰ συμφωνηθέντα διὰ τοῦτο, τότε(a22) ἵνα τὸν ἐργάσηται(a23) καὶ τοὺς σὺν αὐτῳ(a24). ὡς δὲ ὁ ἁγιώτατος πατριάρχης μᾶλλον ἐπεκύρωσε τὸν ὅρκον συμπαθήσας αὐτὸν μετὰ καὶ τῶν σὺν ἐκείνῳ(a25) πάντων καὶ ἀπολύσας αὐτὸν τοῦ ἐγκλήματος, ὠργίσθη δὲ φανερῶς ὁ βασιλεὺς καὶ ἐξώρισεν αὐτὸν εἰς τὸ(a26) Ἀρμενιακὸν εἰς τὸ κάστρον Ἀμασείας, καθείρξας αὐτὸν ἐν φυλακῇ τῇ λεγομένῃ μαρμαρωτῇ. ἐν ᾗ καὶ καθήμενος(a27) ἔγραψεν πρὸς τὸν πάππον(a28) μου τὸν Κεκαυμένον ἅπερ ἔπαθεν ἐν τῷ παντὶ βίῳ. τελευτήσαντος δὲ τοῦ βασιλέως ἐβασίλευσεν ἀντ'αὐτοῦ Ῥωμανὸς(a29) ὁ Διγενὴς, ἀνὴρ μνημονεύων φιλίας. ἅμα τῷ ἀναγορευθῆναι αὐτὸν τῇ ἡμέρᾳ ἔγραψεν πρὸς τὸν πρωτοσύγκελλον Γεώργιον καὶ πραίτωρα Ἀρμενιακοῦ τὸνΚoρίνθιον ὅπως μὴ κωλύσῃ αὐτὸν τοῦ εἰσελθεῖν ἐν τῇ πόλει. ἦν γὰρ ὁ μακαρίτης Διγένης(a30) φίλος αὐτοῦ ἐξ ἀρχῆς ὁπόταν ἦν κατεπάνος(a31). ἔγραψε δὲ καὶ πρὸς αὐτόν· χαίρου καὶ εὐφραίνου ὅτι ὁ Θεὸς(a32) ἀνεβίβασέ με εἰς τὴν βασίλειον ἀρχήν, καὶ ἔλθε τάχιον ὅπως εὐεργετηθῇς παρὰ τῆς βασιλείας μου. ὃ καὶ ἐποίησεν καὶ εἰσῆλθεν ἐν τάχει πρὸς τὴν βασιλεύουσαν, προσκυνήσας καὶ ἀπευχαριστήσας αὐτῷ(a33) περὶ ὧν ἐμνήσθη αὐτοῦ. πλὴν οὐδὲν ἕτερον(a34) ἀγαθὸν αὐτὸν πεποίηκεν εἰ μὴ τὸν υἱὸν αὐτοῦ Γρηγόριον ἐτίμησε πρωτοσπαθάριον, σπαθαροκανδιδάτην ὄντα καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Παγκρατίου ηὔξησε τὴν ῥόγα(a35). διὰ τὸν τῶν ἀνθρώπων φθόνον δὲ προσέταξεν ἐκεῖνον ἀπελθεῖν εἰς τὸν οἶκον(a36) αὐτοῦ καὶ πράττειν εἴ τι καὶ βούλεται· εἶχεν γὰρ εἰς αὐτὸν ὑπολήψεις ἀγαθάς. διετέλεσεν οὖν ἐν τῷ οἴκῳ(a37) αὐτοῦ χρόνους τέσσαρας ἀναπαυόμενος καὶ εὐχαριστῶν τῷ(a38) Θεῷ(a39) καὶ αὐτῷ· καίπερ πολλῶν ὄντων τῶν διαβαλλόντων αὐτὸν, ἀλλ'οὐδενὶ ἐπίστευε.Ληφθεὶς οὖν ὁ μακαρίτης παρὰ τῶν Περσῶν αἰχμάλωτος, εἰσῆλθε πάλιν εἰς τὴν βασιλεύουσαν. ἦν γὰρ τότε ὁ μεγαλοδοξότατος σεβαστοφόρος κῦρ Νικηφόρος κριτὴς Πελοπονήσου καὶ ̣Ἑλλάδος, ἀνὴρ ἄριστος(a1) εἰς πάντα καὶ φρονιμώτατος πάνυ ἀκριβῶς τε ἐξησκημένος τήν τε στρατηγικὴν καὶ πολιτικὴν ἐμπειρίαν, εἰ καὶ εὐνοῦχος ἦν, μεγαλόψυχος, πάνυ ὀξύτατος, νοῶν καὶ λέγων προχειρότατα. καὶ εἶδεν καὶ συνέτυχεν αὐτῷ(a2) καὶ ἠθέλησεν ἐπαινεῖν αὐτόν, διαδεχθεὶς γὰρ <διῆλθεν>(a3) διὰ τῆς Λαρίσου(a4), καὶ συνεβούλευσεν αὐτῷ εἰσελθεῖν ἐν τῇ πόλει διὰ τὸ ἐκ νεότητος αὐτοκρατορεῦσαι τὸν πραότατον καὶ ἡμερώτατον κῦρ Μιχαήλ. σκεψάμενος οὖν καὶ αὐτὸς ὡς ἀγαθή ἐστιν ἡ συμβουλὴ εἰσῆλθεν προσκυνῆσαι τῷ βασιλεῖ, καὶ ἀπεδέξατο αὐτὸν ὁ βασιλεύς. ἤργησε δὲ ἡμέρας πολλὰς καὶ ἐκακοπάθησε διὰ τὸ ἔχειν αὐτὸν ἀναγκαίας δουλείας. μετὰ δὲ τοῦτο ἐβάλετο αὐτὸν ἀρχηγέτην τε καὶ ἀναγραφέα τῶν τε κονταράτων(a5) καὶ τῶν πλωΐμων. Ἰδὼν γὰρ ὁ Θεὸς ὅτι(a6) ἀπὸ κακουργίας ἐκείνου οὐ γέγονε(a7) τὸ μοῦλτον ἐνέβαλεν εἰς τὴν καρδίαν τοῦ εὐσεβεστάτου βασιλέως κῦρ Μιχαὴλ τοῦ ἐλεεῖν καὶ προσπαθεῖν αὐτὸν.Οὐδέποτε γάρ τις ἐτόλμησεν ἀνταρσίαν ποιῆσαι κατὰ τοῦ βασιλέως καὶ τῆς Ῥωμανίας πειρώμενος διαφθεῖραι τὴν εἰρήνην καὶ οὐκ αὐτὸς διεφθάρη. διὰ ταῦτα οὖν παραγγέλλω ὑμῖν, τέκνα μου ἠγαπημένα, οὕς μοι δέδωκεν ὁ Θεός, εἰς τὸ μέρος τοῦ βασιλέως καὶ εἰς τὴν δούλωσιν αὐτοῦ εἶναι. ὁ γὰρ ἐν Κωνσταντίνου πόλει καθεζόμενος βασιλεὺς πάντοτε νικᾷ.Παραγγέλλω δὲ ὑμῖν καὶ τοῖς ἐξ ὑμῶν τοῦτο. ἐπεὶ δὲ τὸ τῶν Βλάχων γένος ἄπιστόν τε παντελῶς καὶ διεστραμμένον(a1), μήτε εἰς Θεὸν ἔχον πίστιν ὀρθὴν μήτε εἰς βασιλέα μήτε εἰς συγγενῆ ἢ εἰς φίλον ἀλλὰ ἀγωνιζόμενον(a2) πάντας καταπραγματεύεσθαι, ψεύδεται δὲ πολλὰ καὶ κλέπτει(a3) πάνυ, ὀμνύμενον καθεκάστην ὅρκους φρικωδεστάτους πρὸς τοὺς ἑαυτοῦ φίλους καὶ ἀθετοῦν ῥᾳδίως, ποιοῦν τε ἀδελφοποιήσεις καὶ συντεκνίας καὶ σοφιζόμενον(a4) διὰ τούτων ἀπατᾶν τοὺς ἁπλουστέρους, οὐδέποτε δὲ ἐφύλαξε πίστιν πρός τινα οὐδὲ πρὸς τοὺςἀρχαιοτέρους βασιλεῖς(a5) τῶν Ῥωμαίων. πολεμηθέντες παρὰ τοῦ βασιλέως Τραϊανοῦ καὶ παντελῶς ἐκτριβέντες ἑάλωσαν καὶ τοῦ βασιλέως αὐτῶν τοῦ λεγομένου Δεκαβάλουἀποσφαγέντος καὶ τὴν κεφαλὴν ἐπὶ δόρατος ἀναρτηθέντος ἐν μέσῃ τῇ πόλει Ῥωμαίων. οὗτοι γὰρ εἰσὶν οἱ λεγόμενοι Δᾶκαι(a6) καὶ Βέσοι(a7). ᾤκουν δὲ πρότερον πλησίον τοῦ Δανουβίουποταμοῦ καὶ τοῦ Σάου, ὃν νῦν(a8) ποταμὸν Σάβαν καλοῦμεν, ἔνθα Σέρβοι(a9) ἀρτίως οἰκοῦσιν, ἐν ὀχυροῖς καὶ δυσβάτοις τόποις. τούτοις θαρροῦντες ὑπεκρίνοντο ἀγάπην(a10) καὶδούλωσιν πρὸς τοὺς ἀρχαιοτέρους τῶν Ῥωμαίων βασιλεῖς καὶ ἐξερχόμενοι τῶν ὀχυρωμάτων ἐλεΐζοντο τὰς χώρας τῶν Ῥωμαίων. ὅθεν ἀγανακτήσαντες κατ'αὐτῶν(a11), ὡς εἴρηται,διέφθειραν αὐτούς. οἳ καὶ ἐξελθόντες τῶν ἐκεῖσε διεσπάρησαν ἐν πάσῃ τῇ Ἠπείρῳ(a12) καὶ(a13) Μακεδονίᾳ, οἱ δὲ πλείονες αὐτῶν ᾤκησαν(a14) τὴν Ἑλλάδα. εἰσὶ καὶ δειλοὶ πάνυ λαγωῶν ἔχοντες καρδίαν, θάρσος(a15) δὲ ἔχοντες καὶ τοῦτο ἀπὸ δειλίας. παραγγέλλω οὖν ὑμῖν ἵνα μὴ πιστεύητε τούτοις τὸ σύνολον. καὶ εἰ γένηταί ποτε μοῦλτον καὶ ὑποκρίνονται ἀγάπην καὶ πίστιν, ἐξομνύμενοι εἰς τὸν Θεὸν φυλάξαι ταύτην, μὴ πιστεύητε αὐτοῖς. κρεῖττον γάρ ἐστιν ὑμῖν μὴ ὁρκίσαι αὐτοὺς τὸ σύνολον μήτε ὅρκον δοῦναι ἀλλὰ παρατηρῆσαι αὐτοὺς ὡς κακούς, ἢὀμόσαι ἢ δέξασθαι ὅρκον. χρὴ οὖν μὴ πιστεύειν αὐτοῖς τὸ σύνολον, πλὴν ὑποκρίνου καὶ σὺ φίλος αὐτῶν. εἰ δὲ καί ποτε γενήσεται ἀνταρσία εἰς Βουλγαρίαν, καθὼς προείρηται, καὶ εἰ φίλοι σου ὁμολογοῦσιν εἶναι ἢ καὶ ὄμνυνται, μὴ πιστεύσῃς αὐτοῖς. εἰ δὲ καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα αὐτῶν εἰσάγωσιν εἰς τὸ(a16) κάστρον τῆς Ῥωμανίας, πρότρεψον εἰσαγαγεῖν αὐτάς, πλὴν ἔνδον τοῦ κουλὰ ἔστωσαν· αὐτοὶ ἔξω ἔστωσαν καὶ εἴπερ θέλουσιν εἰσέρχεσθαι εἰς τὰς φαμιλίας αὐτῶν, δύο ἢ τρεῖς εἰσερχέσθωσαν· ὁπόταν δὲ αὐτοὶ ἐξέλθωσιν, ἄλλοι πάλινεἰσερχέσθωσάν σοι. ἀκρίβειαν δὲ ἔχε ἐπὶ τῶν τειχέων καὶ ἐπὶ τῶν πυλῶν πολλήν. οὕτως δὲ ποιῶν ἐν ἀσφαλείᾳ ἔσῃ. εἰ δὲ καὶ ἐάσεις πολλοὺς εἰσελθεῖν εἰς τὰς φαμιλίας αὐτῶν, προδοθήσεται τὸ κάστρον παρ'αὐτῶν καὶ δηχθήσῃ(a17) ὑπ'αὐτῶν ὡς ὑπὸ ἀσπίδος, καὶ τότε μνησθήσῃ τῶν παραγγελιῶν μου. ἀλλ'ἐὰν φυλάξεις ταῦτα, ἕξεις καὶ αὐτοὺς ὑποχειρίους σοῦ καὶ σοι τὸ ἀφρόντιστον προσγενήσεται.Ἐπει δὲ οἱ ἀρχαῖοι ὤρυξαν τὴν γῆν ποιήσαντες λάκκους(a1) μεγάλους καὶ κοιλώματα (τῷ γάρ χώματι ἐχρήσαντο εἰς τύμβους(a2)), χρή σε καὶ ταῦτα παραφυλάττειν, ἵνα μὴ ποιήσαντες οἱ ἐναντίοι ἔνεδρα ἐν αὐτοῖς καὶ ἐκπηδήσαντες ἄφνω ἐξ αὐτῶν βλάψωσι τὸν λαὸν ἡμῶν. ὑμεῖς γὰρ οἴδατε ὅτι μεγάλοι εἰσὶν οἱ λάκκοι(a3) ἔχοντες χώρησιν ὁ μὲν τριακοσίων, ὁ δὲ τετρακοσίων(a4), ὁ δὲ καὶ πεντακοσίων ἱππέων.Ἐὰν δὲ ἔλθῃ ὁ ἐχθρὸς καστροπολεμῆσαι, μὴ ὑβρίζῃς(a) αὐτὸν τὸ σύνολον, ἀλλὰ φιλικῶς λέγε πρὸς αὐτὸν ἀπὸ τοῦ τείχους. ἐπὰν δὲ ἔλθῃ πολεμῆσαι, πολέμησον αὐτόν· ὑβρίζων γὰρ πρὸς ὀργὴν καὶ μηχανὰς αὐτὸν κινεῖς κατὰ σοῦ. τί γάρ σοι ὄφελος ἐκ τοῦ ὑβρίσαι καὶ αἰσχρολογῆσαι; ἀλλὰ καὶ εἴ τινα τῶν ἀπαιδεύτων ἴδῃς καὶ ἀκούσῃς ὑβρίζοντα, ἐπιστόμισον καὶ ἐξουδένωσον αὐτὸν.Ἔτι δὲ ὀλίγα προσθεὶς καταπαύσω τὸν λόγον, παραγγέλλων σοι· μηδὲν αὐθαδῶς καὶ μετὰ θυμοῦ ποιήσῃς, ἐν παντὶ δὲ λόγῳ καὶ ἔργῳ προηγείσθω σοῦ σύνεσις καὶ σοφία καὶ φόβος Θεοῦ. εἰ δὲ καὶ εὐχὴ συνοδεύῃ τούτοις, τὸ εὐτύχημα(a1) προπορεύσεται ἄγγελος ἀγαθὸς ἔμπροσθέν(a) σου καὶ μακάριος ἔσῃ. Ἐγὼ γὰρ ἄμοιρός εἰμι λόγου· οὐ γὰρ παιδείας ἑλληνικῆς(a3) ἐνσχολῇ γέγονα, ἵνα στροφὴν λόγων πορίσωμαι καὶ εὐγλωττίαν διδαχθῶ. καὶ οἶδα ὅτι ἐπιμέμψονταί μού τινες δρασσόμενοι(a4) τὴν ἀμαθίαν μου, ἀλλ'ἐγὼ οὐχ ὡς ποιητικὸν τοῦτο συνέταξα πρὸς ἄλλους τινάς, ἀλλὰ πρὸς σὲ(a5) καὶ τοὺς ἀδελφούς σου(a6), τοὺς ἐμοὺς παῖδας, τοὺς ἐκ τῶν ἐμῶν σπλάγχνων οὓς ὁ Θεός μοι δέδωκεν. συνέταξα δὲ ταῦτα οὐ κομψοῖς τισί λόγοις καὶ σεσοφισμένοις μύθοις μόνον καὶ μηδὲν ἀγαθὸν ἔχουσιν, ἀλλὰ ταῦτα ἐξεθέμην ἅ τε ἐποίησα(a7) καὶ ἔπαθον καὶ εἶδον καὶ ἔμαθον, πράγματα ἀληθῆ, ἃ καθ'ἑκάστην ἡμέραν πράττονται καὶ γίνονται. καὶ εἰ τάχα ἰδιωτικοί εἰσιν οἱ λόγοι, πλὴν ἐὰν ὑγιῶς προσέχῃς τοῖς λεγομένοις, ἀληθεστάτους εὑρήσεις.Λέγω δέ σοι δὴ(a1) καὶ τοῦτο ὅτι ὁπόταν βουληθῇς πρᾶξαί τι ἔργον, διαλογίσθητι πρὸς ἑαυτὸν καὶ σκόπησον ἀκριβῶς. καὶ εἰ μὲν πέποιθας ἐκπληρῶσαι τοῦτο, ποίησον αὐτό· εἰ δὲ πολλά εἰσι τὰ ἐμποδίζοντά σε καὶ ἀμφιβαλλομένην τὴν ἐπιτυχίαν καὶ ἀποτυχίαν τὸυ πράγματος, μὴ ποιήσῃς(a2) τοῦτο· κρεῖττον γάρ σοί ἐστι μὴ ἄρξασθαί σε τούτου τὸ σύνολον.
V. CONSILIUM TOPARCHAE
Ἐὰν εἰς ἰδίαν χώραν κάστρα τυχὸν ἢ χωρία ἔχῃς εἶ δὲ ἐν αὐτοῖς τοπάρχης καὶ ἐξουσιαστής, μὴ σε πλανήσῃ πλοῦτος ἢ ἀξιώματα ἢ ὑποσχέσεις μεγάλαι τῶν βασιλέων καὶ δώῃς τὴν χώραν σου βασιλεῖ καὶ ἀντ'αὐτῆς λάβῃς χρήματα καὶ κτήματα, εἰ καὶ τετραπλασίονα μέλλεις λαβεῖν, ἀλλὰ ἔχε τὴν χώραν σου κἂν μικρὰ καὶ οὐδαμινή ἐστι· κρεῖττον γάρ σοί ἐστιν εἶναί σε φίλον(a1)αὐτεξούσιον ἢ δοῦλον καὶ ὑπεξούσιον. ἕως τότε γὰρ θέλεις εἶναι εὐγενής, τίμιος καὶ ἐπαινετὸς καὶ ἔνδοξος παρὰ τοῦ βασιλέως καὶ παρὰ πάντων, ἕως ἂν εἰς τὴν χώραν σου καὶ εἰς τὴν ἐξουσίαν σου καὶ σὺ καὶ οἱ παῖδές σου καὶ οἱ ἐξ αὐτῶν ἐστέ. ὁπηνίκα δὲ ἀποβάλῃ(a2) τὴν χώραν σου καὶ ἐκπέσῃς τῆς ἀρχῆς σου, προσάπαξ ἀγαπηθήσῃ ὑπὸ τοῦ βασιλέως, μετ'ὀλίγον(a3)καταφρονηθήσῃ παρὰ τοῦ βασιλέως καὶ ἀντ'οὐδενὸς παρ'αὐτοῦ λογισθήσῃ καὶ γνώσῃ ὅτι δοῦλος καὶ οὐ φίλος εἶ. τότε καὶ ὁ ὑποχείριός σου φοβερός σοι ἔσται. εἰ γὰρ λυπήσεις αὐτόν, ἀπελθὼν πρὸς τὸν βασιλέα κατηγορήσῃ σου(a4) ὡς μελετᾷς κατ'αὐτοῦ πονηρὰ ἢ ὅτι φυγεῖν θέλεις καὶ ἀπελθεῖν εἰς τὴν προτέραν σου χώραν, καὶ σὺ μὲν ἴσως οὐδὲ ἐνθυμηθῆναι εἶχες ὅ σου κατηγόρησε. τότε καθιεῖται κατὰ σοῦ κριτήριον φοβερὸν καὶ ἀνακρινοῦσί σε ὡς δοῦλον πονηρὸν καὶ ἐπίβουλον. καὶ σύ μὲν λέγων(a5) τὴν ἀλήθειαν οὐ πιστευθήσῃ, ὁ δέ ποτέ σου ὑποχείριος καὶ δοῦλος ψευδόμενος πιθανὰ λέγων φανήσεται καὶ τιμὰς παρὰ τοῦ βασιλέως λήψεται. σὺ δὲ φιμωθήσῃ μηδὲ ἀποκριθῆναι δυνάμενος καὶ ἢ ἐκτυφλωθῆναι ἐξενεχθήσεταί σοι ἀπόφασις παρὰ τοῦ κρατοῦντος ἢ ὅτι· ἡ βασιλεία μου συμπαθεῖ σοι, <στερηθήσῃ> δὲ τῶν ὑπαρχόντων σοι καὶ ἐξορισθήσῃ ἢ ἐν φυλακῇ κατακλεισθήσῃ(a6) παρ'αὐτοῦ. καὶ τότε μνησθήσῃ τῆς μικρᾶς σοῦ ἐκείνης χώρας καὶ τῆς ἐξουσίας σου καὶ ὡς ἀπὸ ἐλευθέρων δοῦλος γέγονας ἑκουσίως, καὶ ὅ ποτε κρίνων καὶ τιμωρῶν ἄλλους δικαίως ἔσῃ τότε ἀδίκως κατακρινόμενος καὶ τιμωρούμενος. καὶ τάχα καὶ ὁ βασιλεὺς ἵνα διέγνω ὅτι ψευδῆ κατηγορήθης, ἀλλὰ διὰ τὸ ἀναλαβέσθαι αὐτὸν πάλιν ἅ σοι δέδωκε καὶ ὅσα ὑπέσχετο παραβλέψεται τὸ δίκαιον. ἔστι δέ σοι κρεῖττον ἵνα εἶ εἰς τὴν χώραν σου.Καὶ τὸν μὲν βασιλέα τίμα καὶ ἀγάπα καὶ τοὺς συνηγοροῦντάς(a) σοι πάντας. Καὶ εἰ φρονιμος εἶ, μὴ θελήσῃς ψεύδεσθαι τῷ βασιλεῖ καὶ λόγοις πιθανοῖς νομίζῃς ὑποκλέπτειν αὐτὸν καὶ δῶρα ἐξ αὐτοῦ ποριζέσθαι· οὐ γὰρ ἀγαθόν σοι ἀποβήσεται.Εἴπω γάρ σοι περὶ ἑνὸς τοπάρχου τί ἔπαθε, τοὺς πολλοὺς παρεάσας. Ἰαδῶρα(a1) καὶ Σάλων πόλεις εἰσὶ τῆς Δαλματίας. ἦν δὲ ἐν αὐτῇ ἄρχων καὶ τοπάρχης Δοβρωνᾶς τις φρόνιμος καὶ ἱκανώτατος. ἠθέλησε δέ ποτε ἐλθεῖν καὶ προσκυνῆσαι τὸν μακαρίτην βασιλέα κῦρ Ῥωμανὸν(a2) τὸν Ἀργυρόν, ὁ δὲ ἐφιλοτιμήσατο αὐτὸν δώροις καὶ τιμαῖς καὶ ἀπέλυσε εἰς τὰ ἴδια μετὰ πλούτου πολλοῦ. ἡδυνθεὶς οὖν ταῖς εὐεργεσίαις ἐποίησε τοῦτο καὶ αὖθις. καὶ πάλιν φιλοτιμηθείς, οὐχ ὡς τὸ πρότερον ἀλλὰ σπανίως, ὑπεχώρησε. τελευτήσαντος δὲ τοῦ τοιούτου βασιλέως ἐβασίλευσεν ὁ μακαρίτης βασιλεὺς κῦρ Μιχαὴλ ὁ Παφλαγών, καὶ πάλιν ἦλθεν ἐν τῇ πόλει συνήθης(a3) δὲ γενόμενος κατεφρονήθη. ὑποχωρῆσαι δὲ αἰτησάμενος οὐκ ἠξιώθη τούτου(a4) καὶ λυπηθεὶς ἤρξατο γογγύζειν. μαθόντες οὖν γογγύζειν αὐτὸν οἱ τὰ τοῦ παλατίου διοικοῦντες ἀνήνεγκαν τῷ βασιλεῖ(a5), καὶ ἐσκέψαντο βουλὴν τοιαύτην ὡς· αὐτὸν μὲν ἤδη ἐν χερσὶν ἔχοντες τὴν χώραν αὐτοῦ δεσπόσωμεν, μηδενὸς ἀνθισταμένου. ὃ καὶ γέγονε. καὶ καθείρξαντες ἐν τῇ φυλακῇ τοῦ πραιτωρίου(a6) τὸν τοιοῦτον τὴν χώραν αὐτοῦ ἀπόνως κατέσχον. τὴν δὲ γυναῖκαν αὐτοῦ καὶ τὸν υἱὸν μετοικίσαντες(a7) ἤγαγον καὶ αὐτοὺς εἰς τὸ πραιτώριον. καὶ διετέλεσαν ἅπαντα τὸν τῆς ζωῆς αὐτῶν χρόνον ἐν φυλακῇ καὶ ἀπέθανον ἐκεῖ ἐπὶ τοῦ βασιλέως τοῦ Μονομάχου(a8) ὅ τε Δοβρονᾶς καὶ ἡ γυνὴ αὐτοῦ ἐν τῷ πραιτωρίῳ, ὁ δὲ υἱὸς αὐτοῦ καταφρονηθεὶς καὶ ἀντ'οὐδενὸς λογισθεὶς μόλις ἠδυνήθη ἀποδρᾶσαι. καὶ ταῦτα μὲν τὰ περὶ αὐτῶν.Ἦν δὲ καί τις φύλαρχος τῶν Ἀράβων, ὄνομα αὐτῷ Ἀπελζαράχ. ὃς καὶ ἐλθὼν(a1) πρὸς τὸν ῥηθέντα βασιλέα κῦρ Ῥωμανὸν ἐφιλοτιμήθη δώροις ἀξιολόγοις καὶ τιμαῖς καὶ ἀπελύθη εἰς τὴν χώραν αὐτοῦ παρὰ(a2) τοῦ βασιλέως. καὶ πάλιν ἐποίησε τοῦτο, ἐκ δευτέρου δὲ κατεφρονήθη. καταφρονηθεὶς δὲ ἤθελεν ὑποχωρῆσαι καὶ οὐ συνεχωρεῖτο ὑπὸ τοῦ βασιλέως. ἐποίησε δὲ χρόνους δύο ἐν τῇ βασιλευούσῃ καθεκάστην προσδοκῶν ἐξορίαν καὶ ἀπώλειαν. ὅμως μετὰ διετῆ(a3) χρόνον ἀπέλυσεν αὐτὸν ὁ βασιλεὺς εἰς τὰ ἴδια ἀπελθεῖν. καὶ ὑποχωρήσας καὶ περάσας τὸ Σιδηρογέφυρον τὸ ἐκεῖθεν Ἀντιοχείας προσεκαλέσατο τοὺς ἀνθρώπους καὶ οἰκείους αὐτοῦ πάντας καὶ κρατήσας τῆς ἑαυτοῦ κεφαλῆς ταῖς δυσὶν αὐτοῦ χερσὶν εἶπε πρὸς αὐτούς· τί τοῦτό ἐστιν; οἱ δὲ γελάσαντες εἶπον· ἡ κεφαλή σου, κύριε(a4) ἡμῶν. καὶ εὐχαριστῶ, φησί, τῷ Θεῷ ὅτι τῆς κεφαλῆς μου ἐν τῷ σώματι αὐτῆς οὔσης διεπέρασα εἰς Χρυσούπολιν(a5)καὶ νῦν κατέλαβον τὰ ὅρια Ἀραβίας. οἱ γὰρ σκελίζειν πειρώμενοι πίπτουσι συμποδισθέντες ὑπὸ τῆς ἰδίας τέχνης. χρὴ οὖν σε διὰ ταῦτα λέγειν καὶ πράττειν ὀρθῶς καὶ τοῖς ἰδίοις ἀρκεῖσθαι.Εἰ δέ ποτε ἐπιθυμήσῃς ἐλθεῖν καὶ προσκυνῆσαι τὸ βασίλειον κράτος, πῆ μὲν προσκυνῆσαι εἰς τοὺς ἁγίους ναοὺς πῆ δὲ ἰδεῖν τὴν εὐταξίαν τοῦ παλατίου καὶ τῆς πόλεως, ἅπαξ τοῦτο ποίησον, πλὴν ἔκτοτε δοῦλος εἶ καὶ οὐ φίλος. Οἱ δὲ ἀποκρισιάριοί σου εἰσερχέσθωσαν πρὸς τὸν βασιλέα, πλὴν ἀλήθειαν λεγέτωσαν αἱ γραφαί σου πρὸς αὐτὸν ὡσαύτως καὶ οἱστελλόμενοι παρὰ σοῦ φρόνιμοι ἔστωσαν καὶ ἀληθεῖς καὶ συνετοί, συνιέντες ἃ δὴ ἀκούουσι παρὰ τοῦ βασιλέως καὶ ἃ δεῖ λαλῆσαι πρὸς αὐτὸν λαλοῦντες. καὶ μὴ ἔστωσαν περίεργοι, πλὴν κρεῖττόν σοι ἐστι δοῦλον φίλον τοῦ βασιλέως εἶναί σε εἰς τὴν χώραν σου ὄντα ἢ σκυλέντα πρὸς τὸν βασιλέα καταφρονηθῆναι.Καὶ εἰ ἐπιξενωθῇ σοι τις, δέχου καὶ φιλοφρόνως αὐτὸν πρόπεμπε. Εἰ δὲ ἔχεις θάλασσαν εἰς τὴν ὑπὸ σέ χώραν, τὰ πλοῖα ἃ εἴτε ἑκουσίως διὰ πραγματείαν εἴτε ἀκουσίως ὑπὸ τῆς βασιλείας τῶν κυμάτων ἔλθωσι λιμένευσον καὶ ἀνάπαυσον αὐτά. καὶ εἰ οὕτως βιώσεις παρὰ τῶν ὁμορούντων καὶ τῶν ξένων ἐπαινεθήσῃ, καὶ πάντες φίλοι σου(a1) γνήσιοι γενήσονται, καὶ ἡ χώρα σου ἀνεπιβούλευτος ἔσται(a2), καὶ σὺ τὸ ἀμέριμνον ἕξεις. εἰ δὲ γενήσῃ ἐπηρεαστὴς δι'αἰσχρὸν(a3) κέρδος, ἐπιβουλευθήσῃ(a4) διά τε γῆς καὶ θαλάσσης καὶ κακοδιοικηθήσῃ(a5) σύ τε καὶ ἡ χώρα σου.Λέγω σοι δὲ ἀγάπην ἔχειν καὶ μετὰ τῶν πλησίον(a1) καὶ μετὰ τῶν ξένων καὶ πάντας κατὰ τὸ δυνατὸν λιμενεύειν καὶ εὐεργετεῖν, πλὴν μὴ καταπιστεύειν(a2) εἰς αὐτούς· οὐ γὰρ οἶδας τί τεκταίνουσι κατά σοῦ καὶ τῆς χώρας σου ἐν τῇ καρδίᾳ αὐτῶν· ἀλλὰ ἔχε ἀκρίβειαν καὶ φυλακὴν εἰς τὴν χώραν σου νυκτός τε καὶ ἡμέρας, οὐ μόνον ὁπόταν πρός τινα ἔχῃς, ἀλλὰ καὶ ὁπόταν εἰρήνη(a3) σοι βαθεῖα ἐπιπολάζει. τότε μᾶλλον ἐπιτίθενται ὁπόταν εἰρήνης βαθείας ἀπολαύῃς. λέγει γὰρ ὁ Κύριος καὶΘεὸς ἡμῶν ἐν τοῖς θείοις εὐαγγελίοις ἐγρηγορέναι ἐν παντὶ καιρῷ εἰ γὰρ ἐγίνωσκε, φησίν, ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ . καὶ εἰ τάχα περὶ πνευματικῶν διαλέγεται, πλὴν εἰ καὶ ἐπὶ τοῖς βιωτικοῖς ταῦτα ἐκλάβοις καὶ φυλάξεις, οὐχ ἁμάρτῃς(a4)· ἐπελεύσονται γάρ σοι ἐν ἡμέρᾳ εὐφροσύνης σου(a) καὶ καταληίσονται τὴν χώραν σου, σὲ δὲ ἀποκτενοῦσιν. εἰ δὲ δυνηθῇς διαφυγεῖν, γυμνὸς ἔρημος(a6) δραπετεύσεις καὶ ἡ χώρα σου ὑπὸ τοῦ ποτὲ δοκοῦντος εἶναι φίλου σου ἐξουσιασθήσεται. Διό ἀγρυπνεῖν σε δεῖ(a) ἐν παντὶ καιρῷ καὶ φυλάττειν. οὐ(a8) μόνον δὲ εἰς σέ ἐστιν ἀσφαλὴς ἡ ἀγρυπνία καὶ φυλακή, ἀλλὰ καὶ ὁ ποιμὴν καὶ ὁ γεωργὸς καὶ ὁ ἔμπορος καὶ ὁ ναύτης καὶ πάντες οἱ ἐν τῷ βίῳ τὸ οἱονοῦν μεταχειριζόμενοι μικρὸν ῥᾳθυμήσαντες καὶ ἀμελήσαντες ἀπώλοντο, καὶ οὐ βιωτικοὶ δὲ μᾶλλον, ἀλλὰ καὶ πνευματοφόροι ἄνδρες ἀρετῇ συνόντες.Ἐάν σοι ἀποστείλῃ ἀκρίτης δῶρα, λάμβανε μὲν αὐτά, ἀπόστελλε δὲ καὶ σὺ αὐτῷ ἐξ ὧν ἔχεις, πλὴν γίνωσκε ὅτι τοῦτο ἐπιτηδεύεται ὡσὰν διὰ δώρων συμφιλιασθήσῃ καὶ πιστεύσεις αὐτῷ καὶ ὁπόταν ἀμεριμνήσῃς, ἐπέλθῃ τῷ κάστρῳ σου ἢ τῇ χώρᾳ σου καὶ κατακυριεύσει(a) αὐτῆς. καὶ χρή σε φυλάττειν ἀπὸ τῶν φίλων μᾶλλον ἢ τῶν ἐχθρῶν.
VI. MISCELLANEA
Τινὲς σπερμολόγοι, μᾶλλον δὲ τὴν ἀλήθειαν ἀναπλάττοντες ζῷόν τι λέγουσι σάτυρον, ἀνθρωπάριον αὐτὸ ζωγραφίζοντες λόγῳ, φασί, τετιμημένον καὶ τὰ τῶν ἀνθρώπων ποιοῦντα. ὅθεν καὶ παραδεικνύουσι ἱστορίαν τινὰ ὡς ὁ μακάριος Ἀντώνιος(a1) διὰ τῆς ἐρήμου πορευόμενος πρός τινα μοναχὸν Παῦλον τὸν Θηβαῖον καί, φησίν(a2), ὑπέδειξε τῷ δακτύλῳ ὁ σάτυρος ὁμιλήσας καὶ ὁδηγήσας αὐτὸν εἰς σπήλαιον(a3), πολλὰ πρὸς τὸν μακάριον Ἀντώνιον(a4) λέξας. οὐ χρὴ οὖν τούτοις πιστεύειν· ἡμεῖς γὰρ ἃ εἰρήκαμεν περὶ δρακόντων ταῦτα καὶ νῦν λέγομεν. ὁ Θεὸςδύο φύσεις ἐποίησε λογικάς, ἀγγέλους φημὶ καὶ ἀνθρώπους, ἐκτὸς δὲ τούτων λογικόν τι οὐ παρελάβομεν. καὶ οἱ μὲν ἄγγελοι οἱ μὲν ἐν τῷ φωτὶ καὶ ἐν τῷ ἁγιασμῷ ἔμειναν καὶ εἰσίν, ὁ δὲ διὰ τὴν λαμπρότητα ἑωσφόρος σκότος γέγονε διὰ τὴν ἔπαρσιν , οἱ δὲ ἄνθρωποι λόγῳ τετιμημένοι ὠλίσθησαν ἀπὸ τῆς ὀρθῆς διανοίας πλανηθέντες ἀπὸ τῆς ἀληθείας. μὴ φέρων δὲ ὁ Θεὸς τὴν ἀπώλειαν ἡμῶν κατῆλθε διὰ σπλάγχνα ἐλέους, τέλειος Θεὸς ὢν καὶ γέγονε καὶ τέλειος ἄνθρωπος χωρὶς ἁμαρτίας, ἵνα σώσῃ τὸν κόσμον καὶ ἐταπείνωσεν ἑαυτὸν ἕως θανάτου, θανάτου δὲ σταυροῦ, καὶ ἀπέθανεν ἑκουσίως ἀνέστη τε αὐτεξουσίως καὶ συνανέστησεν ἡμᾶς καὶ ἐτίμησεν ἡμᾶς τοὺς ἑκουσίως ἀτιμασθέντας. οὐδαμοῦ δὲ εὕρομεν ὅτι ἐλήλυθεν καὶ πρὸς σατύρους ἢ σατύρους ἀνέστησεν. καὶ εἰ λογικός(a5) ἐστιν ὁ σάτυρος, εἰπάτωσαν ἡμῖν· ποῖος προφήτης ἢ ἀπόστολος(a6) ἢ διδάσκαλος πρὸς σατύρους(a7) ἀπεστάλη καὶ ἐδίδαξεν; ἐπεὶ(a8) λογικοί εἰσιν ὡς καὶ οἱ ἄνθρωποι εὔδηλον ὅτι καὶ πρὸς σατύρους ἐλήλυθεν ὁ Κύριος ὡς καὶ πρὸς ἀνθρώπους. καὶ δειξάτωσαν ἡμῖν τὸ εὐαγγέλιον τὸ πρὸς σατύρους(a9). ἀλλ'ὄντως ἀμαθεῖς ταῦτα φλυαροῦσι. παρα τῶν μακαρίων καὶ ἁγίων πατέρων ἡμῶν τῶν ἐν τῇ ἐρήμῳ ἀσκησάντων ἠκούσαμεν δράκοντας καὶ παντοίους ὄφεις, ἀσπίδα τε καὶ βασιλίσκον, λέοντας καὶ μονοκέρους καὶ ἄλλα θηρία καὶ γένη ζῴων(a10), καὶ ὄναγρον(a11), τρέφειν τὴν ἔρημον· σάτυρον ἄνθρωπον λογικὸν οὐδέποτε παρ'αὐτῶν ἀκηκόαμεν. τοιαύτη τίς ἐστι καὶ ἡ τῶν ἱπποκενταύρων μυθοπλαστία , ἣν καὶ ὁ μακάριος καὶ ἅγιος καὶ οἰκουμενικὸς διδάσκαλος Ἰωάννης(a12) ὁ Δαμασκηνὸς ἐλέγχει καὶ ἀποδεικνύει ψευδῆ. ὅθεν οὐ χρὴ ὅλως παραδέχεσθαι ἐκτὸς ἀγγέλων καὶ ἀνθρώπων ἄλλην λογικὴν φύσιν. ὁ γὰρ τοῦτο λέγων [ -ca.?- ]Τὸ αὐτὸ δὲ φημὶ καὶ περὶ σκινδαψῶν καὶ δρακόντων. Ἐπεὶ δὲ(a1) καὶ δράκοντας ἀναπλάττουσι μεταμορφουμένους εἰς(a2) ἀνθρώπων μορφὰς καὶ ποτὲ μὲν(a3) ὄφεις γινομένους(a4) μικρούς, ποτὲ δὲ μεγίστους λίαν, ὄγκῳ καὶ μεγέθει σώματος(a5) ὑπερβάλλοντας(a6), ποτὲ(a7) δὲ ἀνθρώπους, ὡς εἴρηται, γινομένους καὶ μετὰ ἀνθρώπων ὁμιλοῦντας, ὀρχομένους τε καὶ γυναῖκας ἀφαρπάζοντας καὶ(a8) ὡς ἀνθρώπους αὐταῖς συγγενομένους(a11), ἐροῦμεν αὐτοῖς· πόσας φύσεις λογικὰς(a12) ἐποίησεν ὁ Θεός; καὶ εἰ οὐ γινώσκουσιν, ἐροῦμεν αὐτοῖς· δύο, ἀγγέλους, φημί, καὶ ἀνθρώπους. ὁ δὲ διάβολος εἷς τῶν ἀγγελικῶν δυνάμεων ἦν, ἑκουσίως δὲ(a13) ἀποστὰς ἐκ τοῦ φωτὸς ἐν σκότει πορεύεται(a). ταύτας(a15) μὲν τὰς δύο λογικὰς φύσεις(a16)ἐποίησεν ὁ Θεός(a17), ὁ δὲ δράκων ἐπεὶ ὁμιλεῖ μετὰ ἀνθρώπων μεταμορφούμενος καὶ συνουσιάζων γυναιξὶ(a18) καὶ ποτὲ μὲν ὄφις ποτὲ δὲ ἄνθρωπος εἷς(a19) τῶν πολλῶν γινόμενος, εὔδηλον ὅτι λογικὸς ἐστι καὶ μᾶλλον τιμιώτερος ὑπὲρ ἄνθρωπον(a20). ὅπερ(a21) οὐδὲ ἦν οὐδὲ ἔσται. εἰπάτωσαν, καὶ τίς τοῦτο ἱστορεῖ(a22); ἡμεῖς γὰρ τοῖς δόγμασι Μωσέως(a24) πειθόμεθα, μᾶλλον δὲ τοῦ Ἁγίου Πνεύματος τοῦ δι' αὐτοῦ λαλήσαντος, καὶ οὐδαμοῦ ταῦτα λέγει. λέγει δέ(a25)· καὶ ἤγαγεν ὁ Θεὸς πάντα τὰ ζῷα πρὸς(a1) τὸν Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτὰ καὶ ὃ ἐκάλεσεν ἕκαστον(a2), τοῦτο ὄνομα αὐτῷ(a3). Ὅθεν καὶ ὁ δράκων ἓν ἦν τῶν ζῴων.Καὶ οὐ λέγω σοι ὅτι οὐκ ἔστι δράκων· εἰσί μὲν(a1) δράκοντες, πλὴν ὄφεις εἰσί(a2), γινόμενοι μὲν(a3) ἐξ ἑτέρων δρακόντων, ὄντες δὲ(a4) ἀρτιγενεῖς(a5) καὶ νέοι μικροί εἰσιν, ἀνατραφέντες δὲ καὶ παλαιωθέντες μεγάλοι καὶ παχεῖς γίνονται ὄγκῳ καὶ μεγέθει ὑπερέχοντες τῶν λοιπῶν ὄφεων. φασί δὲ αὐτοὺς ἐπέκεινα τῶν τριάκοντα πηχῶν αὐξάνεσθαι, τῷ δὲ πάχει(a6) γίνεσθαι(a7)οἱονεὶ(a8) δοκὸν μεγάλην. ὁ δὲ Δίων ὁῬωμαῖος, ὁ συγγραψάμενος περὶ τῆς βασιλείας καὶ τῆς δημοκρατείας Ῥώμης καὶ διηγησάμενος περὶ τοῦ πολυθρυλήτου πολέμου τοῦ καρχηδονίου, λέγει ὅτι Ῥηγούλου τοῦ ὑπάτου Ῥώμης πολεμοῦντος τὴν Καρχηδόνα αἴφνης δράκων ἑρπύσας ἔξω τοῦ χαρακώματος τοῦ Ῥωμαίων στρατοῦ ἔκειτο. ὃν καὶ τῇ προστάξει αὐτοῦ ἔκτειναν οἱ Ῥωμαῖοι καὶ ἀποδείρας αὐτὸν ἔστειλεν τὴν δορὰν αὐτοῦ τῇ συγκλήτῳ Ῥώμης μέγα θαῦμα. ἣ καὶ παρὰ τῆς αὐτῆς συγκλήτου μετρηθεῖσα, ὡς ὁ αὐτὸς Δίων λέγει, εὑρέθη ἔχουσα μῆκος ποδῶν ἑκατὸν εἴκοσι, πρὸς δὲ τὸ μῆκος αὐτοῦ ἦν καὶ τὸ πάχος. ἔστι(a9) δὲ καὶ ἑτέρα γενεὰ δρακόντων πλατείας κεφαλὰς ἐχόντων(a29), ὀφθαλμοὺς(a30) χρυσοειδεῖς· οὐ μὴν δὲ(a31) εἰς τοὺς τένοντας αὐτῶν(a32) κέρατα οὐδὲ(a33) γένεια εἰς τοὺς λάρυγγας αὐτῶν. ὧν δὴ τὴν γενεὰν καλοῦσιν(a34) ἀγαθοδαίμονα, λέγουσι δὲ τούτους μὴ ἔχειν(a39) ἰόν. ὁ δὲ δράκων γενεά ἐστι(a40) ὡς καὶ(a41) τὰ λοιπὰ θηρία(a42), ἔχει δὲ γένειον(a43) ὡς καὶ ὁ τράγος, καὶ πρὸς τὸν(a44) τένοντα αὐτοῦ ὡς κέρας, πλὴν οὐκ ἔστι σκληρόν(a45), ἀλλὰ σάρξ ἐστι φαινομένη ὡς κέρας. οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ μεγάλοι καὶ χρυσοειδεῖς, γίνονται δὲ καὶ(a46)μεγάλοι καὶ μικροὶ καὶ ὡς εὑρεθῇ(a47). πᾶσαι δὲ αἱ γενεαὶ τῶν ὄφεων καὶ ἰοβόλοι εἰσί(a48), μόνος δὲ(a49) ὁ δράκων ἰὸν οὐκ ἔχει.Μυθολογοῦσι δὲ καὶ τοῦτο, ὅτι ὑπὸ τῆς βροντῆς διωκόμενος(a1) ὁ δράκων ἀναλαμβάνεται εἰς(a2) ἀέρα καὶ θανατοῦται(a3). ἐγὼ δὲ ταῦτα ἀκούσας ἐγέλασα, πῶς ποτὲ μὲν ἀνθρωπόμορφον αὐτὸν καὶ(a4) λογικὸν ποιοῦ<σι>, <ποτὲ δὲ ὄφιν, ποτὲ δὲ Θεῷ> <ἀντιταττό>μενον(a5) καὶ ὑπὸ Θεοῦ διωκόμενον(a6). ὄντως(a7) σφαλερὸν ἡ ἀμαθία· μέγιστα γὰρ βλαπτόμεθα ἐκ τοῦ μὴ ἀναγινώσκειν τὰς θείας(a8) βίβλους καὶ ἐρευνᾶν αὐτὰς κατὰ τὸν τοῦ Κυρίου λόγον. ἀλλ'ὁ μὲν στρατιώτης λέγει ὅτι στρατιώτης εἰμὶ καὶ οὐ χρείαν ἔχω ἀναγνώσεως(a9), ὁ δὲ γεωργὸς τὴν γεωργικὴν προφασίζεται, καὶ οἱ(a10) καθεξῆς τὸ αὐτό, καὶ ἐσμὲν πάντες ἐλλιπεῖς(a11).Ἡ δὲ βροντὴ δράκοντα οὐ διώκει(a1), ἀλλ'αἱ βρονταὶ γίνονται, ὡς φασίν, ἐκ(a2) τοῦ νέφους, ὁπόταν τὸ νέφος νοτισθὲν ἐξ ὑγρότητος(a3) ἐλαυνόμενον δὲ ὑπὸ τοῦ πνεύματος ἤτοι τοῦ ἀνέμου ὀγκωθῇ· ἐλθόντος γὰρ ἔνδον αὐτοῦ(a4) τοῦ πνεύματος καὶ ῥήξαντος(a5) αὐτὸ ἀποτελεῖται ὁ ἦχος, καὶ ἡ μὲν ἄνωθεν κραυγὴ(a6) λέγεται βροντή, εἰ(a7) δὲ ὑπὸ τοῦ πνεύματος βιαζόμενον εἰς τὴν γὴν κατενεχθῆ(a8), λέγεται κεραυνός. ὅθεν προσπεσὼν εἴτε δώματι εἴτε δένδρῳ(a9) διαρρήσσει καὶ σχίζει ταῦτα, εἰ δὲ ἀνθρώπῳ ἢ(a10) ἄλλῳ τινὶ ζῴῳ, φόνον ποιεῖ, διότι καὶ ἀνθρώπους(a11) καὶ ἕτερα ζῷα πολλάκις βλέπομεν ὑπὸ βροντῆς θανατούμενα καὶ οὐ δράκοντας.Αἱ(a1) δὲ ἀστραπαὶ αἱ μὲν εἰσι γραμμοειδεῖς, αἱ δὲ ἑλικοειδεῖς, αἱ δὲ πυραυγεῖς(a2). φασί δὲ ὅτι ἡ ἀστραπὴ σὺν τῇ βροντῇ γίνεται(a3) ἅμα γὰρ τὸ(a4) ῥαγῆναι τὸ νέφος εὐθὺς ἀστραπὴ σὺν τῇ βροντῇ. καὶ ἡ μὲν ἀστραπὴ διαφανὴς(a5) οὖσα αὐτίκα φαίνεται, ἡ δὲ βροντὴ ἕως οὗ ἀπὸ τοῦ(a6) ὕψους ἐπὶ τῆς γῆς ὁ ἦχος(a7) αὐτῆς φθάσῃ(a8) ἀργεῖ, καὶ διὰ τοῦτο μεταγενεστέρα(a9) ἡ βροντὴ τῆς ἀστραπῆς ἐξακούεται. εἴπω σοι δὲ καί τι τοιοῦτον(a10) παράδειγμα. σκόπει οὖν ὁπόταν ἀπομήκοθέν σου ἐφ'(a11)ὑψηλοῦ τόπου ἵσταταί τις(a12) καὶ σημαίνει(a13). βλέπεις μὲν τὴν χεῖρα αὐτοῦ κρούουσαν τὸ ξύλον(a14), μετὰ δέ τινα ὥραν ἐξακούεται εἰς τὸ οὖς σοῦ(a15) ὁ ἦχος τοῦ κρούσματος(a16).Εἴπω δέ σοι καὶ ἕτερον ὑπόδειγμα περὶ τῆς βροντῆς, ἰδιωτικὸν μέν, πλὴν ἀληθές. λαβὼν φοῦσκαν χοίρου ἣν οὐρήθραν λέγουν πλῆσον αὐτὴν πνεύματος, εἶτα δεσμεύσας καὶ ἔνδον τὸ πνεῦμα κλείσας θὲς ἐπὶ τῆς γῆς, καὶ πηδήσας αἴφνης ἐπίστηθι τοῖς ποσὶν ἐπάνω αὐτῆς, καὶ διαρρήγνυται εὐθὺς μετὰ τρισμοῦ καὶ ψόφου. συμβαίνει δὲ τοῦτο ἐκ τοῦ ἔνδον πνεύματος καὶ τοῦ κρούσματος τῶν ποδῶν, ῥηγνυμένης αὐτῆς καὶ ἐξακοντιζομένου ἐκ τῶν ἐντὸς τοῦ πνεύματος. τοιοῦτον(a1) νόει καὶ ἐπὶ(a5) τοῦ νέφους. πλησθὲν γὰρ πνεύματος ἔνδον τῆς νοτίδος, ὥσπερ συγκροτούσης τὴν τοῦ νέφους χαυνότητα καὶ συγκλειούσης αὐτό, ὑπὸ μὲν τῆς νοτίδος ἔξωθεν συσφιγγόμενον, ὑπὸ δὲ τοῦ πνεύματος(a6) βίᾳ ῥηγνύμενον ἀποτελεῖ(a9) τὸν ἦχον.ἔστω δὲ καὶ(a10) πρὸς ἕτερον νέφος εἰ τύχῃ(a11) συγκρουσθῆναι(a12), ἤχησε μέγα(a13).Ὑπόστασίς ἐστιν ἡ ἐν τῇ ἀρχῇ τῆς ἑκάστου ὑπάρξεως καθ'ἑαυτὴν σύμπηξις.Ἀπὸ τῆς πρώτης κτίσεως τοῦ ναοῦ τῶν Ἱεροσολύμων, ἧς κατεβάλετο(a1) Σολομών, μέχρι τῆς καταλύσεως τῆς ἐπὶ Τίτου(a2) βασιλέως Ῥωμαίων γενομένης ἔτη(a3) αρλ´καὶ μῆνας ζ´ἡμέρας ιε´, ἀπὸ δὲ τῆς ὕστερον κτίσεως(a4) <ἐπὶ> Κύρου βασιλέως Περσῶν(a5), ἧς ἐποιήσατο Ἀγγαῖος(a6) ὁ Ζηροβάβελ ἔτη χλθ´καὶ ἡμέρας μ´. εἰσὶ δὲ οἱ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου ἐνἹεροσολύμοις αἰχμαλωτισθέντες καὶ ἀποθανόντες ἰδίῳ θανάτῳ [ -ca.?- ] καὶ οἱ σφαγέντες ϙ´χιλιάδες, ἐλήφθησαν(a1) δὲ ζῶντες χίλιαι καὶ ἑκατὸν χιλιάδες, καὶ λιμώξαντες ἀπέθανον κατὰ πᾶσαν τὴν πολιορκίαν(a2) [ -ca.?- ], πάντες δὲ μετὰ τῶν σφαγέντων μυριάδες διακόσιαι(a3) ἑβδομήκοντα, καθὼς δὲ Ἰώσηπος λέγει ὅτι τριακόσιαι(a4) μυριάδες ἦσαν ἐν τῇ πόλει καὶ ἀπώλοντο(a5) πάντες ἐν τῇ πολιορκίᾳ.
VII. CONSILIUM PRINCIPI
Ἐπεὶ λέγουσί τινες ὅτι ὁ βασιλεὺς νόμῳ οὐχ ὑπόκειται, ἀλλὰ νόμος ἐστί, τὸ αὐτὸ κἀγὼ λέγω· πλὴν ὅσα ἂν ποιῇ καὶ νομοθετῇ καλῶς ποιεῖ καὶ πειθόμεθα τούτῳ, εἰ δὲ εἴπῃ· πίε δηλητήριον, πάντως οὐ μὴ ποιήσῃς τοῦτο. εἰ δὲ εἴπῃ· εἴσελθε εἰς τὴν θάλασσαν καὶ διαπέρασον αὐτὴν κολύμβου(a1), οὐδὲ τοῦτο ἔχεις ποιῆσαι. καὶ ἐκ τούτου γνῶθι ὅτι ὁ βασιλεὺς(a2) ἄνθρωπος ὢν νόμοις εὐσεβέσιν ὑπόκειται. διὰ ταῦτα οὖν ποιοῦμεν τὴν γραφὴν ταύτην πρὸς τοὺς μετέπειτα εὐσεβεῖς καὶ φιλοχρίστους ἡμῶν βασιλεῖς.Δέσποτα ἅγιε, ἀνεβίβασέ σε ὁ Θεὸς εἰς τὴν βασίλειον ἀρχὴν καὶ ἐποίησέ σε τῇ αὐτοῦ χάριτι τὸ δὴ λεγόμενον Θεὸν ἐπίγειον, ποιεῖν καὶ πράττειν ἃ βούλει. ἔστωσαν οὖν αἱ πράξεις σου(a1)καὶ τὰ ποιήματά σου συνέσεως πλήρεις(a2) καὶ ἀληθείας, δικαιοσύνη(a3) δὲ ἐν τῇ καρδίᾳ σοῦ. βλέπε οὖν καὶ πρᾶττε ἐν ἴσῳ ὀφθαλμῷ πρὸς πάντας, τούς τε ἐν τέλει καὶ τοὺς λοιπούς, καὶ μὴ τοὺς μὲν δωρεὰν κακίζῃς, τοὺς δὲ εὐεργετῇς παρὰ πάντα δίκαιον λόγον, ἀλλ'ἰσότης(a4) ἔστω παρὰ πάντας. καὶ ὁ μὲν πταίσας ἀπολαβέτω μετρίως εἰς τὰ πταίσματα αὐτοῦ, εἰ δὲ καὶ συμπαθήσεις αὐτῷ καὶ ἀπολύσεις τοῦ σφάλματος, τοῦτο θεῖον καὶ βασιλικόν. τὸν μηδέν σοι πταίσαντα(a5) μὴ δὴ λυπήσῃς, ἀλλὰ μᾶλλον εἰ θέλῃς ἀγάθυνον· ὁ γὰρ μὴ πταίσας σοι(a6)κρείττων ἐστὶ παρὰ τὸν πταίσαντα καὶ ἐὰν εὐεργετήσεις τὸν πταίσαντα <καὶ κακίσεις τὸν μηδὲν πταισαντα> ὡς(a7) ποιήσας <ἔσῃ> τῷ(a8) κακῷ ἀγαθὸν καὶ τῷ ἀγαθῷ κακόν.Τοῖς ψευδοκατηγόροις μὴ πρόσεχε. οὐ λέγω δέ σοι μὴ ἀκούειν αὐτῶν τὸ σύνολον· εἰσί τινες προσαγγελεῖς λέγοντες ἀλήθειαν. καὶ δοκίμασον τὸν λόγον ἀμφοτέρων, καὶ τὸν μὲν ψευδοκατήγορον ἀπόπεμψον κενόν, ἀλλὰ μὴ μετὰ ὕβρεως, τὸν δὲ λέγοντα ἀλήθειαν εὐεργέτησον(a1). ἐὰν ἀκούσῃς κατὰ ἄρχοντός σου ὅτι μελετᾷ κατὰ τῆς βασιλείας σου κακά, μὴ ἐνεδρεύῃ ἡ κακία ἐν τῇ ψυχῇ σου καὶ ὀρέγῃ τοῦ ἀπολέσαι αὐτόν, ἀλλ'ἐρεύνησον ἀκριβῶς, πρῶτα μὲν κρυφά(a4), ἔπειτα δέ, ἐὰν εὕρῃς ἀληθές, γενέσθω κριτήριον κατ'αὐτοῦ καὶ φανερῶς, δωρεὰν [ -ca.?- ] ποιεῖς οὖν ἔκτοτε αὐτὸν ἐχθρὸν καὶ ἄλλους πολλοὺς δι'αὐτόν.Αἱ εὐεργεσίαι σου(a1) ἔστωσαν λελογισμέναι καὶ κομιζέσθωσαν αὐτὰς παρὰ σοῦ οἱ ἄξιοι εὐεργεσίων(a2) αἱ γινόμεναι παρὰ τῶν βασιλέων· εἰς τοὺς μὴ ὄντας ἀξίους. μίμους δὲ καὶ οὕστινας(a3) λέγουσι πολιτικοὺς ἐὰν θέλῃς εὐεργετῆσαι, διὰ νομισμάτων ὀλίγων αὐτοὺς εὐεργέτει(a4) καὶ μὴ δι'ἀξιωμάτων· τὸ γὰρ ἀξίωμα ἀπ'αὐτοῦ τοῦ ὀνόματος(a5) εἰς τὸ ἄξιον δηλοῖ. ἐὰν γὰρ τιμήσῃς πρωτοσπαθάριον μῖμον ἢ αἰσχρὸν ἄνθρωπον, τὸν στρατιώτην σου τὸν θέλοντα χῦσαι(a6) τὸ αἷμα αὐτοῦ διὰ σέ, ὡσαύτως καὶ τὸν ἐνεργῆ νοτάριόν σου ἢ σεκρετικὸν ἐὰν τιμήσῃς πατρίκιον, ἡγεῖται τοῦτο ἀντ'οὐδενός. εἶδον γὰρ ἐγὼ πολλὰ τοιαῦτα· κριτὰς γέλωτος ἀξίους καὶ εὐημεροῦντας, καὶ ἑτέρους δὲ συνετωτάτους καὶ ἀγαθοὺς <καὶ>(a7)καταπεφρονημένους παρὰ τῶν βασιλέων, ὡσαύτως καί στρατιώτας ἀγαθοὺς καὶ καταπεφρονημένους παρὰ τῶν βασιλέων, καὶ ψεύστας καὶ εὐπραγοῦντας, καὶ ἐστέναξα μέγα ἐκ καρδίας μὴ φέρων τὴν ἀδικίαν.Τῶν στρατιωτῶν σου λίαν ἐπιμελοῦ. μὴ ἐκκόπτῃς τὰς ῥόγας αὐτῶν· ὁ γὰρ στρατιώτης λαμβάνων παρὰ σοῦ τὸ αἷμα αὐτοῦ σοι πιπράσκει. ἀξιώματα δὲ δίδου αὐτοῖς, ἀλλὰ μὴ πᾶσι, τοῖς δὲ ἐνεργήσασιν(a1). οἱ περὶ τὴν βασιλικὴν ἐθνικοί τε καὶ Ῥωμαῖοι οἱ φυλάσσοντες(a2) μὴ ὑστερείσθωσαν(a3), ἀλλὰ λαμβανέτωσαν τὰ σιτηρέσια αὐτῶν ἀνελλιπῶς(a4) καθένα(a5) ἕκαστον μῆναν καὶ τὰ χορτάσματα καὶ τὰς ῥόγας αὐτῶν σώας. φιλοτιμοῦ δὲ αὐτοῖς(a6) καὶ οὐ μὴ ἐπιβουλευθήσῃ παρ'αὐτῶν. εἰ δὲ ὑστεροῦνται, πάντως ἐκεῖ βούλονται ἀπελθεῖν ἔνθα δύνανται χορτάσαι, καὶ γενόμενοι κατὰ σοῦ ἄσπονδοι ἐχθροί σου γενήσονται, καὶ ἔκτοτε οὐκ αὐτομολήσωσιν(a7) πρός σε, μεμνημένοι ὡς οὐδὲν(a8) ἀγαθὸν ἔπαθον παρὰ σοῦ, μᾶλλον δὲ ὑπονοθεύσαντες καὶ τοὺς εὐνοοῦντάς σοι(a9) ἀποστήσωσιν ἀπὸ σοῦ· καὶ τότε μεταμεληθήσῃ μηδὲν ὠφελούμενος.Τοὺς ἐθνικοὺς οἵπερ(a1) οὐκ εἰσὶν ἀπὸ βασιλικοῦ γένους τῆς χώρας αὐτῶν μὴ ἀναβίβαζε εἰς μεγάλας ἀξίας μήτε ἐμπίστευε(a2) αὐτοῖς μεγάλας ἀρχάς· πάντως γὰρ καὶ σεαυτὸν ἀχρειώσεις οὕτως πράττων καὶ τοὺς ἄρχοντάς σου τοὺς Ῥωμαίους. ὁπόταν γὰρ τιμήσῃς τὸν ἐξ ἀγέλης(a3) ἐθνικὸν ἐλθόντα πριμικήριον(a4) ἢ στρατηγόν, τί(a5) ἀξίαν ἔχεις δοῦναι τῷ(a6) Ῥωμαίῳ(a7)στρατηγίαν; πάντως ποιήσεις αὐτὸν ἐχθρόν. ἀλλὰ καὶ εἰς τὴν χώραν τούτου(a8), ἀκούσαντες εἰς τοιαύτην αὐτὸν(a9) ἐλθεῖν ἀξίαν καὶ ἀρχήν, γελάσωσι πάντες καὶ εἴπωσιν(a10)· ἡμεῖς εἴχομεν ἐνταῦθα αὐτὸν ἀντ'οὐδενός, καὶ ἀπελθὼν εἰς Ῥωμανίαν ἔτυχε τοιαύτης ἀξίας· καί, ὡς ἔοικεν, εἰς Ῥωμανίαν ἄνθρωπος οὐκ ἔνι(a11) ἱκανὸς καὶ διὰ τοῦτο ὑψώθη ὁ ἡμέτερος· εἰ ἦσαν ἐνεργεῖς οἱ Ῥωμαῖοι, οὐκ ἄν ἀνεβίβασαν τοῦτον εἰς τοσοῦτον ὕψος. καὶ μὴ εἴποι ἡ βασιλεία σου(a12) ὅτι· ἐγὼ ἐπὶ τοῦτο εὐεργέτησα αὐτόν, ἵνα καὶ ἄλλοι ἰδόντες προσέλθωσιν. οὐκ ἀγαθὸς οὗτος ὁ σκοπός· εἰ γὰρ θέλῃς, πρὸς ψωμίον καὶ ἱμάτιον τοιούτους ὅσους θέλεις ἵνα σοι ἀγάγω ἐθνικούς. πολλὰ γὰρ συμφέρει τῇ(a13) Ῥωμανίᾳ(a14), δέσποτα, τὸ μὴ τιμᾶν ἐθνικοὺς ἀξίας μεγάλας· εἰ γὰρ πρὸς ἱμάτιον καὶ ἄρτον δουλεύσωσιν, πληροφορήθητι, πιστῶς σοι δουλεύσουσιν καὶ ὁλοψύχως, ἀποβλέποντες εἰς τὰς χεῖράς σου εἰς τὸ λαβεῖν νομίσματα οὐδαμινὰ καὶ ἄρτον. εἰ δὲ τιμήσεις ἐθνικὸν ἐπέκεινα σπαθαροκανδιδάτου(a15), ἔκτοτε γίνεται καταφρονητὴς καὶ οὐ μή σοι δουλεύσῃ ὀρθῶς. ἐρώτησον καὶ μάθε, δέσποτα, ὡς πολλαῖς περιστάσεσιν ἤλθοσαν τοῖς προβεβασιλευκόσιν, τῷ τε κῦρ Βασιλείῳ(a16) τῷ(a17) πορφυρογεννήτῳ, τῷ πατρὶ αὐτοῦ, τῷ πάππῳ(a18) καὶ τῷ προπάππῳ(a19) καὶ τοῖς ἐπέκεινα(a20). καὶ τί λέγω ἀρχαίους; οὐδὲ ὁ Ἀργυρόπωλος(a21) κῦρις(a22) Ῥωμανὸς οὐδέ τις(a23) ἐκ τῶν μακαριτῶν(a24) ἐκείνων ἀνεβίβασεν Φράγγον(a25) ἢ(a26) Βράγγον(a27) εἰς τὴν τοῦ πατρικίου ἀξίαν, ἀλλ'οὐδὲ ὕπατον κατεδέξατο οὐδὲ στρατιωτοφύλακα(a28) ποιῆσαι ἐξ αὐτῶν, μόλις(a29) δὲ πού τινα ἐξ αὐτῶν σπαθάριον. πάντες(a30) δὲ οὗτοι πρὸς ἄρτον καὶ ἱμάτιον ἐδούλευον, τὰς δὲ ἀξίας τὰς μεγάλας καὶ τὰς πράξεις οἱ(a31) Ῥωμαῖοι ἐλάμβανον καὶ ἦν ἡ Ῥωμανία ἐν προκοπῇ.Εἴπω δὲ τῇ βασιλείᾳ σοῦ τι τοιοῦτον. ὁ πάππος(a1) μου ὁ Νικουλιτζᾶς(a2) πολλὰ κοπιάσας ὑπὲρ τῆς(a3) Ῥωμανίας ἔφθασε καὶ δοὺξ Ἑλλάδος(a4) φιλοτιμηθεὶς ὡς(a5) πιστὸς παρὰ τῶν κρατούντων. καὶ τὴν μὲν ἐξουσίαν ταύτην εἶχεν ἀδιάδοχον διὰ χρυσοβούλλου, ὡσαύτως δὲ καὶ τὸ δομεστικᾶτον(a6) τῶν ἐξκουβίτων(a7) τῆς(a8) Ἑλλάδος(a9). προσῆλθε(a10) δὲ τις ὀνόματι Πέτρος ἀδελφόπαις ὦν τοῦ βασιλέως Φραγγίας πρὸς τὸν μακαρίτην βασιλέα κῦρ Βασίλειον ἐν τῷ τετάρτῳ ἔτει τῆς βασιλείας αὐτοῦ. καὶ ἐτίμησεν αὐτὸν σπαθάριον προβαλόμενος αὐτὸν δομέστικον τῶν ἐξκουβίτῶν Ἑλλάδος(a1116). ἔγραψε δὲ πρὸς τὸν πάππον(a12) μου· γνωστὸν ἔστω σοι, βέστα, ὡς προσῆλθεν εἰς τὴν δούλωσιν τῆς βασιλείας(a13) Πέτρος(a14) ὁ γνήσιος ἀνεψιὸς τοῦ ῥηγὸς Γερμανῶν καί, ὡς λέγει, ἐτύπωσεν εἶναι καὶ ἀποθανεῖν δοῦλος τῆς βασιλείας μου. τούτου τὴν πίστιν ἀποδεξαμένη ἡ βασιλεία μου ἐτύπωσεν αὐτὸν σπαθάριον ἐπὶ τοῦ χρυσοτρικλίνου. ἐπεὶ δὲ ἐθνικός ἐστιν, οὐ κατεδέξατο ἡ βασιλεία μου προβαλέσθαι αὐτὸν στρατηγόν ἵνα μὴ ἀχρειώσωμεν τοὺς Ῥωμαίους, ἀλλὰ προεβάλετο αὐτὸν δομέστικον τῶν ὑπὸ σε ἐξκουβίτων(a15). γινώσκουσα δὲ ἡ βασιλεία μου ὅτι ἀπὸ τοῦ μακαρίτου μου πατρὸς ἔχεις τοῦτο διὰ χρυσοβούλλου, ἀντὶ τῶν ἐξκουβίτων δωρεῖταί σοι τὴν ἀρχὴν τῶν Βλάχων Ἑλλάδος(a1116). καὶ ἴδε τὴν ἀκρίβειαν τοῦ πορφυρογεννήτου εἰς τὸν ἐθνικὸν εἰ καὶ νέος ἦν τότε ὁ βασιλεύς.Εἴπω δὲ σοι καὶ ἕτερον, δέσποτα ἅγιε. ὁ Σεναχυρείμ(a1), ὃν σὺ οἶδας ἀρχαίων βασιλέων εἶναι ἀπόγονον, ἠθέλησε δοῦναι τὴν χώραν αὐτοῦ(a2) τῷ(a3) βασιλεῖ κῦρ Βασιλείῳ τῷ πορφυρογεννήτῳ, ὡς εἶναι καὶ αὐτὸς δοῦλος αὐτοῦ. ὁ δὲ ἀποδεξάμενος τὴν εὐγνωμοσύνην αὐτοῦ ἐτίμησεν αὐτὸν μάγιστρον καὶ πλεῖον οὐδέν, καὶ τότε(a4) ἀρχαίων βασιλέων ἀπόγονονκαὶ βασιλέα.Εἰπὼν δέ σοι ἕτερον(a1) τῇ βασιλείᾳ(a2) σου καταπαύσω τὸν περὶ τούτου λόγον. Ἀράλτης βασιλέως μὲν Βαραγγίας ἦν υἱός, ἔχων δὲ ἀδελφὸν τὸν Ἱούλαβον(a3), ὃς καὶ μετὰ θάνατον τοῦ πατρὸς αὐτοῦ κατέσχε τὴν πατρικὴν βασιλείαν, προβαλόμενος Ἀράλτην τὸν ἀδελφὸν αὐτοῦ δεύτερον μετ'αὐτοῦ εἰς τὴν βασιλείαν. ὅς δὴ καὶ νέος ὦν ἠθέλησεν εἰσελθεῖν καὶ προσκυνῆσαι τῷ μακαριωτάτῳ βασιλεῖ κῦρ Μιχαὴλ τῷ Παφλάγονι. καὶ ἐν θέᾳ γενέσθαι(a4) τῆς ῥωμαϊκῆς καταστάσεως. ἤγαγε δὲ καὶ μετ'αὐτοῦ καὶ λαόν, ἄνδρας γενναίους πεντακοσίους καὶ εἰσῆλθε, καὶ ἐδέξατο αὐτὸν ὁ βασιλεύς ὡς(a5) ἐνεδέχετο, καὶ ἀπέστειλεν αὐτὸν μετὰ τοῦ λαοῦ αὐτοῦ εἰς(a6) Σικελίαν ἐκεῖ γὰρ ἦν ὁ ῥωμαϊκὸς στρατός, πολεμῶν τὴν νῆσον. καὶ ἀπελθὼν ἐνεδείξατο ἔργα μεγάλα(a7). ὑποταγείσης δὲ τῆς Σικελίας(a8) ὑπέστρεψε μετὰ τοῦ λαοῦ αὐτοῦ πρὸς τὸν βασιλέα, καὶ ἐτίμησεν αὐτὸν μαγγλαβίτην(a9). μετὰ δὲ ταῦτα ἔλαχε τό τεμουλτεῦσαι(a10) τὸν Δελιάνονεἰς Βουλγαρίαν. καὶ ἐσυνεταξίδευσε καὶ ὁ Ἀράλτης μετὰ τοῦ βασιλέως, ἔχων τὸν λαὸν αὐτοῦ, καὶ ἐνεδείξατο ἔργα εἰς τοὺς πολεμίους ἄξια τῆς εὐγενείας καὶ τῆς γενναιότητος αὐτοῦ. ὑποτάξας δὲ τὴν Βουλγαρίαν ὁ βασιλεύς ὑπέστρεψεν. ἤμην(a11) δὲ κἀγὼ τότε ἀγωνιζόμενος ὑπὲρ τοῦ βασιλέως κατὰ τὸ δυνατόν. ἐλθόντων δὲ ἡμῶν ἐν Μεσινουπόλει(a12), ἀμειβόμενοςαὐτῷ ὁ βασιλεύς ὑπὲρ ὧν ἀγωνίσατο ἐτίμησεν αὐτὸν σπαθαροκανδιδάτην. μετὰ δὲ τὴν τελευτὴν τοῦ κῦρ Μιχαὴλ καὶ τοῦ ἀνεψιοῦ αὐτοῦ τοῦ ἀποβασιλέως(a13) ἠθέλησεν ἐπὶ τοῦ Μονομάχου αἰτησάμενος ὑποχωρῆσαι εἰς τὴν χώραν αὐτοῦ, καὶ οὐ συνεχωρήθη, ἀλλὰ γέγονεν αὐτῷ στενὴ ἡ ἔξοδος. ὅμως λαθὼν ὑπεχώρησεν καὶ ἐβασίλευσεν εἰς τὴν χώραν αὐτοῦ ἀντὶτοῦ ἀδελφοῦ αὐτοῦ, Ἱουλάβου(a14). καὶ οὐκ ἐγόγγυσεν ὑπὲρ ὦν ἐτιμήθη μαγγλαβίτης(a15) ἢ σπαθαροκανδιδάτης, ἀλλὰ μᾶλλον καὶ βασιλεύων ἐφύλαξε πίστιν καὶ ἀγάπην πρὸς Ῥωμαίους.Ἀλλὰ μὴ(a1) θελήσῃς καταπραγματεύσασθαι τὴν πόλιν σου μηδὲ τὰς ἔξω ὑπὸ σέ οὔσας χώρας μηδὲ τὸν στρατὸν ἀλλὰ τοῖς πᾶσι πατὴρ γενοῦ καὶ δουλεύσουσί σοι εὐγνωμόνως. συνεβουλεύσατο δὲ ἕτερον ἀρχαῖος σκαιὸς(a2) ἄνθρωπος τῷ πορφυρογεννήτῳ κῦρ Βασιλείῳ ἐφιέμενος τῆς τούτου καταστροφῆς εἰπών· πτώχευε λαόν. καὶ μισήσει σε, μᾶλλον δὲ ἀντάρας ἐπαναστήσεταί σοι. μὴ γάρ πρὸς ἄλογα ἔχεις(a3), ἀλλὰ πρὸς ἀνθρώπους λογικούς, διαλογιζομένους καὶ νοοῦντας εἴτε ἀγαθὸν πανθάνουσιν εἴτε κακόν. χρὴ οὖν τὸ κράτος σου(a4) ποιεῖνκαὶ πράττειν κατὰ τὸν τοῦ Θεοῦ φόβον. καὶ οἱ μὲν στρατιῶται μὴ καθυστερείσθωσαν(a5) τῆς ῥόγας αὐτῶν, ὡσαύτως καὶ οἱ συγκλητικοὶ καὶ οἱ πολῖται καὶ ἕκαστος κατὰ τὸ ἔργον αὐτοῦ, καθὼς ἐξ ἀρχῆς ἐτυπώθη, δουλεύσει σοι καὶ οὐ μὴ γογγύσει.Αἱ χῶραι αἱ ὑπὸ τὸ κράτος σου(a1) μὴ δεχέσθωσαν καθημερινὰς αὐξήσεις καὶ φανερώσεις καὶ ἐπινοίας ξένας καὶ καινοφανεῖς, καὶ οὐ μὴ ἀποστῶσιν ἀπὸ σοῦ, ἀλλ'ὁλοψύχως σοι(a2)δουλεύσουσιν, εἴπερ κατὰ τὴν δύναμιν αὐτῶν τὰ ἐτήσια τέλη παρέχουσι τῷ δημοσίῳ. Τὰς τῶν ἐθνῶν χώρας τὰς ὑποκειμένας σοι(a3) μὴ βαρύνῃς. τοῖς στρατηγοῦσι παράγγελε σωφροσύνην ἀσκεῖν καὶ εὐσέβειαν καὶ μὴ αὐθαδῶς πράττειν ἢ μηνιᾶν τινί, τοὺς δὲ κριτὰς ἐξασφάλισαι ἵνα κρίνωσι μετὰ φόβου Θεοῦ καὶ δικαιοσύνης(a4). καὶ τί ἐστιν ὃ νῦν βλέπομεν θέαμα; ἐκταγὴν μείζονα τοῦ κεφαλαίου καὶ οὐ μόνον εἰς τὰ ἀπαιτούμενα χρέη ἀλλὰ καὶ ἐν ταῖς ματαίαις ἀγωγαῖς.Τοῖς οἰκείοις ἀνθρώποις τοῦ κράτους σου(a1) παράγγειλον μὴ ἀδικεῖν τινὰς μηδὲ προΐστασθαι πονηρῶν ἀνθρώπων καὶ ἐχθρῶν τῆς ἀληθείας ἀλλὰ μᾶλλον, εἰ προσέλθῃ αὐτοῖς ἀδικούμενος, προΐστασθαι αὐτοῦ. καὶ δὸς αὐτοῖς ἄδειαν ὑπομιμνήσκειν ὑπὲρ ἀδικουμένων τὴν βασιλείαν σου. οἱ δὲ συγγενεῖς σου(a2) φοβείσθωσάν σε καὶ μὴ ἐχέτωσαν ἄδειαν τοῦ ἀδικεῖν τινάς.Εἴπω σοι δέ, δέσποτα πῶς συνέβη ἡ καταστροφὴ τῆς τοῦ Παφλάγονος βασιλείας. οὗτος γὰρ ὁ μακαρίτης οὐκ εἶχεν ἐνδόξους γονεῖς ἀλλὰ γονέων μὲν ἦν ἀσήμων καὶ τῶν κάτω παντελῶς, ἀρετάς δὲ εἶχε μεγάλας. ἐπιφημίζουσι δὲ τινες τῶν ἀμαθῶν ὅτι εὐγενὴς οὗτος καὶ ἀπὸ μεγάλης ῥίζης, ὁ δὲ δυσγενὴς καὶ χθαμαλός. ἐγὼ δὲ φημί ὅτι πάντες ἄνθρωποι ἑνὸς ἀνθρώπου τέκνα εἰσί, τοῦ Ἀδάμ, οἵ τε βασιλεῖς καὶ ἄρχοντες καὶ οἱ ἄρτον ζητοῦντες. εἶδον δὲ ἐγὼ τοὺς μεγάλα φυσῶντας εἰς κλεψίας καὶ μαντείας καὶ μαγείας χωρήσαντας. τούτους ἐγὼ φῆμι δυσγενεῖς. ὁ γὰρ ἄνθρωπος λογικὸς ὦν, ἐὰν θέλῃ, Θεὸς γίνεται χάριτι Θεοῦ. οὗτος ἦν ὁ μακαρίτης βασιλεύς κῦρ Μιχαήλ· ἀρεταῖς, ὡς εἴρηται, μεγάλαις ἤνθει, εἶχε δὲ συγγενεῖς γνησίους πολλοὺς καὶ πτωχοὺς οἵτινες καὶ ἐπρονοοῦντο παρὰ τοῦ ὀρφανοτρόφου. ἀδελφὸς δὲ οὗτος ἦν τοῦ βασιλέως ὃς καὶ <τὰ>(a1) τοῦ παλατίου ἐδιοικεῖ(a2). ἠθέλησε δὲ πλουτίσαι αὐτοὺς καὶ δέδωκεν αὐτοῖς ἄδειαν ληίζεσθαι τὰ ἀλλότρια, τοῦ βασιλέως μηδὲν εἰς τοῦτο ἐπισταμένου. ἀλλὰ καὶ οἱ εἰς δουλείαν ἀποστελλόμενοι μανδάτορες καὶ οἱ βασιλικοὶ ἄνθρωποι ὅπου δἂν ἀπήντησαν ἔφιππον κἂν τε ἐν πανδοχείῳ κἄν τε ἐν ὁδῷ ἀοικήτῳ, ῥίπτοντες αὐτὸν ἀπὸ τοῦ ἵππου ἢ τοῦ ἡμιόνου(a3) ἀνελαμβάνοντο αὐτὸ καὶ ὑπεχώρουν. καὶ τὸ μὲν(a4) δι'αὐτοὺς, τὸ δὲ πλεῖστον μισητὸς γέγονεν ὁ θαυμαστὸς ἐκεῖνος ἄνθρωπος καὶ φανερὸς διὰ τὰς ἀδικίας τῶν συγγενῶν αὐτοῦ, καὶ κατηρῶντο πάντες ἐξαλειφθῆναι τὴν γενεὰν αὐτοῦ. ὃ οὐχὶ εἰς(a5) μακρὸν ἀπέβη. τελευτήσαντος γὰρ ἐκείνου ἐν εἰρήνῃ καὶ ἐν μετανοίᾳ καλῇ καὶ τοῦ ἀνεψιοῦ αὐτοῦ βασιλεύσαντος ἐπανέστη αὐτῷ πᾶσα ἡ πόλις καὶ οἱ ἐκ τῶν ἔξω εὑρεθέντες ἐν αὐτῇ, πρόφασιν εὑρηκότες κατ'αὐτοῦ ὡς τὴν θείαν αὐτοῦ, τὴν δέσποιναν ἐξορίσαντος. καὶ ἐξηλίφη κἀκεῖνος καὶ ἡ γενεὰ αὐτοῦ πᾶσα ἐν μιᾷ ἡμέρᾳ. ἐβασίλευσε δὲ ἀντ'αὐτοῦ ὁ Μονομάχος, ὅστις καὶ τὴν βασιλείαν τῶν Ῥωμαίων διέφθειρε καὶ ἠρήμωσε. χρὴ οὖν τὸ κράτος σου(a6) φυλάττειν ταῦτα. ὁ πρῶτος ἄνθρωπος τῆς βασιλείας σου(a7) ὁ διοικῶν τὰ πάντα καθ'ἑκάστην ὑπόθεσιν ὑπομιμνησκέτω σοι, καὶ ἔλθῃ πρᾶγμα εἰς ἀκοάς σου(a8) καὶ οὐκ ἔχεις(a9) εἴδησιν αὐτοῦ.Καὶ εἰ τοὺς(a1) ἐμοὺς πτωχοὺς λόγους καὶ οὐδαμινοὺς φυλάσσεις, ἐν εἰρήνῃ βαθείᾳ τοῦ βίου ἐξέλθῃς. εἰ δὲ <εἰς> ἀλλοκότους(a2) ἐρώτων ἐπιθυμίας ἐκδώσῃς ἑαυτὸν πολλὰ κατὰ τὸν βίον ἐμποδισθήσῃ. Ὁ γὰρ βασιλεύς τύπος καὶ ὑπογραμμός ἐστιν πᾶσι καὶ πάντες εἰς αὐτὸν ἀφορῶσι καὶ τὴν πολιτείαν αὐτοῦ μιμοῦνται. καὶ εἰ μὲν ἀγαθή ἐστιν, γλίχονται φθάσαι καὶ ἐπιλαβέσθαι αὐτῆς· εἰ δὲ κακὴ καὶ ἐπίψογος(a3), ὡσαύτως ποιοῦσι. ἐπιλαβοῦ οὖν καὶ κτῆσαι τὰς τέσσαρας(a4) ἀρετάς· τὴν ἀνδρείαν, τὴν ψυχικὴν δὲ φημί, τὴν δικαιοσύνην, τὴν σωφροσύνην καὶ τὴν φρόνησιν. ἐστι δὲ φρόνησις ἐπ'ἀγαθῷ καὶ φρόνησις ἐπὶ κακῷ, ὡσαύτως καὶ ἀνδρεία, σωφροσύνης δὲ ἢ δικαιοσύνης οὐκ ἂν εὕροι(a5) τις ἐπὶ κακῷ ἐνέργειαν. κτησάμενος οὖν τὰς τέσσαρας ἀρετάς, ὡς εἴρηται, ἀνυψωθήσῃ ἀπὸ γῆς εἰς οὐρανούς, καὶ ὁ ἔπαινός σου πολύς ἐστι(a6) καὶ μακρότητα ἡμερῶν δωρήσεταί σοι Κύριος, ἐπανθούσης τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας ἐπὶ τῷ προσώπῳ καὶ τῇ καρδίᾳ σου.Γεννήματα δὲ πολλὰ ἔστωσάν σοι ἐναπόθετα, σοί τε καὶ τῇ βασιλικῇ αὐλῇ καὶ τῇ πόλει σου, εἰς χρόνους πέντε ἢ καὶ ἕξ. ἔστωσαν δέ σοι καὶ βέλη καὶ ὅπλα πολλὰ καὶ δόρατα καὶ θώρακες καὶ κράνη, ἀσπίδες τε καὶ σπάθη(a1) καὶ ἄλλο εἴ τι ἐν πολέμῳ ἁρμόζῃ. ἔστωσάν σοι καὶ μαγγανικὰ καὶ τρίβολοι· οὐ γὰρ οἶδας τί βούλονται οἱ κακοί. εἶδον γὰρ ἐγὼ τοιοῦτόν τι καὶ ἐταλάνισα τὸν βίον. εἶδον γὰρ τὸν ἀποβασιλέα(a2) κῦρ Μιχαὴλ τὸν γεγονότα ποτὲ καίσαρα(a3) πρωΐ μὲν ἡλίου ἀνίσχοντος κραταιὸν ὄντα βασιλέα, πρὸς τρίτην δὲ ὥραν τῆς ἡμέρας ἐλεεινὸν καὶ ἔρημον καὶ τυφλόν. καὶ μὴ ἐπαρθῇς, δέσποτα, εἰς τὴν δόξαν τῆς βασιλείας, μᾶλλον δὲ θαρρῇς ἐν τῇ δυναστείᾳ σου καὶ εἴπῃς· τίς δύναταί με καταγαγεῖν ἀπὸ τοῦ ὕψους τῆς δόξης μου; μίαγὰρ καιροῦ ῥοπή, φησὶν ὁ μέγας ἐν σοφίᾳ Γρηγόριος ὁ θεολόγος καὶ πολλῶν πραγμάτων μεταβολή . ἡ ἐλπίς σου δὲ ἔστω ἐν τῷ Θεῷ καὶ ἔστω ἐν ἀσφαλείᾳ. ἐποίησεν δὲ λογικοὺς ἡμᾶς(a4)ὁ Θεός, ἐξασφαλίσασθαι χρὴ ἑαυτοὺς τῇ αὐτοῦ(a5) χάριτι, προνοεῖσθαί τε ἑαυτῶν καὶ τὴν σωτηρίαν ἡμῶν πορίζεσθαι πεποιθότας εἰς αὐτὸν.Μὴ καταδέξῃ κολακεύεσθαι παρὰ τινος, κτῆσαι δὲ μᾶλλον φίλους τοὺς ἐλέγχοντάς σε(a1). εἴπω δὲ τῇ βασιλείᾳ σού τι τοιοῦτον. Αὔγουστος ὁ Καίσαρος(a2) θυμώδης ὦν καὶ ἀπηνὴς καὶ πόρνος καὶ γνώμας ἐπιψόγους ἔχων καὶ κακάς, ὅμως τὴν φυσικὴν φρόνησιν ἔχων εἶπεν· οὐκ ἀγαθὸν μοι χωρὶς παιδαγωγοῦ. ἀποστείλας οὖν εἰς Ἀλεξάνδρειαν ἤγαγεν Ἀθηνόδωρόν τινα πτωχὸν μὲν ὄντα καὶ ἠπορημένον(a3) μετὰ τιμῆς πολλῆς, φρόνιμον δὲ καὶ πάνυ συνετὸν τυγχάνοντα, μαρτυρηθέντα παρά τινων τῶν τοῦ παλατίου ἐπὶ εὐβουλίᾳ καὶ συνέσει μέγαν εἶναι, καὶ φησί πρὸς αὐτόν· γινώσκεις, Ἀθηνόδωρε, διό σε ἐνταῦθα ἤγαγον μετὰ τοσαύτης τιμῆς; ὁ δὲ ἔφη μὴ γινώσκειν. καὶ ὁ καῖσαρ(a4) ἔφη· ἔχω γνώμας ἐναντίας τοῦ ἀξιώματός μου, ἀκηκοὼς δὲπερὶ σοῦ ἄνδρα ἀγαθὸν σε εἶναι ἔν τε βουλῇ καὶ πράξει ἠθέλησα κτήσασθαί σε φίλον καὶ σύμβουλον, ὅπως ἃ βλέπεις ποιοῦντα καὶ λέγοντα οὐκ ἀγαθὰ καὶ ἐπίψογα ἐλέγχῃς με κατιδίαν καὶ εἰ οὐ λάβω διόρθωσιν, καὶ φανερῶς τοῦτο ποίει(a5). Ἀθηνόδωρος δέ, καὶ σὺ, ὦ κράτιστε, ἔφη, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἐλεγχόμενος καὶ ἐξουδενώσῃς με καὶ ἐγὼ ἔσομαί σοι εἰς τοῦτο ἰατρός. ἐλέγχων οὖν αὐτὸν καθ'ἑκάστην ἡμέραν οὐκ ἐπαύετο, ἕως ἂν τέλειον αὐτὸν ἐποίησεν ἐν ἀρεταῖς. αἰτησάμενος δὲ ὑποχωρῆσαι εἰς τὴν ἐνεγκαμένην οὐ συνεχωρήθη παρὰ τοῦ καίσαρος, εἰπόντος αὐτῷ· ὦ φίλε γνησιώτατε, ἔτι ἀτελής εἰμι. Ἄβγαρον δὲ τὸν τῆς Ἐδέσης(a6) βασιλέα φρονιμώτατον ὄντα καὶ συνετώτατον καὶ παντοίαις ἀρεταῖς κατάκοσμον ἠθέλησε θεάσασθαι. θεασάμενος δὲ καὶ εἰς ὁμιλίαν ἐλθὼν μετ'αὐτοῦ, εἰς χεῖράς σου, ἔφη, παρατίθημι ἐμαυτὸν καὶ ἔσῃ μοι ἀντὶ Ἀθηνοδώρου (ἦν γὰρ ὁ Ἀθηνόδωρος τὸν βίον ἐκμετρήσας). καὶ κατεῖχεν αὐτὸν ἐν τιμῇ πολλῇ, οὐχ ὡς φίλον μόνον ἀλλὰ καὶ ὡς πατέρα, διορθούμενος παρ'αὐτοῦ ἐπὶ χρόνοις συχνοῖς. οὕτως ἦν πράττων ὁ Αὔγουστος καὶ διορθούμενος ὑπὸ τῶν φίλων, καὶ ἔκτοτε καὶ μέχρι τοῦ νῦν ᾄδεται ἐπ'ἀγαθῷ.Κτῆσαι οὖν καὶ σὺ ἄνθρωπον τοιοῦτον καὶ δὸς αὐτῷ(a1) παρρησίαν ἐλέγχειν σε καθεκάστην ἐφ'οἷς ἐλάλησας καὶ ἔπραξας παραλόγοις. καὶ μὴ εἴπῃς ὅτι· ἐγὼ συνετός εἰμι καὶ πάντα ἐπίσταμαι. ἐρῶ γάρ σοι· πολλά εἰσιν ἃ γινώσκεις, πλείονα δὲ ἃ οὐκ ἐπίστασαι. ὁ γὰρ Θεὸς μόνος ἔχει τὸ ἀλάθητον, ὁ δὲ ἄνθρωπος, οἷος ἂν εἴη, ἐλλιπής(a2) ἐστι. ὁ γὰρ ἄγγελος πρὸς τὸν Ζωσιμᾶν, οὐδείς, φησίν, ἐν ἀνθρώποις ἔχει τὸ τέλειονΤὸν στρατόν σου μὴ καταδέξῃ καταλυθῆναι(a) καὶ πτωχεῦσαι καὶ πτωχεύσῃς σὺ καὶ πολλὰ σεαυτὸν ταλανίσεις. ὁ γὰρ στρατὸς ἐστιν ἡ δόξα τοῦ βασιλέως καὶ τοῦ παλατίου ἡ δύναμις. στρατοῦ γὰρ μὴ ὄντος οὐδ'ὁ δημόσιος συνίσταται, ἀλλὰ πάντως ὁ βουλόμενος ἀντιστήσεταί σοι.Τὸν στόλον ἀγωνίζου πάντοτε ἀκμάζειν καὶ ἔχειν αὐτὸν ἀνελλιπῆ· ὁ γὰρ στόλος ἐστίν ἡ δόξα τῆς Ῥωμανίας. ἀγωνίζου δὲ ἔχειν καὶ τοῦ στόλου ἄρχοντας ἀνωτέρους παντὸς δώρου καὶ λήμματος. εἰ γὰρ εἰσιν λείξουροι καὶ δωρολῆπται οἱ τοῦ στόλου ἄρχοντες, ἄκουσον τί ποιοῦσιν. ἐν πρώτοις μὲν στρατείας ἐῶσιν ἐξκουσεύεσθαι λαμβάνοντες ἐξ αὐτῶν νομίσματα οὐχ ὅσα ἤθελον δοῦναι εἰς τὴν ἐπήρειαν τοῦ στόλου, ἀλλ'ἐν διπλῇ ποσότητι, καὶ γίνεται χελάνδιον ἐλλιπές(a1). καὶ ὁ ἀετὸς ἐν ἀέρι ἱπτάμενος, ἐὰν λείπῃ τὸ πτερόν, πάντως οὐκ ἀγαθὴ αὐτοῦ ἐστὶν ἡ πτῆσις(a2)· οὕτως οὖν καὶ αἱ μακραὶ νῆαι ἐὰν(a3) λείπωσι κῶπαι οὐκ εὐπλοοῦσι(a4). ἄλλο δ'ἔτι ποιοῦσιν οἱ πλευστικοὶ ἄρχοντες λαμβάνοντες ἀπὸ τῶν στρατιωτῶν δῶρα· παραχωροῦσιν αὐτοῖς τοῦ εἶναι ἀόπλους, κἀντεῦθεν συγκρούσαντες μετὰ τῶν πολεμίων τρέπονται. καὶ τί λέγω συγκρούσαντες; οὐδ'εἰς ὄψιν αὐτῶν ἐλθόντες φεύγουσι καὶ γίνεται αἰσχύνη τῶν Ῥωμαίων. ἐν δὲ ταῖς(a5) νήσοις ἀπερχόμεναι αἱ μακραί νῆαι προφάσει λογικῆς φυλακῆς οὐδὲν ἄλλο ποιοῦσιν εἰ μὴ ἀπὸ τῶν Κυκλάδων καὶ ἀμφοτέρων τῶν ἠπείρων(a6) συνάγουσι σῖτον, κριθήν, ὄσπριον, τυρόν, οἶνον, κρέη, ἔλαιον, νομίσματα πολλὰ καὶ ἄλλο εἴ τι αἱ νῆσοι ἔχουσι. τὸ αὐτὸ δὲ ποιοῦσι καὶ εἰς τὴν Κύπρον καὶ εἰς τὴν Κρήτην(a7). χρὴ οὖν σε ἔχειν, δέσποτα, ἀκρίβειαν εἰς ταῦτα καὶ τὸν στόλον σου ἔχειν σῶον καὶ ἀνελλιπῆ, μὴ γογγύζοντα τὸ οἱονοῦν.Καὶ ταῦτα μὲν οἱ πλόιμοι καὶ οἱ στρατιῶται· τὴν αὐτὴν δὲ τάσιν ποίησον καὶ εἰς τοὺς ἄρχοντας τοῦ στόλου καὶ ἔστωσαν ἀνελλιπεῖς εἰς τὰ ἁρμόζοντα αὐτοῖς. καὶ εἴπερ εἰς λειξούρας χωρήσουσι, παίδευσον αὐτοὺς διὰ δαρμοῦ καὶ κουρᾶς καὶ χρηματικῆς ζημίας. εἰώθασι(a1) δὲ οἱ τοῦ στόλου ἄρχοντες ἐπιμείναντες χρόνοις πολλοῖς ἐν τῷ στόλῳ κεκτῆσθαι(a2) νωθρότητα, ἀνάπαυσίν τε καὶ τρυφήν, ἐν αἷς(a3) παντελὴς ἀφέλεια γίνεται. χρὴ οὖν σε ἀκρίβειαν ἔχειν εἰς τὸν στόλον καὶ εἴπερ ἴδῃς σὺ(a4) οὕτως αὐτοὺς βιοῦντας καὶ πράττοντας, διώκειν αὐτοὺς ἀπὸ τῶν στόλων, ἑτέρους δὲ ἀντ'αὐτῶν προϊστᾶν. εἴπω δέ τι τῷ εὐσεβεῖ κράτει σου, καὶ εἰ ποιήσεις τοῦτο οὐ σφαλερόν σοί(a5) ἐστιν, ἀλλ'ἐν ἀσφαλείᾳ ἔσῃ πολλῇ. εἴπερ ἴδῃς τοὺς πλευστικοὺς(a6) ἄρχοντας οὕτως σοι(a7) ὡς προείρηται διακειμένους, μὴ ἄλλους πλευστικοὺς ἀντ'αὐτῶν εἰς τὸν βαθμὸν αὐτῶν καταστήσῃς, ἀλλὰ ἀπὸ τῶν παραταγῶν εὑρὲ κόμητας δρουγγαρίους γέροντας, οὓς ὀφείλεις ὡς ἀνενεργήτους διῶξαι ἀπὸ τῶν ταγμάτων εἴτε καὶ δεδιωγμένους παντελῶς, καὶ κατάστησον αὐτοὺς ἄρχοντας τοῦ στόλου. καὶ δημηγόρησον αὐτοῖς(a8) οὕτως ὅτι· ὑμεῖς οἴδατε ὅτι γέροντές ἐστε καὶ ἀνενέργητοι καὶ ἥρμοζεν(a9) ὑμᾶς ἀναπαύεσθαι ἐν ταῖς οἰκίαις ὑμῶν, ἡ δὲ βασιλεία μου γινώσκουσα ὅτι εἰς τὰς οἰκίας ὑμῶν ἀπελθόντες στερηθῆναι ἔχετε τῶν(a10) ἀναγκαίων, δι'ἃ προεκοπιάσατε οὐ κατεδέξατο στερεῖσθαι ὑμᾶς. διὰ ταῦτα προεβάλετο ὑμᾶς ἄρχοντας τοῦ στόλου, ὅπως ἔχοντες τὴν αὐτάρκειαν ὑμῶν μὴ ἀμελήσητε, ἀλλ'ἀνακείμενοι, τὸ δὴ λεγόμενον, δυνήσησθε Θεοῦ εὐδοκοῦντος στῆσαι(a11) τρόπαια. καὶ τοῦτο γίνωσκε ὅτι ἐὰν οὕτως ποιήσεις, οὐχ ἁμάρτῃς τοῦ σκοποῦ ἀλλ'ἐν τελείᾳ(a12) καταστάσει ἔσται ὁ στόλος σου.Τοξόται δὲ ἔστωσάν σοι ἐν ταῖς μακραῖς νήαις. δρουγγάριος δὲ καὶ πρωτονοτάριος οἱ τοῦ στόλου ἔστωσαν εὐσεβεῖς, ἐνεργεῖς, ἱκανοί, συνετοὶ καὶ φοβούμενοι τὸνΘεὸν καὶ τὴν βασιλείαν σου, προσέχοντες καὶ ἐρευνῶντες μετὰ ἀκριβείας καὶ τὸ λεπτότατον ὃ πράττεται εἰς τὸν στόλον· ἀνατραπέντος γὰρ τοῦ στόλου εἰς τὸ οὐδαμινώτατον σὺ ἀνατραπήσῃ καὶ καταπέσῃς.Οἶδα, κράτιστε, ὅτι ἡ φύσις τῶν ἀνθρώπων τὴν ἀνάπαυσιν ἐφίεται. παρέδραμε δὲ τύπος ἀνωφελής, μᾶλλον δὲ βλαβερός, τὸ μὴ ἐξέρχεσθαι βασιλέα εἰς τὰς ὑπ'αὐτὸν χώρας ἀνατολῶν τε φημὶ καὶ δύσεως, ἀλλ'ὡς ἐν δεσμωτηρίῳ τινὶ ἐν Κωνσταντίνου πόλει εἶναι. καὶ πάντως(a1) εἰ περιώρισέ σε(a2) τις ἐν μιᾷ πόλει, ἀγωνιᾶν εἶχες καὶ ἀδημονεῖν τοῦτο παθών· ὅτι δὲ σεαυτῷ σὺ τοῦτο πεποίηκας, τί δὲ καὶ λέγειν; ἐξέρχου οὖν εἰς τὰς χώρας τὰς ὑπὸ σὲ οὔσας καὶ εἰς τὰ θέματα καὶ βλέπε τὰς ἀδικίας ἃς παθάνουσιν(a3) οἱ πτωχοί, καὶ τί ἐποίησαν οἱ πράκτορες οἱ παρὰ σοῦ πεμπόμενοι, καὶ εἰ ἠδικήθησαν οἱ πένητες, καὶ διόρθωσε πάντα. γνώσουσι(a4) δὲ καὶ τὰ θέματα τῶνῬωμαίων καὶ αἱ ὑπὸ σὲ τῶν ἐθνῶν χῶραι ὅτι βασιλέα ἔχουσι καὶ αὐθέντην ἐπισκεπτόμενον αὐτάς, γνώσῃ δὲ καὶ σὺ δύναμιν ἑκάστου θέματος καὶ κάστρου καὶ χώρας, καὶ πῶς διάκειται καὶ εἰς τί βλάπτεται(a5) καὶ εἰς τί ὠφελεῖται, καὶ οὐδὲ ἀνταρσία γενήσεται οὔτε ἐπαναστήσονται(a6) τοῖς πράττουσιν, ἀλλ'<ἐν> εἰρηνικῇ(a7) καταστάσει ἔσονται τὰ ὑπὸ σέ. οἶδα ὅτι οἱ ὑπηρετοῦντές(a8) σοι διὰ τὸ μὴ κοπιάσαι συμβουλεύσονται σοι ὡς οὐκ ἀγαθόν ἐστιν, ἀλλὰ θλίψεις τὰς(a9) χώρας καὶ τὰ θέματα διερχόμενος ἐν αὐτοῖς μετὰ λαοῦ καὶ δορυφορίας βασιλικῆς. εἴπωσι(a10) δὲ καὶ τοῦτο ὅτι ἐὰν ἐξέλθῃς, βασιλεῦ(a11), ἀπὸ τοῦ Βυζαντίου, ἕτερος ἀντὶ σοῦ(a12) βασιλεύσει. ὅπερ καὶ ἐννοήσας ἔγωγε ἐγέλασα(a13). ὁ γὰρ παρὰ σοῦ καταλειφθεὶς ἐν τῷ παλατίῳ καὶ ποιῶν τὴν πρόνοιαν τῶν ἐκεῖσε ὄντων ὑπὸ τὴν χεῖρα αὐτοῦ ἐθνῶν τε καὶ Ῥωμαίων, πάντως ἐνεργὴς καὶ ἱκανὸς ὢν ἐγρηγορέναι μέλλει καὶ τὰ(a14) ἁρμόζοντα ποιεῖν. ἀλλὰ καί τι σοι εἴπω ἕτερον. οἱ αὐτοκράτορες καὶ αὔγουστοι(a15) τῶν Ῥωμαίων πάντως τὴν αὐτὴν τάσιν ἥν σοι λέγω(a16) εἶχον, οὐ μόνον οἱ ἐν Ῥώμῃ κρατήσαντες, ἀλλὰ καὶ οἱ ἐν τῷ Βυζαντίῳ(a17), Κωνσταντῖνός τε ὁ μέγας καὶ ὁ υἱὸς αὐτοῦ Κωνστάντιος, Ἰουλιανὸς(a18), Ἰουβιανὸς(a19) καὶΘεοδόσιος(a20). καὶ ποτὲ μὲν εἰς ἑῴαν ποτὲ δὲ εἰς δύσιν, βραχὺ δὲ εἰς Βυζάντιον διέτριβον. ἡρέμουν δὲ τότε καὶ αἱ χῶραι πᾶσαι, καὶ Εὐρώπη μὲν πᾶσα καὶ Λιβύη(a21) καὶ τὸ τῆς Ἀσίας(a22)κάλλιστον μέρος ἕως Εὐφρατησίας καὶ τῆς τῶν Ἀδιαβηνῶν χώρας, Ἀρμενίατε καὶ Συρία, Φοινίκη(a23), Παλαιστίνη(a24), Αἴγυπτός τε καὶ αὐτὴ ἡ μεγάλη καὶ θρυλλουμένη Βαβυλὼν ὑπόφοροι ἦσαν Ῥωμαίοις· ἀφ'οὗ δὲ ἡ μεγίστη βλακεία τοῖς ἀνθρώποις(a25) ἐπεγένετο, μᾶλλον δὲ ὥσπερ τις νόσος ἐνέσκηψεν, οὐδὲν ἀγαθὸν τῇ βασιλείᾳ τῶν Ῥωμαίων ἐγεγόνει.
https://smerdaleos.files.wordpress.com/2014/09/162045014-cecaumeni-strategicon-kekaumenos.pdf
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου